← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§277-278

以尼客阿斯与梭伦为例证明真正的演说家

作者驳斥了苏格拉底(柏拉图)在攻击修辞术时,对尼客阿斯与梭伦等不迎合民众、尽力追求至善的政治家的功绩进行不公的忽视与曲解。作者进而借用柏拉图自身将诗歌视为剥离韵律的演说之论点,证明梭伦确是一位真正卓越的政治演说家。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§277

ἀγαθὸς γεγενημένος, ἅμα δʼ ὡς καὶ ἄλλοθι τοιοῦτοι γεγόνασι μαρτυρεῖν, καὶ προσμαντεύεσθαί γε ὅτι καὶ γενήσονται. ἴσως δʼ ἄν τις κἀκεῖνο θαυμάσειεν, ὅτι τέτταρας μὲν ἐφεξῆς εἶπε κακῶς, καὶ ταῦτα τῶν Ἑλλήνων οὐ τοὺς φαυλοτάτους, ἑνὸς δὲ πρὸς εὐφημίαν ἐμνήσθη μόνου, καὶ παρῆλθε μὲν, Νικίαν τὸν Νικηράτου, καὶ ταῦτα τῶν ἐφʼ αὑτοῦ ῥητόρων ὄντα, ὅτι μὴ καὶ τούτου πρὸς διαβολὴν μᾶλλον ἐμνημόνευσεν ἐν ᾧ γʼ ἐμνημόνευσε μέρει τοῦ λόγου.1 οὐ γὰρ τῆς γε πολιτείας αὐτοῦ λόγον οὐδένα ἐποιήσατο. καίτοι Νικίας οὕτως ἦν πόρρω τοῦ πρὸς ἡδονὴν τοῖς πολίταις δημηγορεῖν καὶ τοῦ τὰς ἐπιθυμίας συναύξειν αὐτοῖς, ὥστε κρατοῦντας μὲν τῷ προτέρῳ πολέμῳ Λακεδαιμονίων τοσοῦτον ἔπεισεν εἰρήνην ποιήσασθαι καὶ μηδὲν πλέον ζητεῖν, πάλιν δὲ τινῶν τῶν Σωκράτους μὲν ἀκηκοότων πολλὰ δὴ καὶ πολλάκις περὶ τούτων, πειθομένων δʼ οὐ πάνυ τοῖς ἐκείνου λόγοις, ἐναγόντων2 Ἀθηναίους πλεῖν εἰς Σικελίαν καὶ πράγμαθʼ αἱρεῖσθαι πρὸς ἅπαντας ἀνθρώπους, ἁπάσας ἠφίει φωνὰς, ἀντιλέγων ὑπὲρ τοῦ βελτίστου καὶ διαμαχόμενος ὡς οἷά τις ἂν τῶν ἐπʼ ἔσχατον ἡκόντων φιλοσοφίας. εἰ δὲ τοὺς μὲν ὡς τῷ δήμῳ προσκειμένους κόλακας προσεροῦμεν, τοῖς δʼ ὡς ὀλιγαρχικοῖς ἐπιτιμήσομεν οὑτωσὶ διʼ ἀπορρήτων, καὶ τὰ μὲν οὐκ ὄντα ἐλέγχειν πειρασόμεθα, διʼ ὧν δʼ ἐλεγχόμεθα ἑκόντες παραλείψομεν, οὐκ ἔστιν ὅπως οὐ λαβήν τινι τῶν ῥητόρων δώσομεν. χρῆν μὲν οὖν ἴσως καὶ Νικίαν εἶναί τι συγχωρῆσαι, κἂν εἰ μὴ ἐπαινεῖν αὐτὸν ἐβούλετο, οὑτωσὶ μεμνημένον, αἰσχυνθῆναί τε παρʼ αὐτῷ καὶ τὴν πολιτείαν αὐτοῦ νομίσαι τοῖς κατὰ πάντων λόγοις ἐμποδὼν εἶναι. εἴτε γὰρ καὶ τοῦτον ἃ τοὺς ἄλλους ἔψεγεν οὐκ ἀληθῆ λέγων ἂν ἐφαίνετο εἴτʼ οὐδὲν ἔχων τοῦτον αἰτιάσασθαι πάντας ὁμοίως ἔλεγε κακῶς, οὐδʼ οὕτως ἀληθὴς ὁ λόγος. καὶ μὴν ὅτι καὶ τοῦτον κακῶς εἴρηκε δῆλον. ἔστι γὰρ εἷς τῶν ἐπʼ ἐκείνου ῥητόρων, τούτους δʼ ἅπαντας εἴρηκε δή που κακῶς. εἰ δʼ ἄρα καὶ τὸν Νικίαν εὐκαταφρόνητον ἡγεῖτο, ἀλλʼ οὐχ ὅ γε δή που Σόλων ἐλάνθανεν αὐτὸν ὅσου τινὸς ἄξιος γένοιτο ἐπὶ τῶν προτέρων τῇ πόλει. οὐ γὰρ καὶ περὶ ἐκείνου γʼ ἔμελλεν ἐρήσεσθαι τίνα βελτίω τῶν δούλων ἢ τῶν ἐλευθέρων ἐποίησεν, οὐδʼ ὡς ἄνευ τάξεως καὶ κοσμιότητος τὴν πόλιν φόρων καὶ φλυαριῶν ἐνέπλησεν ὀνειδιεῖν. ἀλλʼ εἰ μὴ ἐκεῖνος αὐτοὺς νομίμους καὶ κοσμίους ἐκ τῶν δυνατῶν ἐποίησεν, ἄλλος γέ τις ἂν δόξειεν. ἐκεῖνος μέντοι παρὸν αὐτῷ στασιαζούσης τῆς πόλεως ὁποτέρων βούλοιτο προστάντι τυραννεῖν, ἀπεχθάνεσθαι μᾶλλον ἀμφοτέροις εἵλετο ὑπὲρ τοῦ δικαίου· καὶ τῶν μὲν πλουσίων ὅσον καλῶς εἶχεν ἀφεῖλε, τῷ δήμῳ δʼ οὐκ ἔδωκεν ὅσον ἐβούλετο, ἔστη δʼ ἐν μεθορίῳ πάντων ἀνδρειότατα καὶ δικαιότατα, ὥσπερ τινὰς ὡς ἀληθῶς ἐκ γεωμετρίας περιγραπτοὺς φυλάττων ὅρους· καὶ οὔτε φόβος τῶν ἰσχυροτέρων οὔτε τιμὴ παρὰ τῶν πολλῶν οὔτʼ ἄλλο τοιοῦτον οὐδὲν προηγάγετο αὐτὸν, οὐδʼ ἐξέστησεν, οὐδʼ ἐπῆρε παρʼ ἃ βέλτιστα ἡγεῖτο πρᾶξαί τι. οὕτως οὔτʼ αὐτὸς ᾤετο δεῖν τοῦ ἰδίου ἕνεκα τοῦ αὑτοῦ δημηγορεῖν καὶ τοῦ τοῖς ἄλλοις ἀποπιμπλάναι τὰς ἐπιθυμίας παμπληθὲς ἀπεῖχε. καίτοι τί φησι Πλάτων; εἰς τοὺς ποιητὰς αὐτὸν τιθέναι.3 νὴ Δία τῶν τριμέτρων ἕνεκα καὶ τῶν ἐλεγείων. ἔστω ταῦτα. σὺ τοίνυν αὐτὸς φῂς ὅτι εἴ τις τῆς ποιήσεως περιέλοι τὸ μέτρον καὶ τὸν ῥυθμὸν, δημηγορία δὴ τὸ λειπόμενόν ἐστιν. ὥστʼ εἰ καὶ μηδεπώποτʼ ἐφθέγξατʼ ἐπὶ τοῦ βήματος, τὰ δὲ ποιήματα ᾖδε μόνα, κατά γε σὲ καὶ τὴν σὴν ψῆφον ἐδημηγόρει. ἢ πρὸς θεῶν ἂν μέν τι δέῃ κακῶς εἰπεῖν ἐκ ποιητικῆς ῥητορικὴν, ἕν τι καὶ ταυτὸν εἶναι φήσομεν, ἢ μικρόν τι διαλλάττειν, ὅταν δʼ ὡς ἀληθῶς οἱ ποιηταὶ ῥητορεύωσι καὶ τὰ βέλτιστα καὶ τὰ χρησιμώτατα ἀκούειν λέγωσιν, ἄλλο τι τοῦτʼ ἤδη φήσομεν εἶναι καὶ διαφέρειν πολλῷ τινι; οὔκουν δίκαιόν γε οὐδʼ

……没有任何雅典公民曾成为善人,同时却又作证说在别处曾有过这样的人,甚至还预言将来也必定会有。 也许有人还会对此感到惊奇:他连续贬损了四个人,而且这些人决非希腊人中最微不足道之辈,却只怀着赞誉提及了一人;并且略过了尼客拉托斯之子尼客阿斯——尽管他也是同时代的演说家之一——只不过在他言论中确实提到此人的那个段落里,他也毋宁是为了加以诋毁而提及他的。因为关于他的治国之策,他根本未作任何论述。然而,尼客阿斯距离为了取悦公民而发表演说以及助长他们的欲望是何等遥远,以至于在前一次战争中雅典人战胜拉凯达伊蒙人时,他极力劝说他们媾和且不再贪求更多;另一方面,当某些虽曾多次详加聆听苏格拉底论及这些事、却并未完全信服其言论的人煽动雅典人远征西西里、与天下所有人为敌时,他发出了所有反对的声音,为了至善而反驳并竭力抗争,其作为正如任何一位达到哲学顶峰之人所能展现的那样。倘若我们一方面将依附民众者称为谄媚之徒,另一方面又以这种隐晦的方式指责其他人为寡头分子,一方面企图驳斥并不存在的事物,另一方面却故意略去那些足以驳倒我们自身的事实,那么我们就绝不可能不给演说家留下攻击的把柄。因此,即便他不想赞扬尼客阿斯,既然如此提到了他,或许也理应承认他具有某种价值,在他面前感到羞愧,并认为他的治国之术是对全盘否定之论调的阻碍。因为,倘若他也用指责其他人的罪名来指责此人,他就会显出言不符实;倘若在此人无可指责的情况下,他仍然一律贬低所有人,那么其论述同样是不真实的。况且,他确实贬低了此人,这也是显然的。因为他是那时的演说家之一,而他无疑把那些人全盘贬损了。即使他当真认为尼客阿斯不足挂齿,但梭伦在更早的时代对城邦有多大价值,想必绝不会避开他的注意。因为关于梭伦,他总不至于也去盘问到底让哪一个奴隶或自由人变得更好,也不至于责难他未加整饬与规范就让城邦充斥着贡税与废话。倘若连那个人都没能竭尽所能使公民遵纪守法、彬彬有礼,那倒会有别的什么人被认为做到了这一点吧。然而,当城邦发生内讧之时,梭伦本可以通过成为他所愿意带领的任意一方的首领而实行僭主统治,他却宁愿为了正义而同时招致两方的怨恨;他从富人那里剥夺了合宜的部分,却并未给予民众其所渴望的一切,而是以最勇敢、最公正的姿态挺立于分界线上,宛如守护着真正依几何学划分的疆界;无论是对强者的恐惧,还是来自大众的荣耀,抑或任何其他此类事物,都未能引诱他、动摇他,或促使他做出违背他认为至善之事的任何举动。由此可见,他既不认为应当为了私利而面向公众演说,也决不迎合满足他人的欲望。然而,柏拉图是怎么说的呢?他说要把梭伦归入诗人之列。凭宙斯起誓,这是由于他的三音步诗和哀歌体!姑且算作如此吧。但你自己就说过,倘若有人剥离了诗歌的节拍与韵律,剩下的无非就是面向大众的演说。因此,即便他从未在讲坛上发过一次言,而仅仅吟唱他的诗作,按照你本人的说法和你的裁决,他也是在进行公众演说。难道指望诸神作证,每当需要借助诗艺来贬损修辞术时,我们就断言两者为一回事或仅有些微差异,而一旦诗人们真正运用修辞术、说出最善且听来最有用的话语时,我们就要宣称这已是另一回事且大相径庭了吗?这决非公正,也决不……

语法注3 条
  1. 277ὅτι μὴ καὶ τούτου πρὸς διαβολὴν μᾶλλον ἐμνημόνευσεν ἐν ᾧ γʼ ἐμνημόνευσε μέρει τοῦ λόγου

    由阿提卡习语 ὅτι μὴ(“只不过 / 除了……之外”)引导的从句对动词 παρῆλθε(略过)加以限定。作者指出,苏格拉底在《高尔吉亚篇》(472a)中除了在提及献祭(三脚鼎)的语境下略带诋毁地提到尼客阿斯之外,对其卓越的治国之策(πολιτεία)只字不提、径直略过。

  2. 277τινῶν τῶν Σωκράτους μὲν ἀκηκοότων πολλὰ δὴ καὶ πολλάκις περὶ τούτων, πειθομένων δʼ οὐ πάνυ τοῖς ἐκείνου λόγοις, ἐναγόντων

    属格独立结构,主语 τινῶν 受到两个形成转折对照的分词(ἀκηκοότων 与 πειθομένων)修饰,共同支配动词分词 ἐναγόντων。此处暗指阿尔基比亚德等人,他们虽然屡次聆听苏格拉底的谈话,却不从其言,反而煽动远征西西里,以此与尼客阿斯出于哲学至善的坚定反对形成鲜明对照。

  3. 278εἰς τοὺς ποιητὰς αὐτὸν τιθέναι

    在间接引语中作 τί φησι Πλάτων 宾语的“带对格的不定式”结构。作者在引用柏拉图将梭伦归类为诗人而非政治家/演说家的说法后,反用柏拉图自身在《高尔吉亚篇》(502c)中的定义(诗歌抽去节拍即是公众演说),一针见血地揭露其企图将梭伦排除在演说家之外的自相矛盾。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:277-278