- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:271-272
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者揭露了柏拉图在免除了四位政治家修辞与谄媚之罪的同时仍对其横加诽谤的自相矛盾,进而抨击《申辩篇》与《高尔吉亚篇》关于正义领袖命运的冲突论述,并指出其非黑即白的二分法忽略了中间立场的存在。
κατηγόρησεν, ἀλλʼ οὖν ἐδόκει γʼ ἄν τι προὔργου τῶν λόγων εἶναι·1 ὅτε δʼ εἰπὼν ἅπανθʼ ὅσʼ ἔχειν ἡγεῖτο κατʼ αὐτῶν, εἶθʼ ὥσπερ δικαστὴς ἑτέρου λέγοντος ἀκηκοὼς ἀφῆκε τῆς αἰτίας αὐτοὺς, τίς ἔσθʼ ἡ χρεία τῶν λόγων; ἢ πῶς οὐχ ἅμα τε ψευδῆ καὶ μάτην ἅπαντʼ εἴρηται; μὴ γὰρ μελλόντων φανεῖσθαι τοιούτων ὁποίους τινὰς αὐτοὺς ὄντας ἐβούλετο δεικνύναι, τί τηνάλλως ἔδει βλασφημεῖν; ὅπου γὰρ εἰ καὶ τὰ μάλιστα ἠλέγχοντο, ὑπέρ γε πάσης τῆς ῥητορικῆς λόγος κατελείπετο, ὡς οὐ τοιοῦτον εἴη, πῶς εἰκὸς ἔκ γε τῶν ἀφειμένων αὐτὴν δοκεῖν ἐλέγχεσθαι; τὸ δὲ δὴ λέγειν ὡς οὐδὲ τῇ ἀληθινῇ ῥητορικῇ ἐχρῶντο, οὐ γὰρ ἄν ποτʼ ἐξέπεσον, πῶς οὐχ ὑπερφυὲς ἤδη2 καὶ παρʼ ἐκεῖνον αὖ τὸν λόγον, ὃν μικρῷ πρόσθεν ἐδείκνυμεν αὐτῷ, ὡς οὐκ ἔστιν ὑπὲρ τῶν δικαίων λέγοντα πρὸς δῆμον σωθῆναι; πάλιν δὲ μνημονεύσωμεν τῶν ῥημάτων καὶ παρʼ ἄλληλα θεασώμεθα ἅ τʼ ἐκεῖ λέγει καὶ ἅ φησιν ἐνταῦθα. οὐ γὰρ ἔστιν ὅστις ἀνθρώπων σωθήσεται οὔθʼ ὑμῖν οὔτʼ ἄλλῳ πλήθει οὐδενὶ γνησίως ἐναντιούμενος καὶ διακωλύων πόλλʼ ἄδικα καὶ παράνομʼ ἐν τῇ πόλει γίγνεσθαι, ἀλλʼ ἀναγκαῖόν ἐστι τὸν τῷ ὄντι μαχούμενον ὑπὲρ τοῦ δικαίου, καὶ εἰ μέλλει ὀλίγον χρόνον σωθήσεσθαι, ἰδιωτεύειν, ἀλλὰ μὴ δημοσιεύειν. φέρε δὴ τί αὖ φησιν ἐνταῦθα; προστάτης γὰρ πόλεως οὐδʼ ἂν εἷς ποτὲ ἀδίκως ἀπόλοιτο ὑπʼ αὐτῆς ταύτης τῆς πόλεως ἧς προστατεῖ. ταῦτʼ, ὦ πρὸς Διὸς, πῶς τις εἶναι φῇ τῆς αὐτῆς γνώμης ἢ πρὸς τὸ αὐτὸ τελευτᾶν, ἅμα μὲν τὸν τῷ δικαίῳ βοηθοῦντα ἀναγκαίως ἔχειν ἀπολέσθαι ὑπὸ τῆς πόλεως ἧς προστατεῖ, ἅμα δʼ ἂν ἀπόληται, οὐκ ἄν ποτε τοῦτʼ ἀδίκως παθεῖν ὑπὸ τῆς πόλεως ἧς προστατεῖ; ποῦ ταῦτʼ ἐστὶν ἐοικότα, ἢ πῶς εἰς ταυτὸν τελεῖ; εἰ δὲ δὴ καὶ τὰ μάλιστα μήτε τῇ ἀληθινῇ ῥητορικῇ ἐχρῶντο μήτε τῇ κολακικῇ, δῶμεν γὰρ, κακῶς λέγειν αὐτοὺς οὐδʼ οὕτως οἶμαι προσῆκε. τί γὰρ μᾶλλον κόλακας καὶ φαύλους ὑποληπτέον αὐτοὺς, εἰ μὴ τῇ ἀληθινῇ ῥητορικῇ ἐχρῶντο, ἢ σπουδαίους τε καὶ χρηστοὺς, ὅτι οὐκ ἐχρῶντο τῇ κολακικῇ; εἰ γὰρ μεταξὺ τούτων ἦσαν οἱ λόγοι καὶ αἱ προαιρέσεις αὐτῶν, οὐ κολάκων γε ἦσαν οὐδὲ φαύλων ἀνθρώπων. σὺ γοῦν αὐτὸς τὰ μεταξὺ τῶν ἀγαθῶν καὶ τῶν κακῶν οὐδὲν μᾶλλον κακὰ δή που καλεῖς. πῶς γὰρ ἂν καὶ αὐτὸ τοῦτʼ ἔτι λείποιτο αὐτοῖς τὸ μεταξὺ τούτων ἀμφοτέρων εἶναι, εἰ τοῖς γε ἑτέροις ἐνέχοιντο; ὥστε τί μᾶλλον ψέγειν αὐτοὺς ἢ ἐπαινεῖν προσῆκεν, εἰ μηδετέρου γε μετεῖχον, μήτε τοῦ καλοῦ μήτε τοῦ φαύλου; θαυμάζω δὲ τί ἄν ποτʼ ἐποίησεν, ἢ τίνος ἂν μετέδωκεν αὐτοῖς εὐφημίας, εἰ τὴν κολακείαν ἐλέγχειν ἔμελλεν, ὁπότʼ αὐτοῦ τοῦ λόγου πρὸς τοῦτʼ ἐκφέροντος ὡς οὐχ οἷόν τε μετεῖναι τούτου τοῦ πράγματος αὐτοῖς, ὅμως οὐκ ὤκνησε τὰ μηδαμῆ συμβαίνοντα κατηγορεῖν. ἀλλὰ μὴν ὅτε γʼ αὐτὸς δύο ταῦτα διείλου, καὶ τὴν μὲν ἀληθινὴν προσεῖπες ῥητορικὴν, τὴν δὲ κολακικὴν, πῶς ῥητορικῆς καθάπαξ ὡς κολακείας κατηγορεῖς, καὶ ὅπου τοὺς ἄνδρας ἀφῆκας οὓς ᾐτιάσω, πῶς ἐλέγχεις ῥητορικὴν ἣν αὐτὸς καὶ χρηστὴν προσείρηκας; εἶεν. τίνι μὴν καὶ τὸ λοιπὸν ἐχρῶντο τῷ τύπῳ τῶν λόγων, ἢ τίνʼ ἐρητόρευον τρόπον; εἰ γὰρ μήθʼ ὡς ἄν τινες κηδόμενοι μήθʼ ὡς ἄν τινες χαριζόμενοι, ἄλλος γέ τις αὐτοῖς τρόπος κατελείπετο. εἰ γὰρ αὖ καὶ τρίτος τίς ἐστι παρὰ τούτους, οὐ σύ γʼ ἐμνήσθης αὐτοῦ, ἀλλὰ δύʼ εἶναι ταύτας παρασκευὰς διωρίσω, τὴν μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τὴν δὲ πρὸς τὸ βέλτιστον. ὥσθʼ ὅτε μήτε πρὸς ἡδονὴν ὡμίλουν μήτε πρὸς τὸ βέλτιστον, πρὸς τί λοιπὸν ὡμίλουν; ἢ πῶς οὐ τούς γε σοὺς ὅρους ἐκπεφεύγασιν, οὓς ἔστησας αὐτοῖς ὡς ἀφύκτως καὶ βεβαίως αἱρήσων; ἀλλὰ μή τις αὖ τῶν ἐκείνοις τοῖς ἀνδράσιν εὐμενῶν εἰς ὑμᾶς μᾶλλον τοῦθʼ ὑπολάβῃ3 τοὺς σοφοὺς, ὡς ἄρα παντὸς μᾶλλον οὔτε τῇ ἀληθινῇ ῥητορικῇ ἐχρήσασθε πρὸς τὸν δῆμον οὔτε τῇ κολακικῇ. τοῦτο γὰρ ἦν δήπουθεν ἐν
……提出了指控,但也总算显得言论有些用处。然而,当他在说出了自认为掌握的针对他们的一切指控之后,却宛如一位听了他人发言的审判官那样免除了他们的罪责,那么这些言论还有何用处?或者,岂不是一切既属虚妄又属徒然?因为如果他们根本不可能显出是他所希望展示的那种人,又何必徒劳地横加诽谤?毕竟,即便他们受到了最大程度的驳斥,修辞学整体仍留有辩护的余地,表明它并非此类性质,那么根据那些被免罪的人,又怎能合理地认为修辞学本身受到了驳斥?至于说他们甚至不曾运用真正的修辞术——因为否则他们就绝不会被驱逐——,这与我们不久前向他指出的那番言论相比,岂非已是荒谬绝伦?那番言论称,为正义向民众发言的人是不可能保全性命的。 让我们再次重温那些原话,并把他在那里所说的与在这里所说的并列起来审视。 “因为没有任何人,无论是在面对你们还是面对其他任何群众时,若真正起而反抗并阻止城邦中发生诸多不公与不法之事,还能保全性命的;相反,真正要为正义而战的人,即便只想保全极短的时间,也必须做个平民,而绝不能参与公共政治。” 且看他在这里又说了什么?“因为没有一个城邦的领袖会无辜地被他所领导的这个城邦本身所毁灭。”凭宙斯起誓,人们怎能说这些是出于同一种见解或导向同一个结论呢:一方面,维护正义者必然要被他所领导的城邦毁灭;另一方面,如果他毁灭了,他也绝不可能是被他所领导的城邦无辜地加害?这两者哪里相似,又怎会归结为同一件事?即便他们在最大程度上既不曾运用真正的修辞术,也不曾运用谄媚的修辞术——就让我们作此退让吧——,我认为即便如此,说他们坏话也是不恰当的。因为,为何要仅仅由于他们不曾运用真正的修辞术,就将他们视作谄媚者和卑劣之徒,而不是由于他们不曾运用谄媚的修辞术,就将他们视作严肃而正直的人呢?如果他们的言论和志向介于这两者之间,他们就绝非谄媚者或卑劣之人。至少你自己无疑绝不会把善与恶之间的中间物更多地称为恶。因为如果他们陷入其中一方,他们身处这二者之间的中间地位本身又怎能得以留存?因此,如果他们两者皆无分,既无分于美好,也无分于卑劣,那么为何责备他们倒比赞扬他们更恰当呢?我倒很想知道,既然在论证本身已导向他们不可能分有此事的结论时,他却仍毫不犹豫地提出绝不相符的指控,那么倘若他本打算驳斥谄媚,他究竟会做出什么来,又会赐予他们何种赞扬。再者,既然你自己区分了这两者,将一种称为真正的修辞术,将另一种称为谄媚的修辞术,你为何又把修辞术一概指控为谄媚?而且在你免除了所指控的人之后,为何又反驳你自己也称之为高尚的修辞术?罢了。那么他们究竟运用的是其余何种言论形式,或者以何种方式操持修辞呢?因为如果他们既非作为关切者发言,亦非作为讨好者发言,他们便留有某种其他方式。如果在这两者之外还存在某种第三种方式,你至少未曾提及,而是界定了这两种预备方式:一种是为享乐而交谈,另一种是为了最善。因此,当他们既不为享乐也不为最善而交谈时,他们究竟是为了什么其余目的而交谈?或者,他们岂不是逃脱了你的界定——那些你为了不可逃避且牢固地捕获他们而设立的界定?只怕那些对这几位人物怀有善意的人,反倒会把这看作更适用于你们这些智者:即你们面对民众,最最没有运用过真正的修辞术,也没有运用过谄媚的修辞术。因为这无疑正是……
- 271προὔργου τῶν λόγων εἶναι
προὔργου 是 πρὸ ἔργου 的缩合形式,作表语用,意为“有用”、“有益”。属格 τῶν λόγων 作为关系属格或限定属格修饰该结构(“在论辩方面”),整句表示“言论似乎还算有些用处”。
- 271τὸ δὲ δὴ λέγειν ὡς οὐδὲ τῇ ἀληθινῇ ῥητορικῇ ἐχρῶντο, οὐ γὰρ ἄν ποτʼ ἐξέπεσον, πῶς οὐχ ὑπερφυὲς ἤδη
带有中性单数定冠词的不定式短语 τὸ δὲ δὴ λέγειν ... 置于句首,起到话题化(挂空主格/宾格或独立论题提示)的作用,作为后续反问句 πῶς οὐχ ὑπερφυὲς ἤδη(“岂非已是荒谬绝伦?”)的逻辑主语。
- 272ἀλλὰ μή τις αὖ τῶν ἐκείνοις τοῖς ἀνδράσιν εὐμενῶν εἰς ὑμᾶς μᾶλλον τοῦθʼ ὑπολάβῃ
连词 ἀλλά 接 μή 加第三人称单数虚拟式(ὑπολάβῃ),构成了表示担忧、警惕或委婉推断的独立虚拟式句式(“只怕……会理解为”)。主语为 τις τῶν ... εὐμενῶν(对他们怀有善意的某人),εἰς ὑμᾶς 则表示该评价所指向的对象(“针对你们”)。
