← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§267-268

德摩斯梯尼对昔日政者的赞赏与对柏拉图的批驳

作者援引德摩斯梯尼在演说中赞扬古代政治家(伯里克利、尼基阿斯等人)的文句,指出这与柏拉图在《高尔吉亚篇》中的攻击形成鲜明对比,并探讨两者在仁厚品格与修辞技艺上的高下。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§267

πραγμάτων ἐξ ἀφανοῦς ἀφαιρουμένους, αὐτός θʼ ἑαυτὸν ἔταξεν ἀγωνίζεσθαι καὶ τὴν πόλιν ἠξίου καὶ ἃ μηδὲ τοῖς μάντεσιν ἦν προϊδέσθαι μηδὲ προειπεῖν, ταῦθʼ ὁμοῦ προλέγειν καὶ διακωλύειν ἠναγκάζετο. τρίτον δʼ ἐπὶ τούτοις ὅτι καὶ μόνος ὡς ἔπος εἰπεῖν ἀντετάξατο τῇ κατὰ τῶν Ἑλλήνων τύχῃ, τῶν μὲν ταὐτὰ προῃρημένων καὶ συνεργούντων πολλῆς τινος ἐνδείας οὔσης, τῶν δʼ ὑπὲρ τῶν ἐναντίων λεγόντων καὶ πραττόντων ἀφθονίας θαυμαστῆς, ὧν κρατῆσαι πολὺ μεῖζον ἦν ἢ τῶν ἔξω καὶ φανερῶν πολεμίων.1 ἀλλʼ ὅμως ἐκ τοσούτων καὶ τοιούτων ἐλαττωμάτων κατάλογόν τινα ποιεῖται συμμάχων καὶ πόρων καὶ δυνάμεων, ὧν συνήγαγεν αὐτοῖς ἐκ τοῦ δικαιοτάτου, ἰδίᾳ που τοῦ λόγου λέγων ταῦτα καὶ πρὶν τῶν ἀνδρῶν τούτων μνησθῆναι. μνησθεὶς δὲ τούτων οὐδὲν ἔτι τοιοῦτον, ἀλλʼ ἔχων ἃς εἶπον ὑπερβολὰς οὐκ ἐλύπησεν, ἀλλʼ ἀποχρῆν ἡγήσατο ὁμοίαν τὴν ἑαυτοῦ πολιτείαν τῇ ἐκείνων προσειπεῖν· καὶ πρός γʼ ἔτι τὴν ὑπερβολὴν ἐκείνοις ἀπέδωκεν εἰπὼν οὑτωσὶ κἀκεῖνο λογίζου καὶ σκόπει. πότερον κάλλιον καὶ ἄμεινον τῇ πόλει διὰ τὰς τῶν προτέρων εὐεργεσίας οὔσας ὑπερμεγέθεις, οὐ μὲν οὖν εἴποι τις ἂν ἡλίκας, τὰς ἐπὶ τὸν παρόντα βίον γιγνομένας εἰς ἀχαριστίαν καὶ προπηλακισμὸν ἄγειν, ἢ πᾶσιν ὅσοι τι μετʼ εὐνοίας πράττουσι τῆς παρὰ τούτων τιμῆς καὶ φιλανθρωπίας μετεῖναι;2 κἀνταῦθα μὲν οὕτως· ἑτέρωθι δʼ αὖ πολλοῖς πρότερον χρόνοις δημηγορῶν ἐν τοῖς Ἀθηναίοις καὶ παρρησιαζόμενος, πείθων αὐτοὺς τὰ βέλτιστʼ ἀντὶ τῶν ἡδέων αἱρεῖσθαι, ἐξὸν αὐτῷ καὶ χωρὶς τοῦ μνησθῆναι τῶν ἄνω ῥητόρων περαίνειν τὰ τῆς ὑποθέσεως,3 ὥσπερ ἐπεισόδιον χρηστὸν ἐπεισήγαγε, καὶ τοῦ τε Περικλέους αὐτοὺς ὑπεμίμνησκε καὶ ἄλλων ὡδὶ λέγων ἀλλὰ δικαίου πολίτου κρίνω τὴν τῶν πραγμάτων σωτηρίαν ἀντὶ τῆς ἐν τῷ λέγειν χάριτος αἱρεῖσθαι. καὶ γὰρ τοὺς ἐπὶ τῶν προγόνων ἡμῶν λέγοντας ἀκούω, ὥσπερ ἴσως καὶ ὑμεῖς, οὓς ἐπαινοῦσι μὲν οἱ παριόντες ἅπαντες, μιμοῦνται δʼ οὐ πάνυ, τούτῳ τῷ ἔθει καὶ τῷ τρόπῳ τῆς πολιτείας χρῆσθαι, τὸν Ἀριστείδην ἐκεῖνον, τὸν Νικίαν, τὸν ὁμώνυμον τὸν ἐμαυτοῦ, τὸν Περικλέα. δύο τοίνυν ταῦτʼ ἄν τις τῶν λόγων τούτων ἐπισημαίνοιτο· ἓν μὲν ὅτι οὐ κατʼ ἀνάγκην, ἀλλʼ ἐκ περιουσίας καὶ γνώμης ἐπιεικείᾳ τὴν μνήμην τῶν ἀνδρῶν καὶ τὸν ἔπαινον τούτων ἐποιήσατο, ἕτερον δὲ ὅτι καὶ αὐτὰ τὰ ἐναντιώτατα αὐτοῖς ἀπέδωκεν ὧν κατηγόρηκεν ὁ Πλάτων. ὁ μὲν γὰρ κολακείας καὶ δουλείας καὶ τῆς ἡδονῆς θεραπευτὰς, καὶ μηδὲν πλέον τούτου σκοπεῖν αὐτοὺς, ὁ δʼ ὡς παρρησίᾳ τῇ δικαιοτάτῃ χρωμένους καὶ τὸ χαρίζεσθαι μηδαμοῦ τιθέντας πρὸς τὸ βέλτιστον, οὕτως ἐπαινῶν φαίνεται, τὴν αὐτὴν τῷ Θουκυδίδῃ φωνὴν ἀφιεὶς, ἐπεὶ κἀκεῖνος, ὥσπερ ἐν τοῖς ἄνω λόγοις ἐπεδείκνυμεν, θαυμαστὸν ὅσον φησὶ περιεῖναι τῷ Περικλεῖ τῆς ἐλευθερίας καὶ παρρησίας,4 οὐ γὰρ ἄγεσθαι μᾶλλον ἢ ἄγειν τὸν δῆμον, καὶ μὴ τί λέγων χαριεῖται σκοπεῖν, ἀλλʼ ὅ τι βέλτιστον αὐτοῖς ἡγοῖτο, τοῦτο συμβουλεύειν. ἐπαινεῖ δέ που καὶ τὸν Νικίαν διὰ τὸ πᾶσαν ἀρετὴν ἐπιτηδεύειν. οὕτω καὶ ἔντιμα καὶ ὁμολογούμενα ὑπὲρ τῶν ἀνδρῶν εἴρηκεν ὁ Δημοσθένης. φέρε δὴ σκεψώμεθα τἀπὶ τούτοις μετὰ πάσης εὐμενείας, ὥσπερ ἐν κοινῷ τινι τῶν Ἑλλήνων συλλόγῳ. πάντως δὲ ἄκρω μὲν ἀμφοτέρω τὼ ἄνδρε, ὑπὲρ μεγάλων δὲ καὶ οἱ λόγοι. ἀλλὰ μὴν τό γε τοῦ λέγοντος αὐτοῦ ὅπως τις βούλεται τιθέναι, οὕτως ἐχέτω τὰ νῦν. ἀλλʼ ὅ γʼ ἐβουλόμην εἰπεῖν, πότερος καὶ τὴν ὅλην γνώμην φιλανθρωπότερος καὶ περὶ αὐτοὺς τοὺς λόγους δεξιώτερος κατὰ τοῦτο τὸ μέρος, πότερʼ ὅστις5 αὐτῷ μηδεμιᾶς ἀνάγκης ὑπαρχούσης κακῶς λέγειν εἵλετο τοὺς ἄνδρας, ἢ ὅστις ὄντος μὲν τοῦ παροξύνοντος οὐ προήχθη οὐδʼ ἠξίωσεν αὑτὸν σεμνύνειν, ἐν οἷς ἑτέρους ἔμελλε κακῶς ἐρεῖν, πάλιν δὲ μηδεμιᾶς ἀνάγκης ὑπαρχούσης ἐπὶ τοῖς βελτίστοις αὐτῶν ἐμνημόνευσεν ἐξεπίτηδες; εἰ μή τῳ φαυλοτέρα τῆς διαλεκτικῆς ἡ ῥητορικὴ φαίνεται. καίτοι ἔγωγʼ ᾤμην οὐ πάνυ ταῦτʼ ἀλλήλων κεχωρίσθαι, ἀλλʼ εἶναι τὴν διαλεκτικὴν μέρος τι τῆς ῥητορικῆς, ὥσπερ τὴν ἐρώτησιν τοῦ παντὸς λόγου, καὶ τὸν αὐτὸν τρόπον ὅνπερ τοῖς δρομεῦσι μέτεστι τοῦ

……从暗处夺走事务的人,他既安排自己去抗争,也要求城邦如此行事,并被迫同时预告并阻止那些甚至连预言家都无法预见和预报的事情。第三,除这些之外,还因为他可以说是独自一人挺身对抗针对希腊人的命运,当时选择相同道路并协力的人极度匮乏,而为对手说话和行动的人却多得惊人——战胜这些人远比战胜外部公开的敌人要艰难得多——然而,即便处于如此众多且严重的劣势之中,他依然列举出自己在最正当的前提下为他们筹集来的盟友、财富和军队的名单,他在演讲的某处把这些单独加以陈述,甚至在提及这些人(古代政治家)之前。而在提及他们之后,他便不再谈论任何此类事情,尽管拥有我所说的那种优越性,他却没有令人不快,反而认为将自己的政略说成与他们相似就足够了;不仅如此,他还将这种优越性归于他们,说了这样的话: “你也要考虑并省察那一事:由于前人极大的恩泽——确实无人能说清究竟有多大——是将针对当今时代所施的恩惠引向忘恩与凌辱,还是让所有怀抱善意行事的人都分享来自这些人的尊荣与仁爱,哪一种对城邦而言更为美好、更为优越?” 此处的情况是这样;而在另一处,早在许多年以前,他在雅典人面前公开发表演说并畅所欲言,劝说他们选择最善的事物而非令人愉悦的事物时,尽管他完全可以在不提及昔日演说家的情况下完成议题的内容,他却如同引入一段有益的插曲一般引出了它,提醒他们记起伯里克利等人,言道: “但我判定,一个正直的公民应当选择拯救大局,而非演说中的逢迎。因为正如你们或许也一样,我听到在我们的祖先时代演说的人们——所有登台发言的人都赞美他们,却绝不去效仿他们——正是采用这种习惯和这种治国方式,即著名的阿里斯提德斯、尼基阿斯、与我同名的人(德摩斯梯尼),以及伯里克利。” 因此,任何人都可以从这些话语中指出这两点:其一,他纪念并称赞这些人并非出于被迫,而是出于宽裕和温和的心意;其二,他赋予他们的恰恰是柏拉图所指控的那些事物的截然相反的一面。因为前者指责他们是谄媚、奴役和享乐的侍奉者,且除了这些之外什么都不顾;而后者显然是在赞美他们,认为他们运用了最正当的直言,且在最善的事物面前根本不将讨好放在眼里,发出了与修昔底德相同的声音。因为正如我们在前文中所展示的,修昔底德也说伯里克利具有惊人充裕的自由与直言,因为他引导民众而非被民众引导,且从不考虑说些什么能讨好他们,而是就他认为对他们最善的事提出建议。他也曾因尼基阿斯践行一切德行而赞扬过他。德摩斯梯尼就是这样为这些人说出了光荣且前后一致的话语。 来吧,让我们以最充分的善意来审视接下来的事情,就仿佛在希腊人的共同集会中一样。无论如何,这两位人物都是登峰造极之人,所谈论的话题也事关重大。不过,无论别人想如何评价演说者本身的性格,如今就且随它去吧。然而我想说的是,就这方面而言,究竟哪一方在总体心意上更具仁爱,在演说本身上也更加娴熟得体:是在没有任何必要说坏话的情况下,却选择对这些人恶语相向的人,还是在虽有激怒之事却未被煽动、不肯在注定要恶语伤人的事情上显摆自己,反而在没有任何必要的情况下特意为了他们最卓越的品质而纪念他们的人?除非在某人看来修辞学比辩证法更为低劣。然而我个人向来认为,这两者并非截然分离,而是辩证法乃是修辞学的一部分,就像提问是整个言说的一部分一样,正如赛跑者共享……

语法注5 条
  1. 267ὧν κρατῆσαι πολὺ μεῖζον ἦν ἢ τῶν ἔξω καὶ φανερῶν πολεμίων

    关系代词 ὧν 作为动词 κρατῆσαι 的宾格性属格,其先行词为 τῶν ὑπὲρ τῶν ἐναντίων λεγόντων καὶ πραττόντων。比较级 μεῖζον 表示“更重大的事/更艰难的事”,与 ἢ 引出的比较对象 τῶν ἔξω... πολεμίων 相对比。

  2. 267πότερον κάλλιον καὶ ἄμεινον τῇ πόλει διὰ τὰς τῶν προτέρων εὐεργεσίας οὔσας ὑπερμεγέθεις, οὐ μὲν οὖν εἴποι τις ἂν ἡλίκας, τὰς ἐπὶ τὸν παρόντα βίον γιγνομένας εἰς ἀχαριστίαν καὶ προπηλακισμὸν ἄγειν, ἢ πᾶσιν ὅσοι τι μετʼ εὐνοίας πράττουσι τῆς παρὰ τούτων τιμῆς καὶ φιλανθρωπίας μετεῖναι;

    引自德摩斯梯尼《论冠》(Dem. 18.316)。句子是以 πότερον ... ἄγειν, ἢ ... μετεῖναι 构建的双重选择疑问句,省略了系动词 ἐστί,主语为两个不定式短语(ἄγειν 与 μετεῖναι)。插入句 οὐ μὲν οὖν εἴποι τις ἂν ἡλίκας 用以强化前面的 ὑπερμεγέθεις(“倒不如说,没人能言说究竟有多大”)。

  3. 267ἐξὸν αὐτῷ καὶ χωρὶς τοῦ μνησθῆναι τῶν ἄνω ῥητόρων περαίνειν τὰ τῆς ὑποθέσεως

    非人称动词 ἔξεστι 的分词对格绝对独立结构(ἐξόν),带有让步含义:“尽管他完全可以……”。不定式 περαίνειν 附属于 ἐξόν 作为其动作内容。

  4. 268θαυμαστὸν ὅσον φησὶ περιεῖναι τῷ Περικλεῖ τῆς ἐλευθερίας καὶ παρρησίας

    习惯性副词短语 θαυμαστὸν ὅσον 意为“惊人地(丰富/甚多)”(类似于拉丁语 mirum quantum)。不定式 περιεῖναι 搭配与格 τῷ Περικλεῖ 及部分属格 τῆς ἐλευθερίας καὶ παρρησίας,表示“在伯里克利身上有充裕的自由与直言”。

  5. 268πότερος ... πότερʼ ὅστις ... ἢ ὅστις

    修辞性双重疑问结构。句首的疑问代词 πότερος(“二者中哪一个”)在后半部分由 πότερʼ ὅστις ... ἢ ὅστις(“是那个……的人,还是那个……的人”)重新承接并展开为两个选择支。这种呼应与超配词序突出了柏拉图与德摩斯梯尼之间的对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:267-268