← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§281-282

柏拉图自身著作中对四位领袖的赞赏

阿里斯提德引用柏拉图自身赞扬波斯战争功绩及当时雅典政制秩序的文字(出自《美涅克塞努篇》与《法律篇》),论证柏拉图本人已证明了当时领袖与民众皆遵循法律与敬畏之心,实行着富有节制的政治。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§281

Ἕλλησιν εἶναι, καὶ προσέτι γε τῇ ἠπείρῳ πάσῃ, καὶ πάλιν τοὺς τὰ δεύτερα ἐκδεξαμένους ἐγκωμιάζων, τοὺς ἐπʼ Ἀρτεμισίῳ καὶ Σαλαμῖνι ναυμαχήσαντας, καὶ τούς γε εἰς Κύπρον καὶ Παμφυλίαν πλεύσαντας, καὶ βεβαίους τῆς ἐλευθερίας τοῖς Ἕλλησι στήσαντας τοὺς ὅρους, καὶ τοὺς Ἕλληνας αὖ τῆς ἀγνωμοσύνης αἰτιασάμενος τοὺς ἐπὶ τὴν γῆν ἐκείνων στρατεύσαντας, καὶ τοὺς ἑλόντας τοὺς ἡγουμένους αὐτῶν ἐπαινῶν τὰ πρέποντα, καὶ λόγον πανηγυρικὸν διεξιὼν αὐτοκέλευστος ἐπʼ αὐτοῖς, τί ἄλλο οὗτος ἢ τὸν Μιλτιάδην καὶ τὸν Θεμιστοκλέα καὶ τὸν Κίμωνα καὶ τὸν Περικλέα κοσμεῖ τοῖς λόγοις τούτοις; ὅταν γὰρ τὰ πολιτεύματʼ αὐτῶν ἐπαινῇ, πῶς οὐκ αὐτοὺς ἐπαινεῖ; οὐ γὰρ ἐκεῖνό γʼ ἔστιν εἰπεῖν. ὡς ἃ τοῖς πεισθεῖσιν ἀρετῆς ἔχει δείγματα, ταῦτʼ ἐν κακίᾳ χρὴ κατὰ τῶν πεισάντων λαμβάνειν,1 οὐδʼ ὡς τοὺς μὲν διακονήσαντας ὡς ἀγαθοὺς ἄνδρας ἐπαινεῖν, τοὺς δʼ εἰσηγησαμένους ταῦτα καὶ συμβουλεύσαντας διακόνους πειρᾶσθαι τῷ λόγῳ ποιεῖν· οὐδʼ ὧν αἱ προαιρέσεις τῆς ἐλευθερίας τοῖς Ἕλλησιν ἦρξαν, τούτους ὡς ταῖς τῶν πολιτῶν ἐπιθυμίαις ἐδούλευον λέγειν. εἰ μὲν γὰρ ἄλλως ταῦτʼ ἐστὶ λόγου χάρις τε καὶ ἡδονὴ, τί τῆς ῥητορικῆς ταῦτα κατηγορεῖ; καὶ τί τῶν κολάκων εἷς γίγνεται λέγων τὰ ἡδίω πρὸ τῶν ὄντων, καὶ ταῦτα μηδεμιᾶς ἀνάγκης ἐπούσης; εἰ δʼ ἐφʼ ἅπασι δικαίοις καὶ μετὰ τῆς ἀληθείας εἴρηται, τίνι χρὴ μείζονι λῦσαι τὰς βλασφημίας; ἢ τίνα καλλίω ποιήσασθαι μάρτυρα αὐτοῦ Πλάτωνος, ὅταν ἐνταυθοῖ μὲν καὶ παραχρῆμα ἀφιεὶς φαίνηται τῆς αἰτίας αὐτοὺς, ἑτέρωθι δὲ καὶ καθάπαξ ἐγκωμιάζων καὶ τὸν Στησίχορον μιμούμενος τῇ παλινῳδίᾳ; καὶ μὴν καὶ τοὺς νόμους γε τιθεὶς τῶν Μηδικῶν * * ἄλλα τε δὴ περὶ τῆς πολιτείας τῆς κατʼ ἐκείνους τοὺς ῥήτορας ἥκιστα τοῖς τῆς κολακείας ἐγκλήμασι συμβαίνοντα καὶ ὅτι εἰ μὴ τὸ Ἀθηναίων καὶ Λακεδαιμονίων διανόημα ἔσωσε τοὺς Ἕλληνας, τῆς γε ἄλλης Ἑλλάδος οὐδαμῶς ἄν τις εὐσχήμονα κατηγοροίη, δίκαια λέγων καὶ τὰ ὄντα. οὐκοῦν τοῖς γε Ἀθηναίοις εὐσχημόνως ταῦτα ἐπράττετο· εἰ δὲ εὐσχημόνως, καὶ τεταγμένως· εἰ δὲ τεταγμένως, καὶ κοσμίως. κοσμίως ἄρα ἦγον αὐτοὺς οἱ κεκοσμηκότες καὶ οὔτʼ αὐτοὶ ᾤοντο δεῖν λέγειν εἰκῆ οὔτʼ ἐκείνους πράττοντας ὅ τι τύχοιεν περιορᾶν. οὐκ ἄρα χωρὶς σωφροσύνης φόρων καὶ συμμάχων καὶ τῶν τοιούτων ἐνέπλησαν τὴν πόλιν, εἴπερ δεῖ τοῖς Πλάτωνος πείθεσθαι λόγοις καὶ νόμοις. ἔτι δʼ αὐτὸ δείξω σαφέστερον καὶ κατὰ ῥῆμα ἐπεξιών· ἔστι γὰρ οὕτως ἔχοντα ἡμῖν γὰρ κατʼ ἐκεῖνον τὸν χρόνον, ὅτε ἡ Περσῶν ἐπίθεσις τοῖς Ἕλλησιν, ἴσως δὲ σχεδὸν ἅπασι τοῖς τὴν Εὐρώπην οἰκοῦσιν ἐγίγνετο, πολιτεία τε ἦν παλαιὰ καὶ ἐκ τιμημάτων ἀρχαί τινες τεττάρων, καὶ δεσπότις ἐνῆν τις αἰδὼς,2 διʼ ἣν δουλεύοντες τοῖς τότε νόμοις ζῆν ἠθέλομεν. οὐκοῦν ὅταν αἰδουμένους μοι διδῷς αὐτοὺς, ἐπιεικεῖς ἄνδρας εἶναι δίδως. καὶ πρὸς τούτοις δὴ τὸ μέγεθος τοῦ στόλου κατά τε γῆν καὶ κατὰ θάλατταν γενόμενον φόβον ἄπορον ἐμβαλὸν δουλείαν ἔτι μείζονα ἐποίησεν ἡμᾶς τοῖς τε ἄρχουσι καὶ τοῖς νόμοις δουλεῦσαι. εὖ γε, ὦ φίλτατε Ἑλλήνων. τόν τε γὰρ δῆμον οἷς μάλιστα προσήκει δουλεῦσαι λέγεις ἄρχουσι καὶ νόμοις, τούς τε προεστηκότας αὐτῶν ἄρχειν καὶ κρατεῖν, οὐ κολακεύειν οὐδὲ ἄρχεσθαι. καὶ διὰ ταῦτα πάνθʼ ἡμῖν ξυνέπεσε πρὸς ἡμᾶς αὐτοὺς σφοδρὰ φιλία. ταῦτα πάνθʼ ὡς ἀληθῶς εὐφημίας μεστὰ καὶ κατὰ τοῦ δήμου καὶ κατὰ τῶν προεστηκότων. ἔπειτα προελθὼν ἐπὶ δὲ τῆς ἐλπίδος φησὶν ὀχούμενοι ταύτης εὕρισκον καταφυγὴν αὑτοῖς εἰς αὑτοὺς μόνους εἶναι καὶ τοὺς θεούς. οὐκοῦν ἐσωφρόνουν πάντες γε, ὡς ἔγωγε οἶμαι, μᾶλλον. ταῦτʼ οὖν αὐτοῖς πάντα φιλίαν ἀλλήλων ἐποίει, ὁ φόβος ὁ τότε παρὼν ὅ τʼ ἐκ τῶν νόμων τῶν ἔμπροσθεν γεγονὼς, ᾧ δουλεύοντες τοῖς ἔμπροσθεν νόμοις ἐκέκτηντο, ἣν αἰδῶ πολλάκις ἐν τοῖς ἄνω λόγοις εἴπομεν, καὶ ᾗ δουλεύειν ἔφαμεν

……对希腊人乃至对整个大陆而言皆是如此;并且他又赞扬了接续承担第二阶段功业的人,即在阿耳忒弥西昂和萨拉米斯进行海战的人,以及远航至塞浦路斯和潘菲利亚、为希腊人牢固确立自由边界的人;另一方面,在谴责那些进军彼等人领土的希腊人之昏聩的同时,对俘获其将领之人给予了恰如其分的赞誉,并主动为他们发表了节日赞辞——此人除了用这些言辞荣耀米勒提阿得斯、地米斯托克利、客蒙和伯里克利之外,还在做什么呢?因为当他赞扬他们的从政功绩时,岂能不是在赞扬他们本人?决不能这样说:那些对受说服者而言作为美德证据的事物,对于实施说服的人而言却必须当作恶行来看待;也不能说,应当把具体执行者当作良善之人加以赞扬,却在言论中企图把倡导并谋划这些事业的人降为仆役;更不能说,那些其抉择为希腊人开启了自由之路的人,竟是在屈从于公民们的欲望。因为,倘若这些言辞无非是说话时的悦耳与快感,那他为何还要据此控告修辞术呢?他又为何要在毫无强迫的情况下,偏好悦耳之言甚于事实,从而沦为谄媚者之一呢?但倘若这是在完全公正且符合实情的情况下道出的,那么理当用何种更重大的理据来消解那些诽谤之词呢?或者,当柏拉图显而在此时此地免除其罪名,而在别处又彻底予以赞颂、在翻悔诗中模仿斯忒西科罗斯之时,还有谁能比他本人更适合作为证人呢?更有甚者,当他在订立有关波斯战争的法律时……并述及在那几位演说家时期的城邦政制中极难与谄媚罪名相符的其他情况,且称若非雅典人与拉刻代蒙人的坚定意志拯救了希腊人,任谁也绝不能体面地评价其余的希腊时,他所说的乃是公正且属实的话。 由此可见,至少对雅典人而言,这些事情是体面地完成的;而若是体面地完成的,也就是有秩序地完成的;若是秩序井然地完成的,也就是严谨规矩的。由此可知,那些整饬引导他们的人是以规矩引领他们的,既不认为可以随意发言,也不放任公民们妄意行事。因此,倘若必须遵信柏拉图的言论与法律,他们就绝非在缺乏节制的情况下以贡税、盟友及诸如此类的事物充斥了城邦。通过逐字逐句的考察,我将更清楚地证明这一点;因为原文正是这样说的: “因为对我们而言,在那个波斯人向希腊人发起进犯——或许说向几乎所有居住在欧洲的人发起进犯——的时代,既有古老的政制,也有基于四个财产阶层的若干职位,并且存在着某种居于主宰地位的敬畏,由于这种敬畏,我们甘愿服从当时的法律而生活。” 因此,当你向我承认他们心怀敬畏时,你也就是承认了他们是合情合理的雅善之士。 “不仅如此,陆上与海上军备的庞大规模带来了无从摆脱的恐惧,造成了我们要对统治者和法律服从更大的管束。” 太妙了,最可亲爱的希腊人!因为你说民众服从了他们最应当服从的对象——统治者与法律,而那些领导者则是统治与掌控,而非谄媚或受制于人。 “由于这一切,在我们自身之间产生了极其深厚的友谊。” 这一切无论针对民众还是针对领导者,都确确实实充满了赞誉。随后继续前进,“乘着这种希望,”他说,“他们发现对他们而言避难所唯在于他们自身以及诸神。” 因此依我之见,他们全都更为节制。 “故而这一切在他们彼此之间造就了友谊:即当时存在的恐惧,以及源自先前法律的恐惧——他们通过服从先前的法律而获得了这种恐惧,即我们在上文的论述中屡次提到的、且我们曾说服从于它的那种敬畏……”

语法注3 条
  1. 281οὐ γὰρ ἐκεῖνό γʼ ἔστιν εἰπεῖν. ὡς ἃ τοῖς πεισθεῖσιν ἀρετῆς ἔχει δείγματα, ταῦτʼ ἐν κακίᾳ χρὴ κατὰ τῶν πεισάντων λαμβάνειν

    属于 οὐκ ἔστιν εἰπεῖν ὡς...(“决不能说……”)的否定句式。开头的否定词统摄后接的由 ὡς 引导的三个并列从句/不定式逻辑,将“受说服者的美德证据当成说服者的恶行”、“赞扬执行者却将倡导者贬为仆役”、“称确立自由者为公民欲望的奴隶”这三点均作为荒谬结论予以否定。

  2. 282ἡμῖν γὰρ κατʼ ἐκεῖνον τὸν χρόνον... δεσπότις ἐνῆν τις αἰδὼς

    直接引用自柏拉图《法律篇》第三卷(698b)。名词 αἰδώς(“敬畏”、“羞耻心”)与同位/表语性的 δεσπότις(“女主人”、“主宰”)连用而被拟人化,意为“存在着某种作为女主人的敬畏”。阿里斯提德抓住这一措辞,以此作为当时雅典人是秉持节制之良善者的直接证据。

  3. 281ὁ γὰρ τοὺς Μαραθῶνι προκινδυνεύσαντας ἐπαινῶν εἰς ἀρετὴν καὶ φάσκων πατέρας τῆς ἐλευθερίας τοῖς Ἕλλησιν εἶναι... τί ἄλλο οὗτος ἢ τὸν Μιλτιάδην καὶ τὸν Θεμιστοκλέα καὶ τὸν Κίμωνα καὶ τὸν Περικλέα κοσμεῖ τοῖς λόγοις τούτοις;

    这是一个长周期句,承接上一段落末尾的分词主语短语 ὁ ... ἐπαινῶν,接连并列了多个分词短语(φάσκων, ἐγκωμιάζων, αἰτιασάμενος, ἐπαινῶν, διεξιών),最终在主句 τί ἄλλο οὗτος ἢ ... κοσμεῖ(“此人除了……还在做什么呢?”)中收拢。句子的核心结构是一个反问式的断定:凡是赞扬这些战功的人,必然就是在赞扬这四位政治家。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:281-282