- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:269-270
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在论述了修辞学与辩证法的关系之后,作者引述了柏拉图在《高尔吉亚篇》中关于四位政治家“既未运用真实修辞术也未运用谄媚修辞术”的自述,指出其自相矛盾。
βαδίζειν, οὐ μὴν τοῖς βαδίζουσιν ἅπασι τὸ θεῖν οἷόν τε, οὕτω καὶ τοὺς ῥητορικοὺς πρὸς τοὺς διαλεκτικοὺς ἔχειν. Πλάτωνα δὲ ἐξαιρῶ τοῦ λόγου, ἱκανὸς γὰρ καὶ ἀμφότερα. ἀλλʼ οὔ τί γε τοῖς περὶ τῶν ἀνδρῶν τούτων λόγοις ἄγων ἡμᾶς οἰχήσεται,1 ἐπεὶ ὅτι γε οὐκ ἀλόγως οὐδʼ ἀπεικότως συνήγαγον τὰς δυνάμεις Πλάτων ἐστὶ σύμψηφος, οὐδὲ γὰρ τοῦτʼ ἴσως ἔξω τοῦ πράγματος. ὅταν γὰρ περὶ τῆς τῶν ὀνομάτων ὀρθότητος διαλεγόμενος τοὺς ἥρωας ῥήτορας εἶναι λέγῃ, καὶ πάλιν διαλεκτικοὺς, τότʼ ἄμφω δή που μαρτυρεῖ, καὶ τὴν ῥητορικὴν οὐ κολάκων ἔργον, ἀλλʼ ἡρώων τινῶν εἶναι· ὥστε μὴ τοῖς μαγείροις γε προσήκειν ἀπεικάζειν τοὺς ἐπιτηδεύοντας αὐτὴν, ἀλλὰ τοῖς ἥρωσι μᾶλλον, καὶ τὴν διαλεκτικὴν αὖ τῇ ῥητορικῇ προσήκειν. ὅταν γὰρ διὰ μέσου τοῦ τῶν ῥητόρων ὀνόματος τοὺς διαλεκτικοὺς τοῖς ἥρωσι συνάπτῃ, πῶς οὐχ ὃ λέγω μαρτυρεῖ; ἀλλʼ ὑπὲρ μὲν τούτων οὐ διαφέρομαι· ὅτι δʼ οὐ μόνον ἐξ ὧν Δημοσθένης καὶ Θουκυδίδης καὶ Αἰσχίνης μαρτυροῦσιν, ἀλλὰ καὶ ἀφʼ ὧν αὐτὸς Πλάτων ὡμολόγησεν ἐν αὐτοῖς τούτοις τοῖς διαλόγοις, καὶ νὴ Δίʼ ἐν αὐτῷ γε τούτῳ τῷ μέρει τῶν λόγων ἐν ᾧ περὶ τῶν ἀνδρῶν διείλεκται, καὶ μάτην ἅπαντα εἰρῆσθαι καὶ ψευδεῖς εἶναι τὰς βλασφημίας συμβαίνει, τοῦτʼ ἤδη βούλομαι δεῖξαι, εἰ μή τῳ δοκῶ πολυπραγμονεῖν λίαν ἀκριβῶς ἅπαντʼ ἐξετάζων. ὅμως δὲ τοσοῦτον προειπεῖν βούλομαι· εἰ γὰρ ἁλοίην ψευδόμενος, δίδωμι καὶ πάντʼ ἐξαλεῖψαι τῷ βουλομένῳ, καὶ χάριν προσείσομαι· εἰ δʼ ἀλήθειαν λέγων οὐχ ἥδιστα ἐρῶ πᾶσιν, ἄλλος ἂν εἴη λόγος. τὴν γοῦν ἀλήθειαν, ὡς χρὴ τιμᾶν πολλοὶ μὲν εἰρήκασιν, οὐ μὴν ἔσθʼ ὅστις πλείονος ἄξιος ἢ Πλάτων. πάρεστι δʼ ὃ λέγω σκοπεῖν ἤδη. ὡρμήθη μὲν γὰρ ἅπας αὐτῷ δήπουθεν ὁ περὶ τῶν ἀνδρῶν λόγος ἐκ τούτου, δύο τούτων παρασκευῶν οὐσῶν, τῆς μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τῆς δὲ πρὸς τὸ βέλτιστον, τοὺς ῥήτορας εἶναι τούτων ἄρα τῶν πρὸς τὸ χαρίζεσθαι βλεπόντων, καὶ δημηγορεῖν οὕτω τοῦ ἰδίου ἕνεκα τοῦ ἑαυτῶν, ἄλλο δὲ μηδὲν βλέπειν. μνησθεὶς δὲ καὶ τούτων τῶν ἀνδρῶν, διὰ τὸ τὸν Καλλικλέα δὴ τούτους γε ὑπεξελέσθαι, βουλόμενος δεῖξαι παραπλησίως τοῖς ἄλλοις ἔχοντας καὶ οὐδὲν βελτίους ὄντας, ἀλλὰ καὶ αὐτοὺς διακόνους καὶ τοιούτους οἵους τὰς ἐπιθυμίας ἐμπιμπλάναι, κατηγορήσας ἃ ἐβούλετο καὶ τὰς συμφορὰς ὀνειδίσας αὐτοῖς, εἶθʼ ὥσπερ τῶν πρώτων ἐπιλαθόμενος, μᾶλλον δὲ καὶ τῆς ὑποθέσεως ὅλης, ἐπέθηκεν ἐπὶ τελευτῆς ὥστʼ εἰ τοιοῦτοι ῥήτορες ἦσαν, οὔτε τῇ ἀληθινῇ ῥητορικῇ ἐχρῶντο, οὐ γὰρ ἂν ἐξέπεσον, οὔτε τῇ κολακικῇ.2 ἔχε δὴ πρὸς θεῶν. πῶς ἄν τις μᾶλλον ἁλοίη τἀναντία λέγων αὐτὸς αὑτῷ, ὅστις λέγων μὲν ὡς ἦσαν κόλακες καὶ τοῦτʼ ἀγωνιζόμενος, εἶτʼ αὐτὸς αὖ φησιν ὡς οὐκ ἐχρῶντο τῇ κολακικῇ, πάλιν δʼ ὧν ἀφῆκεν αὐτοὺς, ταῦτα κατηγορεῖ, καὶ διʼ ὧν μὲν ἐλέγχειν προὐθυμεῖτο, διὰ τούτων ἀφεῖναι ἠναγκάσθη, διὰ δʼ ὧν ἀφῆκεν οὓς ᾐτιάσατο τῆς κολακείας, διὰ τούτων ῥητορικὴν ὡς κολακείαν ἐλέγχειν ἀξιοῖ, καὶ ἅμα μέν φησιν ἐξ ἴσου τοῖς ἄλλοις εἶναι τούτους, ἅμα δʼ οὐ χρήσασθαι τῇ κολακείᾳ, τοῖς ἄλλοις κολακείαν ἐγκαλῶν. καὶ μὴν εἰ μὲν τῆς τῶν διακόνων καὶ τῆς τῶν κολάκων ἐπωνυμίας εἰσὶ δίκαιοι τυγχάνειν, τί τοῦτο λέγεις, ὡς οὐκ ἐχρῶντο τῇ κολακικῇ; εἰ δʼ αὖ μηδὲν μετῆν αὐτοῖς τῆς κολακικῆς, πῶς μετὰ τῶν κολάκων αὐτοὺς τίθης; ὅρα μὴ οὐχ ὁμολογῇ ταῦτα ἀλλήλοις,3 ἀλλʼ ὡς ἀληθῶς ἔχῃ τὴν τοῦ Ἀμφίονος ἀνταποδοῦναι ῥῆσιν ὁ Καλλικλῆς, ὅτι ἄρα οὐ συμφωνεῖ Πλάτων αὐτὸς αὑτῷ κατὰ ταῦτά γε. καίτοι ποτέροις τῶν λόγων χρὴ πιστεῦσαι, πότερον τοῖς αἰτιωμένοις τοὺς ἄνδρας καὶ διαβάλλουσιν, ἢ τοῖς ἀφιεῖσιν; ἤρξατο μὲν γὰρ ὡς κατήγορος, ἔληξε δὲ ὡς ἄν τις μάρτυς ἥκων αὐτοῖς. καὶ μὴν εἰ μὲν ἔμελλε, τοῦτο γάρ ἐστιν ἤδη τὸ ἰσχυρότατον, κόλακας τρόπον τινʼ αὐτοὺς ἐκ τῶν αἰτιῶν δόξειν ἀποφαίνειν, κἀνταῦθα στήσεσθαι τοῦ λόγου, τάχʼ ἂν εἰ καὶ τὰ μὴ ὄντα
……分有步行的能力,然而并非所有步行者都能奔跑,同样,修辞家之于辩证家也是如此(我向来如此认为)。不过我把柏拉图排除在这一论述之外,因为他兼通二者。然而,借由关于这些人的论述,他绝不能将我们蒙蔽带走,因为柏拉图本人也投票赞同,我将这些能力结合在一起既非毫无道理,也非违背常理;这大概也并非与本题无关。因为当他在讨论名称的正确性时,说英雄是修辞家,又是辩证家,那时他无疑是在为二者作证,证明修辞并非谄媚者的勾当,而是某些英雄的作为;因而将操持此术的人比作厨子是极不恰当的,而应比作英雄,且辩证法反过来也与修辞学相符。因为当他通过修辞家这一中介名称将辩证家与英雄连接起来时,岂不是在印证我的话吗? 然而,关于这些我并不争论。但是,不仅根据德摩斯梯尼、修昔底德和埃斯基涅斯的作证,而且根据柏拉图本人在这些对话篇本身中所承认的——凭宙斯起誓,就在他论述这些人的那部分言论之中——一切都是徒劳无益的言辞,那些诽谤皆为虚妄,这一点我现在愿意指明,只要没有人认为我考察一切过于严苛乃是多管闲事。然而,我仍想预先说明这一点:如果我被发现说了假话,我允许任何想要的人将一切勾销,我甚至还会表示感谢;但如果我说出了真理却并非对所有人都最悦耳,那便是另一回事了。无论如何,尽管许多人都说过必须尊崇真理,却没有谁比柏拉图更值得看重。现在尽可以省察我所说的话。 因为他对这些人的整个论述,无疑始于这样一点:既然存在着这两种预备方式,一种是为享乐而交谈,另一种是为了最善,那么修辞家就是那些只着眼于讨好的人,并且为了自身的私利而如此公开演说,不顾其他任何事。而在提及这些人时——因为卡利克勒斯确实将他们作为例外——,他想证明他们的处境与其他人相仿,绝不更优秀,他们自己也是仆役和满足欲望之流,在提出了他所希望的指控并以不幸责难他们之后,他却仿佛忘记了前面的话,或者不如说忘记了整个论题,在最后加上了一句: “因此,如果他们是这样的修辞家,他们既没有运用真正的修辞术——否则他们就不会被驱逐——,也没有运用谄媚的修辞术。” 凭诸神起誓,且慢!一个人怎么可能比这更分明地被抓住前后自相矛盾呢?他一方面说他们是谄媚者并竭力论证这一点,转而自己又说他们没有运用谄媚的修辞术;又以他免除了他们的那些事来指责〔他们〕,而他原本企图用以反驳的根据,却迫使他免除了他们;借由免除那些被他指控谄媚的人的根据,他又认为应当借此把修辞术作为谄媚来驳斥;一边说这些人与其他所有人毫无二致,一边又说他们不曾运用谄媚,同时却指责其他人谄媚。再者,如果他们理应获得仆役和谄媚者的称号,你为何要说他们没有运用谄媚的修辞术?反之,如果他们根本没有分有谄媚的修辞术,你又为何将他们与谄媚者归为一类?审视一下吧,看这些言论是否彼此冲突,卡利克勒斯是否真能引用安菲翁的言辞反唇相讥,指出柏拉图在这些事上与自己并不一致。然而,在这两种说法中,究竟应当相信哪一种:是那些指控并中伤这些人的言辞,还是那些为他们开脱的言辞?因为他虽以原告的身份开端,最终却俨然成了他们的证人。而且,如果他本打算——因为这正是如今最强有力的一点——根据这些指控在某种程度上显出他们是谄媚者,并在那里打住话头,那么即便事情并非如此,或许……
- 269οὔ τί γε τοῖς περὶ τῶν ἀνδρῶν τούτων λόγοις ἄγων ἡμᾶς οἰχήσεται
动词 οἴχομαι 搭配补充补足分词 ἄγων 的惯用句式,字面意为“带着我们离去”,引申为“借由这些论述把我们蒙骗过去/搪塞过去”。配合强否定 οὔ τί γε,表明作者绝不盲从柏拉图的说辞。
- 270ὥστʼ εἰ τοιοῦτοι ῥήτορες ἦσαν, οὔτε τῇ ἀληθινῇ ῥητορικῇ ἐχρῶντο, οὐ γὰρ ἂν ἐξέπεσον, οὔτε τῇ κολακικῇ.
引自柏拉图《高尔吉亚篇》517a。条件从句 εἰ ἦσαν(未完成过去时直陈式)与结论从句 οὔτε... ἐχρῶντο(不带 ἄν 的未完成过去时直陈式)构成过去单纯条件句。而插入句 οὐ γὰρ ἂν ἐξέπεσον(不定过去时直陈式加 ἄν)表示对过去的与事实相反的虚拟(“否则他们就不会被驱逐了”)。
- 270ὅρα μὴ οὐχ ὁμολογῇ ταῦτα ἀλλήλοις
祈使动词 ὅρα 接 μὴ οὐ 加虚拟式 ὁμολογῇ 的结构,表示审慎的怀疑或提醒:“看看这些是否并不彼此一致”(即“看它们是否自相矛盾”)。双重否定委婉地表达肯定的怀疑。
