- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:275-276
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者揭露了柏拉图在《高尔吉亚篇》中将修辞术分裂为追求至善与追求享乐之二重结构的逻辑破绽,并指出柏拉图一方面坚称无人见过高尚的修辞术,另一方面却又赞美阿里斯泰德,陷入了严重的自相矛盾。
δήμοις, χαρίζεσθαι αὐτοῖς πειρώμενοι μόνον, εἰ δέ γε βελτίους ἔσονται ἢ χείρους διὰ ταῦτα οὐδὲν φροντίζουσιν; ἐχρῆν γὰρ αὐτὸν εἰ τὰ μάλιστʼ ἐβούλετο τὴν ῥητορικὴν κακῶς λέγειν, τό γʼ ἐρώτημα φυγεῖν, διπλοῦν ὂν τῷ μέλλοντι ὑπολήψεσθαι,1 καὶ καθάπερ τὰ παραδείγματα ἁπλῶς οὑτωσὶ περαίνειν· λέγω τὸ τοῦ κυβερνήτου καὶ τοῦ μηχανοποιοῦ καὶ τἄλλα. νῦν δʼ οὔτʼ ἐκ τῶν ἑτέρων ἀναγκαίας οὔσης τῆς ἀποκρίσεως οὔτε κατʼ ἀμφότερα ἁλωσίμου, σχίζει τὴν ὑπόθεσιν καὶ δίδωσι τὰ δεύτερα τῷ Καλλικλεῖ ἀμέλει καὶ λέγει οὐχ ἁπλοῦν ἔτι τοῦτʼ ἐρωτᾷς. εἰσὶ μὲν γὰρ οἳ κηδόμενοι τῶν πολιτῶν λέγουσιν ἃ λέγουσιν, εἰσὶ δὲ καὶ οἵους σὺ λέγεις. νὴ Δίʼ, εἴποι τις ἂν, αὐτὸ γὰρ τοῦτο προθυμεῖ, τὸ δεῖξαι καὶ διελέσθαι διττὸν εἶναι τὴν ῥητορικὴν, τὴν μὲν ὑπὲρ τοῦ βελτίστου, τὴν δὲ πρὸς ἡδονήν. ἐγὼ δʼ εἰ μέν ἐστι διπλοῦν ἡ ῥητορικὴ ἢ μὴ τότε δεῖν οἰήσομαι ζητεῖν, ὅταν καὶ τὴν φιλοσοφίαν εἰ διπλοῦν ἐστιν ἐπισκοπώμεθα καὶ τήν γε ἰατρικὴν καὶ τὴν κυβερνητικὴν, διὰ τοὺς ἐφʼ ἑκάστῃ τῶν ἐπιστημῶν τοῦ δέοντος ἁμαρτάνοντας. πολλὰ δʼ ἂν φαίην, πρῶτον μὲν ὅτι οὐχ οὕτως ἐλέγετο ἐν τοῖς λόγοις τοῖς πρὸς Πῶλον, ἀλλʼ ἁπλῶς οὑτωσὶ πολιτικῆς μορίου εἴδωλον ἤκουεν ἡ ῥητορική· ἔπειθʼ ὅτι εἰ τὰ μάλιστα διπλοῦν ὑπελάμβανε τὴν ῥητορικὴν, οὐκ ἐν οἷς γε λόγοις κακῶς αὐτὴν λέγειν προῄρητο, ἐν τούτοις προσῆκεν ἐπαινοῦντα φαίνεσθαι, οὐδʼ ἐξ ὧν ἤλεγχεν ἀφιέναι. χωρὶς γάρ ἐστι διπλοῦν εἶναι φάσκειν καὶ πειρώμενον καθάπαξ φαῦλον ὂν δεῖξαι μὴ δύνασθαι. πῶς γὰρ οὐκ ἄτοπον, εἰ μὲν ἤλεγξεν ὡς ἔστι κολακεία τοῦτʼ ἂν ἰσχυρὸν μένειν, ἐπεὶ δʼ οὐδαμοῦ τοῦτο διδάξαι δεδύνηται, καταφεύγειν εἰς τὸ διπλοῦν εἶναι λέγειν; τὸ δὲ δὴ πάντων μέγιστον,2 εἰ γὰρ ᾤετο χρῆναι τοὺς μὲν ἐπαινεῖν τῶν ῥητόρων, τοὺς δὲ κακῶς λέγειν, τί δή ποθʼ ὁ Σωκράτης, αὐτὰ δὴ ταῦθʼ ὑπολαβὼν ἐξαρκεῖ·
……对待民众,仅仅试图讨好他们,至于他们是否会因此变得更好或更坏,却毫不关心?” 其实,倘若他当真极力想要贬损修辞术,他就应当避开这个提问——因为它对于将要作答的人来说是双重的——并且像他的那些例子一样,就这样简单地得出结论,我是指舵手、机械师以及其他例子。然而事实是,在从两个选项中既非必须得出某种回答、也非在双重层面上皆易于驳倒的情况下,他却分裂了论题,毫不犹豫地将主动权让给卡利克勒斯,使他说出: “你问的这个不再是一件单纯的事了。因为确实有人是出于对公民的关怀而说出他们所说的话,但也有你所说的那种人。” “凭宙斯起誓,”有人可能会说,“因为这正是他热切希望做的事:展示并区分修辞术是双重的,一种是为了至善,另一种则是为了享乐。”但我认为,只有当我们因为每门技艺中那些背离正道之人,也去考察哲学是否是双重的,以及医术与航海术是否也是双重的时候,我才会认为有必要探究修辞术究竟是否是双重的。我可以说出许多理由:首先,在针对波洛斯的言论中并非如此论述,而是直截了当地把修辞术称为政治学一部分的虚影;其次,即使他极力将修辞术理解为双重的,在他决意要贬损它的那些言论中,显出赞扬它的样子,或者根据他所驳斥的事情免除其过错,也是不恰当的。因为宣称它是双重的,与试图表明它纯属卑劣而未能做到,乃是截然不同的两回事。试想,如果他驳倒了修辞术是谄媚,这一结论本可保持有效,但既然他未能在任何地方证明这一点,却退避到宣称它是双重的,这怎能不荒谬呢?而最重大的一点是,如果他当真认为应当赞扬演说家中的某些人而贬低另一些人,苏格拉底在接过了这些话之后: “这就足够了。
εἰ γὰρ καὶ τοῦτʼ ἐστὶ διπλοῦν, τὸ μὲν ἕτερον τούτου κολακεία ἂν εἴη καὶ αἰσχρὰ δημηγορία, τὸ δʼ ἕτερον καλὸν, τὸ παρασκευάζειν ὅπως ὡς βέλτισται ἔσονται τῶν πολιτῶν αἱ ψυχαὶ, καὶ διαμάχεσθαι λέγοντα τὰ βέλτιστα, εἴτε ἡδίω εἴτʼ ἀηδέστερʼ ἐστὶ τοῖς ἀκούουσιν· οὕτω θεὶς καὶ διελόμενος πάλιν πρὸς θάτερον φιλονείκως ἀπέκλινεν ἐπειπὼν ὅτι ἀλλʼ οὐ πώποτε σὺ ταύτην εἶδες τὴν ῥητορικήν· ἢ εἴ τινʼ ἔχεις τῶν ῥητόρων τοιοῦτον εἰπεῖν, τί οὐ καὶ ἐμοὶ αὐτὸν ἔφρασας ὅστις ἐστί; μὴ γὰρ ὅτι οὑτωσὶ λέγει τῷ ῥήματι,3 οὐ πώποτε εἶδες· μάλιστα μὲν γὰρ τί σοι τοῦτο διαφέρει, εἰ καὶ μὴ εἶδον, ἔχω δʼ εἰπεῖν. ἔπειτʼ οὐδὲ οὓς ἐλέγχει δὴ τούτους, τῶν τότε ὄντας ἐλέγχει ῥητόρων, οὐδʼ οὓς εἶδεν ὁ Καλλικλῆς, ἀλλʼ οὓς ἀκούειν αὐτὸν εἰκὸς εἶναί φησιν. οὐκοῦν ὅτε τούτους ἐλέγχειν πειρᾶται, κατὰ πάντων ἐθέλει λέγειν. οὕτω κατηγορῶν μὲν ὡς ἁπλῶς κακοῦ τῆς ῥητορικῆς ἠναγκάσθη διπλοῦν αὐτὸ θέσθαι, θέμενος δὲ διπλοῦν αὖθις αὖ τοῦτʼ ἀναιρεῖν πειρᾶται τῷ κατὰ πάντων ἐθέλειν λέγειν. δῆλον δὲ καὶ τοῖς ἀμοιβαίοις. ἔχει γὰρ οὑτωσὶ ἀλλὰ μὰ τὸν Δίʼ οὐκ ἔχω σοι εἰπεῖν τῶν νῦν ῥητόρων οὐδένα. τί δαί; τῶν παλαιῶν ἔχεις τινʼ εἰπεῖν; δῆλον ὅτι ὡς οὐδʼ ἐκείνων οὐδενὸς χρηστοῦ γεγενημένου. τί γὰρ ἂν βουλόμενος ἢ τούτους ἔψεγε τῶν παλαιῶν ὄντας, ἢ ʼκεῖνον ὅλως εἴ τινα τῶν πάντων εἰπεῖν ἔχει προὐκαλεῖτο; καίτοι πῶς οὐκ ἐναντίον περιφανῶς λέγειν μὲν ὡς οὔπω ταύτην εἶδε τὴν ῥητορικὴν, ὅπερ αὐτῷ βούλεται μηδένα πω τοιοῦτον γεγενῆσθαι ῥήτορα, πάλιν δʼ ἀποφαίνειν ὡς Ἀριστείδης τοιοῦτος εἴη γεγονώς; τούτων γὰρ ἀνάγκη δή που θάτερον ψεῦδος εἶναι. καὶ πρὸς τοσοῦτον ἧκε τοῦ διαφωνεῖν αὐτὸς αὑτῷ ὥσθʼ ἅμα μὲν λέγειν ὡς οὐδεὶς Ἀθήνησι πολίτης εἴη
因为若这也确实是双重的,其一部分就是谄媚与可耻的煽动,而另一部分则是崇高的——即致力于使公民的心灵尽可能完善,并且无论听众觉得顺耳还是逆耳,都为至善发言并竭力抗争”——既然作了如此的设定与划分,究竟为何又怀着争胜之心倒向另一侧,追加说道: “但你从未见过这种修辞术;或者如果你能说出演说家中有哪一位是这样的人,你为何不告诉我他是谁呢?” 不要因为他在字面上说了“你从未见过”,就被带偏了。首先,即使我未曾亲眼见过,只要我能说出名字,这对你又有何妨碍呢?其次,他正在驳斥的这些人,既不是当时的演说家,也不是卡利克勒斯所见过的人,而是他声称卡利克勒斯很可能听闻过的人。因此,当他试图驳斥这些人时,他是企图针对所有人发言。这样,他一方面指控修辞术纯然是恶,却不得不将其设定为双重的;而一旦设定为双重之后,他又企图通过针对所有人发言来再次取消这一点。这从问答对话中也显而易见;因为对话是这样的: “不,凭宙斯起誓,我无法为你指出现今演说家中的任何一人。”“那又如何?你能指出古人中的任何一位吗?” 显然,这意味着他认为那些古人中也没有一个曾是正直的。否则,他是出于何种意图,要么在这些人属于古人之列的情况下指责他们,要么要求对方指出所有人中是否有任何一人呢?然而,一边宣称自己从未见过这种修辞术——这对他而言意味着从未有过这样的演说家出现——另一边却又声称阿里斯泰德就是这样的人,这怎能不是昭然若揭的自相矛盾呢?因为这两者中必然有一者是虚妄的。他竟然自相矛盾到了如此地步,以至于一边说雅典没有任何公民……
- 275διπλοῦν ὂν τῷ μέλλοντι ὑπολήψεσθαι
τῷ μέλλοντι ὑπολήψεσθαι 为关系与格或判断者与格(dativus iudicantis),与 διπλοῦν ὄν 搭配。动词 ὑπολαμβάνειν 在此意为“接话、作答”。该提问对于“将要作答之人”而言是双重的,即包含了两种截然不同的回答路径。
- 275τὸ δὲ δὴ πάντων μέγιστον
此为句首的状语性对格或全句同格对格(accusative in apposition to the sentence),意为“而最重大者”,作为强调性标志引出随后包含条件句与反问句的长复合句。
- 276μὴ γὰρ ὅτι οὑτωσὶ λέγει τῷ ῥήματι
μὴ ὅτι 的惯用省略句式,表示“不要以为/切勿因他字面上这样说……”。其后的 οὐ πώποτε εἶδες 引用自柏拉图的原话,作者在此提醒读者切勿仅因其字面措辞而忽略了论辩的实质逻辑。
