- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:283-284
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出柏拉图自身在《法律篇》与《斐德罗篇》中对四位政治家及伯里克利的修辞术予以赞扬的自相矛盾之处,并通过历史上的惩罚演变证明雅典人从米勒提阿得斯至伯里克利时期逐渐变得更加温和,从而驳斥了伯里克利使民众更加狂暴的说法。
δεῖν τοὺς μέλλοντας ἀγαθοὺς ἔσεσθαι.1 ἀπήλλαξας ἅπασαν ἀμφισβήτησιν, ἀγαθοὺς προσειπὼν τοὺς ἄνδρας, καὶ ταῦτα οὐ μόνον αὐτοὺς, ἀλλὰ καὶ τοὺς προσέχοντας αὐτοῖς. πῶς οὖν ἢ ʼκείνους ὡς διεφθαρμένους, ἢ τούτους ὡς διεφθαρκότας αἰτιᾷ; ἢ πῶς ἔνεστι μὴ ἀγαθοὺς εἶναι οἷς τὸ δουλεύειν ἀγαθὸν εἶναι τίθης; εἶεν. κοινῇ μὲν δὴ τοὺς ἄνδρας οὕτως ἐπῄνεκεν ἡμῖν λέγων τοὺς τότε προστάντας, πανηγυρίζων τε καὶ νομοθετῶν, ἰδίᾳ δʼ αὖ τὸν Περικλέα ποῦ καὶ πῶς, ὃν ἐνταῦθα προθυμότατα εἴρηκε κακῶς; τὸ μὲν τοίνυν ὅπου τί δεῖ λέγειν; τὸ δὲ ὅπως εἰρήσεται. προσπεσὼν γὰρ, οἶμαι, τοιούτῳ ὄντι Ἀναξαγόρᾳ μετεωρολογίας ἐμπλησθεὶς καὶ ἐπὶ φύσιν νοῦ τε καὶ διανοίας ἀφικόμενος, ὧν γε δὴ πέρι τὸν πολὺν λόγον ἐποιεῖτο Ἀναξαγόρας, ἐντεῦθεν εἵλκυσεν ἐπὶ τὴν τῶν λόγων τέχνην τὸ πρόσφορον αὐτῇ. οὐκοῦν ἐνταυθοῖ δύο μαρτυρεῖ, καὶ τὴν ῥητορικὴν οὐκ ἄτεχνον τριβὴν εἶναι, ἀλλὰ τέχνην περὶ λόγους, καὶ τὸν Περικλέα κράτιστον ἐν αὐτῇ, καὶ τὴν αἰτίαν προστίθησι. τοσοῦτον ἀπέχει τοῦ κολακείαν ἢ διακονίαν ὀνειδίζειν. οὐκοῦν οὐχ ἡ ῥητορικὴ φαῦλον ἐκ τῆς τοῦ Περικλέους πολιτείας φαίνεται, ἀλλʼ ὁ Περικλῆς ἄριστος τὴν ῥητορικὴν ἐν τούτοις τοῖς λόγοις ἐγγέγραπται. φαίνεται τοίνυν αἰτιασάμενος μὲν κοινῇ τοὺς ἄνδρας ὡς διακόνους καὶ κόλακας, πάλιν δὲ τῆς αἰτίας ἀφιεὶς αὐτοὺς, τούτου δʼ ἕνεκʼ αἰτιασάμενος, τοῦ μηδένα δόξαι ῥήτορα χρηστὸν Ἀθήνησι γεγονέναι, πάλιν δʼ αὖ τῶν ῥητόρων ἕνα τῶν Ἀθήνησιν ἐπαινῶν, καὶ ταῦτα τοῖς αὐτοῖς ἐνεχόμενον οἷσπερ οὗτοι, τὸν Ἀριστείδην λέγω, καὶ δυοῖν θάτερον, ἢ μὴ προσήκοντα ἐπαινούμενον, ἢ ʼκείνους δεικνύντα ἃ μὴ προσῆκεν ἀκηκοότας,2 ἔτι δʼ οὐ τοῦτον μόνον, ἀλλὰ καὶ πάντας ἐφεξῆς αὐτοὺς ἐπῃνεκὼς ἑτέρωθι, ἡνίκʼ οὐδεμιᾶς ἐστι φιλονεικίας, καὶ πάλιν γʼ ἰδίᾳ τὸν Περικλέα φάσκων τελεώτατον εἰς τὴν ῥητορικὴν γεγονέναι. πῶς οὖν ἄν τις νεμεσῴη δικαίως ἡμῖν, ὅταν αὐτὸς Πλάτων ὡς ἀληθῆ λέγομεν ἐπιψηφίζῃ; ἃ μὲν γὰρ οὗτος αἰτιᾶται τοὺς ἄνδρας παρʼ ἡμῶν οὐχ ὁμολογεῖται, ἃ δʼ ἡμεῖς ἐπαινοῦμεν, τούτοις ἐστὶν αὐτὸς σύμψηφος. ὥστε τὸ νικᾶν ἡμᾶς παρʼ ἀμφοῖν ὁμολογεῖται, τὸ δʼ ἐκεῖνον οὐδὲ παρʼ αὐτοῦ συμβαίνει. εἰς τοσοῦτον δʼ ἥκει τοῦ τἀναντία τῶν ὄντων λέγειν ὥστε φησὶν ὡς Περικλῆς παραλαβὼν Ἀθηναίους ἡμερωτέρους ἀγριωτέρους καὶ χαλεπωτέρους ἀπέδειξε, καὶ ταῦτα εἰς αὐτὸν ὃν ἥκιστα ἐβούλετο. πῶς, ὦ μακάριε; εἰ γάρ ἐστιν ἀληθὴς ὁ σὸς λόγος ὡς Μιλτιάδην γε μικροῦ εἰς τὸ βάραθρον ἐνέβαλον, πᾶν τοὐναντίον ἤδη φαίνεται, ὁ μὲν Θεμιστοκλῆς ἀγριωτάτους παραλαβὼν ἡμερωτέρους ποιήσας, τὸ γοῦν ἐξοστρακισθῆναι, καὶ πρός γε, εἰ βούλει, φυγῇ ζημιωθῆναι, κέρδος παρʼ ἐκείνην τὴν συμφοράν.3 πάλιν δʼ ὁ Κίμων ἐξωστρακίσθη μὲν, φυγῇ δὲ οὐ προσεζημιώθη, ἀλλὰ καὶ κατῆλθε πρὸ τοῦ χρόνου. οὕτως ἔτι πρᾳοτέροις οὗτος ἐχρήσατο· ὁ δʼ αὖ Περικλῆς ἔτι τούτου μετριώτερα δυστυχήσας, ὅστις χρήματα ἐζημιώθη μόνον καὶ πάλιν ὁ αὐτὸς ἦν τῇ τάξει καὶ ταῖς τιμαῖς. οὕτως ἐκ τραχυτέρων καὶ χαλεπωτέρων ἀεὶ πρᾳότεροι καὶ ῥᾴους φαίνονται γεγενημένοι, καὶ σχεδὸν πάντων ἐπιεικεστάτοις αὐτοῖς ὁ Περικλῆς χρησάμενος καὶ ἀποδείξας ἡμερωτέρους ἢ παρέλαβε. πρὸς ταῦτʼ ἔστων οἱ δίκαιοι καὶ ἥμεροι, καὶ Ὅμηρος μαρτυρείτω, προστίθει γὰρ, εἰκότως ἄρα καὶ ζῶντα ἐτίμων αὐτὸν καὶ τεθνεῶτα ἐπόθουν καὶ προαχθέντες μετέγνωσαν· ὃ τοίνυν ἄξιον μετὰ τῶν ἄλλων ἐπισημήνασθαι, οὕτω γὰρ καὶ σαφῶς τὰ δίκαια ἐπαινέσας τὸν Περικλέα διʼ ὧν ἐπεδείξαμεν ἀρτίως πάλιν ἀλλαχοῦ φαυλίζων φαίνεται. αἰτιασάμενος γὰρ τὸν Ἀλκιβιάδην ἀμαθίᾳ συνοικεῖν καὶ φήσας οὐ μόνον αὐτὸν
“……那些将要成为善人的人必须服从它。” 你将这些领袖称为“善人”,并且不仅称他们自己,还称那些遵从他们的人为善人,这就消除了所有的争议。那么,你又如何能指责后者已被败坏,或是指责前者败坏了他们呢?或者说,对于那些被你认定服从他们乃是美事的人,他们自身怎么可能不是善人呢?好吧。他就是这样在整体层面上向我们赞扬了这些人,述及当时的领袖,发表节日赞辞并订立法律;然而在个别层面上,对于在此处他极力恶语相向的伯里克利,他究竟在何处、又是如何称赞的呢?至于在何处称赞,何须多言?但他是如何称赞的,则必须予以说明: “因为,我想,正是由于结识了这样一位阿那克萨哥拉,他胸中充满了气象之学,并达到了对心灵与理智本性的认识——阿那克萨哥拉正是就这些问题作了长篇大论——他便从那里为言语的技艺汲取了与它相宜的养分。” 因此,他在此作证了两点:修辞术绝非无技艺的盲目经验,而是关乎言语的真正技艺;伯里克利在其中最为卓绝;并且他还补充说明了其缘由。这与责难其为谄媚或仆役之役相去何其深远!由此可见,修辞术绝非因伯里克利的从政实践而显为卑劣,相反,伯里克利在这番话中被明确载明为修辞术中最出类拔萃者。由此看来,他一方面在整体上谴责这些人是仆役和谄媚者,另一方面却又免除了他们的罪责;并且,他谴责他们原本是为了让人觉得雅典未曾出过任何一位贤良的演说家,但随后他又称赞了雅典演说家中的一位——而且此人卷入了与他们全然相同的事业,我指的是阿里斯泰得斯——而且此人必居二者之一:要么正受到不当的称赞,要么表明那些人所遭受的指责本是不当的。不仅如此,在不存在任何好胜之争的别处,他又相继赞扬了他们所有人,并再次单独断言伯里克利在修辞术上已达至尽善尽美。那么,当柏拉图本人投票支持我们所言属实之时,又有谁能公正地对我们发怒呢?因为对于他对这些人所作的指控,我们并未表示认同;而对于我们所赞扬的事物,他本人也是共同的投票赞成者。因此,我们的胜利是双方共同承认的,而他的胜利甚至连他自己这一方都无法成立。他甚至颠倒黑白到了这般地步,竟声称伯里克利在接手雅典人时他们尚算温顺,却把他们变成了更加狂暴、更难相处的人,而且正是针对他本人——他最不愿〔他们如此〕针对的人。怎么会是这样呢,可敬的人?因为如果你的说法是真实的,即他们差点把米勒提阿得斯扔进深坑,那么现在看来情况恰恰完全相反:地米斯托克利接手了最为野蛮的民众,却使他们变得更为温和;至少被陶片放逐,甚至如果你愿意的话,被处以流放,相比于那场大祸而言已是一种幸事。再者,客蒙虽被陶片放逐,却没有被追加流放刑,反而在期满之前就被召回。如此看来,此人所面对的民众更为温和;而伯里克利所遭遇的不幸比这更为温和,他仅仅被罚以金钱,便又恢复了原本的地位与荣衔。由此可见,民众显然是从粗暴和严苛一步步变得愈发温和与顺从,而且伯里克利显然面对的是几乎所有人中最讲情理的民众,并把他们变得比他接手时更为驯顺。对此,姑且让公正的人也是温和的吧,并让荷马作证;因为还应当补充的是:因此他们理所当然地在他生前尊崇他,在他死后思念他,并在受到误导后深感悔悟。因此,连同其他事情值得指出的乃是:在借由我们刚才所示的论据如此明确且公正地赞美了伯里克利之后,他又在别处显得在贬低他。因为他指责阿尔西比亚德与无知同处,并称不仅是他自己……
- 283δεῖν τοὺς μέλλοντας ἀγαθοὺς ἔσεσθαι
承接前一语段末尾所引柏拉图《法律篇》卷三(699c)语句(καὶ ᾗ δουλεύειν ἔφαμεν)的间接引语结构。不定式 δεῖν 依附于 ἔφαμεν,其逻辑主语为宾格短语 τοὺς μέλλοντας ἀγαθοὺς ἔσεσθαι(“那些将要成为善人的人”)。
- 283καὶ δυοῖν θάτερον, ἢ μὴ προσήκοντα ἐπαινούμενον, ἢ ʼκείνους δεικνύντα ἃ μὴ προσῆκεν ἀκηκοότας
紧随前述分词结构(φαίνεται... ἐπαινῶν)的补充成分。δυοῖν θάτερον(“二者择一”)在此作副词性同位成分,引出由 ἢ... ἤ... 构成的两难困境。ἐπαινούμενον(被动)与 δεικνύντα(主动)均为修饰宾格 τὸν Ἀριστείδην(阿里斯泰得斯,与 ἐνεχόμενον 并列)的分词,意指此人“要么正受到不当的称赞,要么表明那些人遭受了不合情理的非难”(ἀκηκοότας 在此取‘听闻/被非难’的被动含义)。
- 284κέρδος παρʼ ἐκείνην τὴν συμφοράν
介词 παρά 接宾格在此表示比较(“相较于那场灾祸”——即米勒提阿得斯险些被扔入深坑的惩罚)。带冠词的不定式短语 τὸ γοῦν ἐξοστρακισθῆναι... 作主语,κέρδος 则作为表语名词。
