← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§273-274

四人罪责的免除与对阿里斯泰德的赞扬

作者指出柏拉图在免除了四位政治家谄媚罪责的同时又高度赞扬阿里斯泰德,揭示其逻辑矛盾,并论证修辞术本身绝非天生下劣。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§273

τῷ τὴν ἡσυχίαν ἄγειν. καίτοι ὅθʼ ὑμεῖς οὐδετέρᾳ τούτων φαίνεσθε κεχρημένοι, τί δεινὸν ἐκείνοις πεποίηται, εἰ καὶ δημηγοροῦντες μηδετέρᾳ τούτων ἐχρήσαντο; ἀλλʼ ἴσως ἀναγκαῖον ἦν τῇ γε ἑτέρᾳ χρήσασθαι, ἐπειδὴ ὅλως ἐφθέγγοντο καὶ οὐχ οἷόν τε ἀμφοτέρων αὐτοὺς ἐκπεσεῖν. ὅτι μὲν τοίνυν διακονεῖν ὥρμηντο Πλάτων εἴρηκε μόνος, ὡς δʼ οὐ τοιοῦτον τὸ ἐκείνων πρᾶγμα πάντες τε λέγουσι καὶ προσέτι αὐτὸς Πλάτων προσωμολόγηκεν, ὥσθʼ ἣν ἐπήνεγκε μόνος αἰτίαν, εἰ φαίνεται λύων αὐτὸς, λείπεται τὴν ἐξ ἀρχῆς δόξαν κρατεῖν,1 ὡς ἀγαθοί τʼ ἦσαν πολῖται καὶ τὰ βέλτιστʼ ἐδημηγόρουν. ἐγὼ μὲν οὖν οὕτως ἂν μᾶλλον φαίην, ἢ ῥήτορας ὄντας αὐτοὺς μηδετέρᾳ χρήσασθαι τῇ ῥητορικῇ. σκοπῶ δὲ κἀκεῖνο, ὡς εἰ μέν ἐστιν ἡ ῥητορικὴ κολακεία, καθάπαξ δεῖ τῇ κολακείᾳ χρωμένους αὐτοὺς φαίνεσθαι, ἐπειδή γε ἦσαν ῥήτορες. ὥστε πῶς ἢ ʼκείνους ἀπολύει τῆς αἰτίας, ἢ ῥητορικὴν προσείρηκέ τινα ἀληθινήν; εἰ δʼ αὖ χρηστὸν ἢ σπουδαῖον ἡ ῥητορικὴ, δεῖ τοῦ βελτίστου δοκεῖν μέλειν αὐτοῖς. ὥστε πῶς ἢ ʼκείνους μὴ πρὸς τὸ βέλτιστον λέγειν αἰτιᾶται, ἢ τὴν ῥητορικὴν κολακείαν καλεῖ; εἰ δʼ αὖ διπλοῦν τι τὸ τῆς ῥητορικῆς ἐστι, καὶ τὸ μὲν αὐτοῦ κολακεία τε καὶ αἰσχρὰ δημηγορία, τὸ δʼ ἕτερον προστασία τοῦ δικαίου, ἀναγκαῖον ἐκείνοις τοῦ γʼ ἑτέρου μετεῖναι σαφῶς γε οὑτωσί. πῶς οὖν ἀμφοτέρων ἀποστερεῖς αὐτούς; καὶ μὴν εἴ γε καὶ δικαίως ἀποστερεῖς ἀμφοτέρων, τρίτη τις ἂν εἴη παρʼ ἀμφοτέρας ταύτας ῥητορικὴ πάλιν. ὥστʼ οὐδὲ διπλοῦν ἔτι τούτῳ τῷ λόγῳ τὸ τῆς ῥητορικῆς, οὐδʼ ἔδειξε δή που Πλάτων ἥτις ἔσθʼ ἡ τρίτη. καὶ μὴν εἰ μέσον τι τούτων ἐστὶ τοῦ τε πρὸς ἡδονὴν λέγειν καὶ τοῦ πρὸς τὸ βέλτιστον, οὐδʼ οὕτως ἐκείνους γε προσῆκεν ἀκούειν κακῶς. καὶ γὰρ εἰ μὴ τὰ βέλτιστα ἐδημηγόρουν, οὐκ ἐδημηγόρουν γε πρὸς ἡδονήν. οὐ τοίνυν μόνον ἐξ ὧν αὐτοὺς ἀφῆκε τῆς τοῦ κολακεύειν αἰτίας δείκνυται μάτην τὰς βλασφημίας τὰς κατʼ αὐτῶν πεποιημένος, ἀλλὰ καὶ ἐξ ὧν τὸν Ἀριστείδην ἐπῄνεσε λαμπρῶς οὕτως μετʼ ἐκείνους. εἰ μὲν γὰρ μηδένα μηδαμῶς εἶχεν ἐπαινέσαι, μηδʼ ἦν εὑρεῖν ὅστις ῥήτωρ δίκαιος καὶ χρηστὸς γεγένηται, τάχʼ ἄν τις ἔφησεν ὡς ἐκ περιουσίας2 ἐπὶ τοῦθʼ ἧκε τὸ μέρος, τὸ ἐλέγχειν τοὺς ἄνδρας, ἵνα πανταχόθεν τὸν κατὰ τῆς ῥητορικῆς λόγον3 βεβαιώσηται· μέλλοντι δʼ ἐπαινέσεσθαι καὶ ὁντινοῦν τί κέρδος ἦν τούτους κακῶς εἰπεῖν; οὐ γὰρ τίς ἄριστος τῶν πολιτευσαμένων προὔκειτο λέγειν, οὐδʼ εἰ βελτίων τούτων Ἀριστείδης, ἀλλʼ εἰ ἔνεστι τῇ ῥητορικῇ τὸ ὑπὲρ τοῦ δικαίου λέγειν. ὥσθʼ ὅτε καὶ ὁστισοῦν εὑρέθη τοιοῦτος, παραπλήσιον ἂν ἦν ὥσπερ ἂν εἰ καὶ τούτων ὁστισοῦν τοιοῦτος εὕρητο. τὸ δὲ δὴ καὶ ἄλλας γεγενῆσθαι φάσκοντα καὶ Ἀθήνησι καὶ ἑτέρωθι, καὶ νὴ Δία προσθέντα γε καὶ ἔσεσθαι, ὅμως εἰς τοσοῦτον φιλονεικίας πρὸς τούτους ἐλθεῖν τίνʼ ἔχει λόγον; ἐκεῖνο μὲν γὰρ ἦν ὑπὲρ τοῦ πράγματος δοκεῖν σπουδάζειν, τοῦτο δὲ ἰδίᾳ τινὰς κακῶς εἰπεῖν βεβουλῆσθαι. ὥστε δικαίως μὲν αὐτῶν ἐγκεκλημένων οὐδὲν πλέον εἰς τοὺς κατὰ τῆς ῥητορικῆς λόγους, ἀκηκοότων δʼ ἃ μὴ προσῆκε μάταιος ἐξ ἀμφοῖν ἡ βλασφημία. ἀλλʼ οἶμαι ἅμα μὲν τοῖς εἰρημένοις κατʼ ἐκείνων λόγοις αἰσχυνθεὶς, ἅμα δʼ ἡττηθεὶς τῆς ἀληθείας, οὐ κακῷ τὸ κακὸν, οὐ μὴν καλῶς γʼ ἰάσατο, μᾶλλον δʼ ἀγαθῷ τὸ κακὸν ἐξήλεγξε, τῷ γʼ Ἀριστείδῃ τὰ πρέποντʼ ἀποδούς. καίτοι εἰ μὲν μηδεὶς ῥήτωρ ἐπιεικὴς, τί τοῦτον κοσμεῖς; εἰ δʼ οὗτός γε σαφῶς δίκαιος, τί σοι πλέον τῆς ἐκείνων κακίας; οὐδὲ γὰρ ἂν ἐλέγχῃς, ὃ βούλει ποιεῖς. οὐδὲν γὰρ μᾶλλον ἡ ῥητορικὴ φαῦλον τοῖς ὅλοις. πόθεν οὖν εἰς ταῦθʼ ὑπήχθη; καὶ πῶς ταῦθʼ ἅμα τε καὶ ἐκεῖνα λέγων φαίνεται; ὅθεν ἐρώτημʼ ἐκεῖνο πότερόν σοι δοκοῦσι πρὸς τὸ βέλτιστον ἀεὶ λέγειν οἱ ῥήτορες, τούτου στοχαζόμενοι ὅπως οἱ πολῖται ὡς βέλτιστοι ἔσονται διὰ τοὺς αὐτῶν λόγους, ἢ καὶ οὗτοι πρὸς τὸ χαρίζεσθαι τοῖς πολίταις ὡρμημένοι καὶ ἕνεκα τοῦ ἰδίου τοῦ ἑαυτῶν ὀλιγωροῦντες τοῦ κοινοῦ ὥσπερ παισὶ προσομιλοῦσι τοῖς

……是在于保持宁静之中。然而,当你们显然两者皆未运用时,倘若他们在公民大会上发言时也两者皆未运用,他们又做了什么可怕的事呢?但是,既然他们发出了声音,完全不可能两者皆不沾边,或许运用其中之一本是必然的。那么,他们热衷于充当下仆,这仅是柏拉图一人所言;而他们的作为并非如此,则是所有人都在说,况且柏拉图自己也已表示赞同。因此,既然他独自提出的指控似乎由他自己消解了,那么原初的评价便必然占据上风:即他们是优秀的公民,并在集会上发表了最好的演说。就我而言,我宁愿这样说,也不愿说他们身为演说家却未运用任何一种修辞术。我也考虑这一点:如果修辞术是谄媚,既然他们确实是演说家,他们就必须完全显出运用谄媚的样子。那么他怎能要么免除他们的罪责,要么把某种修辞术称为真正的修辞术呢?反之,如果修辞术是正直而严肃的,他们就必须显出关心至善的样子。那么他怎能要么指责他们不曾朝着至善发言,要么把修辞术称为谄媚呢?再次,如果修辞术的性质是双重的,其中一部分是谄媚与可耻的煽动,另一部分是正义的护卫,那么显而易见,他们必然分有其中之一。既然如此,你为何剥夺他们两者的资格?再者,即便你正当地剥夺了他们两者的资格,在两类修辞术之外又会存在某种第三种修辞术。如此一来,按照这种论点,修辞术的性质甚至不再是双重的了,而柏拉图也绝未指明这第三种究竟是什么。况且,在为了享乐发言与为了至善发言之间,即便存在某种中间状态,他们无论如何也不该遭受恶评。因为即使他们在集会上未曾发表至善的演说,至少他们也不是为了享乐而演说的。因此,不仅从他免除他们谄媚罪责这一事实,可以表明他针对他们所作的诽谤纯属徒劳,而且从他随后如此辉煌地赞颂了阿里斯泰德这一事实中,也同样可以证明这一点。因为如果他绝不能赞扬任何人,也无法找到谁曾是公正而正直的演说家,也许有人会说,他是出于过度的周全才走到驳斥这些人这一步的,以便从各个角度确立反对修辞术的论点;但对于一个注定要赞扬某个人的人来说,说这些人的坏话又有何收益呢?因为提出来的议题并非从政者中谁最优秀,亦非阿里斯泰德是否优于这些人,而是修辞术中是否本就包含为正义发言。因此,一旦有任何一个人被发现是这样的人,其效果就如同发现这些人中有任何一个是这样的人一样。既然断言在雅典和其他地方也曾出现过其他人,而且凭宙斯起誓,还补充说将来也会出现,然而却对这些人怀有如此程度的争胜之心,这究竟有何道理?因为前者显得是在为事情本身尽心,而后者则是蓄意恶语中伤某些特定的人。因此,即便他们受指控是正当的,对于反对修辞术的论点也毫无助益;而如果他们遭受了不应得的指责,那么这种诽谤从两方面来看都是徒劳的。但我认为,他一方面对针对他们所发表的言论感到羞愧,另一方面又被真理所折服,他虽未以恶治恶,但也并未妥善医治,而是以善驳恶,将恰如其分之物归还了阿里斯泰德。然而,若没有一个演说家是公正宽厚的,你为何要赞美此人?反之,若此人显然是正义的,他们的卑劣对你又有何益处?因为即使你驳倒了他们,你也未能达到你的目的;修辞术绝未因此而在总体上变得更加卑劣。那么,他是从何处被诱导至这些结论的呢?他又是如何显出既说这些又说那些的呢?正是从那个提问中来的:“演说家们在你看来是始终朝着至善发言,以期通过他们的言论使公民变得尽可能完善呢,还是他们也汲汲于讨好公民,为了自身私利而忽视公益,如同对待孩童一般与……”

语法注3 条
  1. 273ὥσθʼ ἣν ἐπήνεγκε μόνος αἰτίαν, εἰ φαίνεται λύων αὐτὸς, λείπεται τὴν ἐξ ἀρχῆς δόξαν κρατεῖν

    关系从句中先行词的前置融入结构(ἣν ... αἰτίαν)。全句的主干是 ὥστε λείπεται τὴν ἐξ ἀρχῆς δόξαν κρατεῖν(“因此原初的观点必然占据上风”),其中嵌入了条件从句 εἰ φαίνεται λύων αὐτὸς(“如果他自己显然消解了它”)。φαίνεται λύων 采用补充性分词结构,表示确凿无疑的事实。

  2. 274ἐκ περιουσίας

    作为副词性短语的习语,意为“出于充裕/余力”、“格外审慎地”或“多余地”。在此处指柏拉图为了从各个角度确立反对修辞术的论证,才格外多此一举地去驳斥具体的政治人物。

  3. 274τὸ δὲ δὴ καὶ ἄλλας γεγενῆσθαι φάσκοντα καὶ Ἀθήνησι καὶ ἑτέρωθι, καὶ νὴ Δία προσθέντα γε καὶ ἔσεσθαι, ὅμως εἰς τοσοῦτον φιλονεικίας πρὸς τούτους ἐλθεῖν τίνʼ ἔχει λόγον;

    由中性单数定冠词 τὸ 与不定式 ἐλθεῖν 构成的名词化不定式结构(τὸ ... ἐλθεῖν)充当全句的主语(或话题化的对格),主句谓语为 τίνʼ ἔχει λόγον(“有何道理?”)。分词 φάσκοντα 和 προσθέντα 与不定式 ἐλθεῖν 的逻辑主语(对格)保持性数格一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:273-274