- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:279-280
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说家指出梭伦并非以诗歌而是以修辞术和立法使当代及后世公民变好,并通过指出阿里斯提德同样遭受陶片放逐的事实,揭露柏拉图贬损四位政治家却单单赞扬阿里斯提德的自相矛盾。
εἰκός. καίτοι Σόλων τὰ μὲν εἰς Μεγαρέας ἔχοντα ᾆσαι λέγεται, τοὺς δὲ νόμους οὐκ ᾖδε περιιὼν, οὐδὲ τοὺς λόγους τοὺς ὑπὲρ τῶν εὐπόρων πρὸς τὸν δῆμον, οὐδὲ τοὺς ὑπὲρ τῶν πολλῶν πρὸς τοὺς πλουσίους οὐκ ᾖδεν, οὐδʼ ὅσα ἄλλα ἐπολιτεύετο, οὐκ ᾁδων1 οὐδʼ ἐν μέτροις ἐπολιτεύετο, ἀλλὰ τῷ τῆς ῥητορικῆς τύπῳ καθαρῶς χρώμενος, ἐν οἷς ἅπασι κάλλιστα ἐπέδειξεν ὅτι τῷ γε ὀρθοτάτῳ τῶν λόγων αὐτὸς ἂν εἴη ῥήτωρ καὶ σοφὸς, ἀμφοτέρας γοῦν ἔσχε τὰς ἐπωνυμίας τε καὶ δυνάμεις, καὶ ὅτι γε ἡ ῥητορικὴ καὶ ἡ νομοθετικὴ τῆς αὐτῆς εἰσι φύσεως. ἀλλʼ οὐ μὰ Δίʼ οὐχ ἡ ῥητορικὴ τοσούτῳ χείρων τῆς νομοθετικῆς ὥστε τοῦ δευτέρου καὶ χείρονος εἴδωλον εἶναι κατεψευσμένον. καὶ μὴν εἰ τῶν ἄλλων μηδεὶς μηδένα τῶν ἐφʼ αὑτοῦ βελτίω ποιήσας φαίνεται, Σόλων γε καὶ τοὺς μέλλοντας Ἀθηναίων ἔσεσθαι φαίνεται βελτίους εἰς ὅσον ἐξῆν πεποιηκὼς, καὶ ταῦτά γε ἃ μάλιστα Πλάτων σπουδάζει. νομίμους γὰρ καὶ δικαίους καὶ τάξιν σώζοντας ἠξίωσε ποιῆσαι τὸ καθʼ αὑτόν. οἶμαι δʼ οὐκ Ἀθηναίους μόνον, ἀλλὰ καὶ πολλοὺς ἄλλους τῶν Ἑλλήνων, οἳ τοῖς ἐκείνου χρῆσθαι νόμοις ἔγνωσαν. εἶτα τούτου μὲν οὐ μέμνηται Πλάτων, ἑτέρους δʼ ἐξετάζει τινάς. καὶ τὸν μὲν Ἀριστείδην ἐπαινέσας, γεγόνασιν, ἔφη, καὶ ἄλλοι, καὶ τοσοῦτον ἀρκεῖν ἡγήσατο προσθεῖναι· ἐπʼ ἐκείνων δʼ οὐ ταυτὸν τοῦτʼ ἐποίησεν, οὐδʼ εἰ μηδʼ οἷός τʼ ἦν κατασχεῖν ἑαυτὸν, ἕνα τινʼ αὐτῶν κακῶς εἰπὼν ἀπηλλάγη, ἀλλὰ πάντων ἐφεξῆς κατέδραμε. καίτοι τί τὸ κωλῦον ἦν ὥσπερ ἐνταῦθα ἑνὸς μνησθεὶς τοὺς ἄλλους παρῆλθεν, οὕτω κἀκεῖ μὴ πάντας κακῶς λέγειν ὀνομαστί; νῦν δʼ ὥσπερ ὡς ἀληθῶς τέταρτον μόριον τῇ πολιτικῇ νέμων παρὰ τὴν κολακείαν2 ἑνὸς μὲν ἐπʼ εὐφημίᾳ, τεττάρων δʼ ἐπὶ τοῖς ἑτέροις ἐμνημόνευσεν. ὅτι τοίνυν οὐδʼ ὃν ἐπῄνεσεν οὐδαμῶς ἐν καιρῷ τοῖς λόγοις ἐπῄνεσε τοῖς ἑαυτοῦ, ἀλλὰ κἀνταῦθα οὗ ἥκιστα αὐτῷ συνέφερεν ἐμνημόνευσεν, ὑπερβολὴ μὲν εἶναι δόξει τις, ὅμως δʼ ἔγωγε καὶ τοῦτο οὐ χαλεπῶς οἴομαι δείξειν. κατηγόρηκε γὰρ τοῦ Μιλτιάδου καὶ Κίμωνος καὶ Θεμιστοκλέους δὴ καὶ Περικλέους, ὅτι τῷ δήμῳ προσέκρουσαν, καὶ μέγιστον τοῦτο σύμβολον πεποίηται τοῦ μηδὲν βελτίους ὑπʼ αὐτῶν Ἀθηναίους γεγονέναι, προσῆκον,3 εἴπερ γε ἦσαν αὐτοὶ δίκαιοι καὶ δικαίους ἐποίουν. τὸν δὲ Ἀριστείδην ἐπῄνεκεν ὡς καλὸν κἀγαθὸν καὶ δίκαιον. φαίνεται δὲ καὶ οὗτος οὐδὲν πρᾳοτέρων τῶν Ἀθηναίων τυχὼν εἰς αὑτὸν, ἀλλὰ καὶ αὐτὸς ἐξοστρακισθεὶς εὖ καὶ καλῶς, καὶ νὴ Δίʼ, ὡς ἐγᾦμαι, πρότερος μὲν τοῦ Κίμωνος, πρότερος δὲ καὶ τοῦ Θεμιστοκλέους. ἑλοῦ δὴ κἀνταῦθα ὁπότερον βούλει δυοῖν. εἰ μὲν γὰρ ἐκ τῶν συμφορῶν δεῖ τοὺς ἄνδρας θεωρεῖν, κἂν ὁ δῆμός του καταψηφίσηται, φαῦλον εὐθέως ἡγεῖσθαι, οὐδὲν βελτίων ἐκείνων οὗτος· οὐδὲ γὰρ αὐτὸς ἀθῶος φαίνεται διαφυγὼν, ἀλλὰ ταὐτὰ παθὼν ἐκείνων ἐνίοις· εἰ δʼ αὖ μηδὲν κωλύει τὸν Ἀριστείδην χρηστὸν νομίζεσθαι, μηδʼ εἰ πολλάκις ἐξωστρακίσθη, τί λέγεις κατʼ ἐκείνων ὡς ἰσχυρὸν τὸ προσκροῦσαι; τὸ γὰρ αὐτὸ δίκαιον ἐπʼ ἀμφοῖν, καὶ οὐδʼ αὐτὸς ἐκεῖνος ἄλλως ἂν, εἰ περιῆν, ἔφη, δίκαιός γε ὢν, ὡς σὺ φῄς. ἢ τοίνυν καὶ τοῦτον ψέγειν ἢ μηδʼ ἐκείνους αἰτιᾶσθαι προσῆκον ἐκ τῶν αὐτῶν δείκνυται. ὡς τοίνυν καὶ πάντας ἐπαινεῖ λαμπρῶς καὶ οὐ μόνον ἐξ ὧν τῆς αἰτίας ἀφῆκεν αὐτοὺς ἣν ᾐτιάσατο, οὐδʼ ἐξ ὧν τῷ γε Ἀριστείδῃ τὴν πρέπουσαν εὐφημίαν ἀπέδωκεν, οὐδὲν κύριόν ἐστι τῶν βλασφημιῶν, ἀλλὰ καὶ ἐξ ὧν ἄντικρυς ταὐτὰ ἐμοὶ φθέγγεται, περὶ τούτων βραχὺς ἀρκέσει μοι λόγος. ὁ γὰρ τοὺς Μαραθῶνι προκινδυνεύσαντας ἐπαινῶν εἰς ἀρετὴν καὶ φάσκων πατέρας τῆς ἐλευθερίας τοῖς
……也不合情理。然而,据说梭伦虽然曾吟唱有关墨伽拉人的诗作,但并未四处吟唱他的法律,既未曾以歌唱发表代表富人面向民众的演说,也未曾以歌唱发表代表大众面向富人的演说;在所有其他从政活动中,他也绝非通过歌唱或依循韵律来施政,而是纯粹运用修辞术的形式。在所有这些作为中,他极其优美地证明了:依据最正确的论理,他本人既是一位演说家,也是一位智者——至少他兼具这两种称号与能力——而且修辞术与立法术具有相同的本性。但凭宙斯起誓,修辞术决非比立法术低劣到竟成为那第二等且更低劣之物的伪造幻影。再者,即便其他人看起来都未能使自己的任何同代人变得更好,梭伦至少显然在尽可能大的程度上,连雅典人后世的子孙都使之变得更好了,并且正是在柏拉图最为关切的事情上做到了这一点。因为他认为理应尽己所能使他们守法、公正并维持秩序。我认为不仅雅典人如此,许多其他决意采用其法律的希腊人亦是如此。然而柏拉图却并未提及此人,反而审视起其他某些人来。在赞扬阿里斯提德时,他说“也曾有过其他人”,并认为补充这么一句便已足够;但在对待那些人时,他却没有做同样的事,哪怕他根本无法克制自己,也未曾只贬损其中一人便就此作罢,而是接连攻击了所有人。然而,正如他在此处提及一人而略过其余人那样,究竟有什么阻碍他在彼处也不指名道姓地贬损所有人呢?可如今,他宛如真正要在谄媚之外给政治术分配四分之一的份额一般,提及了一人加以赞誉,却提及了四人加以诋毁。因此,他即便对自己所称赞的那个人,在其自身论证中也绝非在适宜的时机加以称赞,而恰恰是在对自己最不利的地方提及了他;这听起来或许有些夸大其词,但我认为自己不难证明这一点。因为他控告米勒提阿得斯、客蒙、地米斯托克利以及伯里克利与民众发生了冲突,并以此作为雅典人并未因他们而变得更好的最大证据——倘若他们自己是公正的且使他人变得公正,原本理当如此。然而他却赞扬阿里斯提德是兼具美德与公正之人。但显而易见的是,阿里斯提德本人在雅典人那里也未曾获得丝毫更为宽厚的对待,他自己同样彻彻底底遭到了陶片放逐;凭宙斯起誓,依我之见,甚至比客蒙更早,也比地米斯托克利更早。那么在此处,两者之中请任选其一吧。因为倘若必须依据遭遇的不幸来审视人,且一旦民众对某人投票定罪就立刻判定其低劣,那么此人决不比那些人更优秀;因为他自己显然也未能安然幸免,而是遭受了与其中某些人相同的境遇。反之,倘若即便多次遭到陶片放逐也完全不妨碍阿里斯提德被视为良善之人,那么你为何还要针对那些人把与民众冲突当作强有力的证据呢?因为同样的公正标准适用于双方;而若是他活到今日,既然如你所言他是公正的,他自己也绝不会说出别样的话来。由此,根据相同的理据足以证明:要么应当连此人一并谴责,要么就不该控告那些人。至于说他也极力赞扬了所有人,且不仅根据他撤销对他们所加罪名的理据,也不仅根据他给予阿里斯提德应有赞誉的理据,其诋毁之词全然无效,而且根据他公然吐露与我完全相同之见解的理据也是如此,关于这些,我只需简略一谈即可。因为,那位在美德方面赞扬在马拉松率先冒死奋战之人、并称他们为自由之父的人……
- 279οὐκ ᾖδε... οὐδὲ... οὐκ ᾖδεν... οὐκ ᾁδων
连续使用否定词 οὐ 与 οὐδέ 的否定强调句式。以此极力强调梭伦除了有关墨伽拉的劝诱诗之外,在制定法律以及调解各阶层的政治演说中,绝未使用任何“歌唱(诗歌)”,而是完全依赖于修辞术的散文形式。
- 279τέταρτον μόριον τῇ πολιτικῇ νέμων παρὰ τὴν κολακείαν
戏仿柏拉图《高尔吉亚篇》(463b-465d)中关于“政治术与谄媚术”之划分的讽刺表达。柏拉图赞誉阿里斯提德一人(代表真正的政治术),却贬损其他四人(归为谄媚),演说家在此借用人数比例(1对4)调侃柏拉图仿佛是在谄媚之外给真正的政治术硬分出四分之一的份额。
- 280προσῆκον
非人称动词(προσήκει)的中性单数宾格分词所构成的独立宾格结构(accusative absolute)。伴随条件从句 εἴπερ γε ἦσαν...,表示柏拉图一侧的假定逻辑:“倘若他们自己是公正的并使他人成为公正之人,(民众保持温和且不发生冲突)原本理当如此”。
