← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§265-266

媲美英雄的献身与德摩斯梯尼的敬贤态度

作者论证四位政治家因正义而不顾个人安危,其德行堪比在特洛伊牺牲的英雄半神,并驳斥了对他们的诋毁。接着,作者引证德摩斯梯尼在面对埃斯基涅斯的挑衅时依然敬重先贤并以其为楷模,借此与柏拉图对先人的贬低形成鲜明对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§265

τῶν μελλόντων αὐτοῖς ἔσεσθαι δυσχερῶν ὑπολογισάμενοι πρὸς τὸ δίκαιον,1 ἀλλʼ ἀφειδῶς καὶ ἁπλῶς δόντες αὑτοὺς ὑπὲρ τοῦ κοινῇ βελτίστου τῷ Σωκράτους κέχρηνται λόγῳ. ὥστʼ ἢ δεικτέον ἐστὶν ὡς οὔτε δίκαια οὔτε ἀγαθῶν ἀνδρῶν ἦν ἔργα ἃ προείλοντο καὶ οἷς ἐνεχείρησαν, ἢ συγχωρητέον χρηστοὺς εἶναι τοὺς ἄνδρας, εἰ καὶ ὁτιοῦν ἀπήντησε, καὶ τοσούτῳ μᾶλλον καὶ μειζόνως, ὅσῳ τὴν δυσκολίαν τοῦ πράγματος οὐκ ἔδεισαν. φαῦλοι γὰρ ἂν τῷ γε σῷ λόγῳ εἶεν—λέγω δὲ ἤδη τὰ Πλάτωνος αὐτοῦ— τῶν ἡμιθέων ὅσοι ἐν Τροίᾳ τετελευτήκασιν, οἵ τε ἄλλοι καὶ ὁ τῆς Θέτιδος υἱὸς, ὃς τοσοῦτον τοῦ κινδύνου κατεφρόνησε παρὰ τὸ μὴ αἰσχρόν τι ὑπομεῖναι2 ὥστʼ ἐπειδὴ εἶπεν ἡ μήτηρ αὐτῷ, καὶ πάντα δὴ λέγω τἀπὶ τούτοις. οὐ γὰρ δή που τοὺς μὲν εἰς Τροίαν τῶν Ἑλλήνων ἐλθόντας ἐπαινεσόμεθα, ὅτι εἵλοντο καλῶς ἀποθανεῖν, τοὺς δʼ εἴ τι πείσονται δυσχερὲς ἐκ τῆς πολιτείας οὐ προτιμήσαντας οὐδὲ παρέντας τῷ φόβῳ τὸ βέλτιστον, τούτους ἀπὸ τῶν συμβάντων κρινοῦμεν· οὐδὲ τοὺς μὲν ὑπὲρ μιᾶς γυναικὸς ὑβρισθείσης ἀγανακτήσαντας ἀνδρῶν ἀγαθῶν λογισμῷ χρῆσθαι φήσομεν, τοὺς δʼ ἁπάσης τῆς Ἑλλάδος προστάντας, ἡνίχʼ ὑπὲρ παίδων ὁμοῦ καὶ γυναικῶν καὶ ἱερῶν καὶ τάφων καὶ πάντων τῶν ὄντων ἐκινδύνευον, τούτους μετὰ τῶν ὀψοποιῶν καταλέξομεν, πρὸς τοὺς ἡμιθέους ἀφέντες κρίνειν· οὐδʼ εἰ μέν τις φίλῳ τιμωρῶν ὑπέμεινε τελευτᾶν, εἰς μακάρων νήσους πέμψομεν, εἰ δέ τινες τῇ τε πόλει πάσῃ καὶ τοῖς τῶν Ἑλλήνων πράγμασιν ἀντὶ πάντων τῶν ἄλλων κατέστησαν, τούτοις εἴ τί ποθʼ ὕστερον συνέβη, τὸ κακῶς ἀκούειν προσθήσομεν. οὐχ ἕως γʼ ἂν τοὺς περὶ τῶν δικαίων λόγους φυλάττωμεν. ἀφαιρεῖν γὰρ τοῖς χρηστοῖς τῶν συμφορῶν εἰκὸς ἦν, εἴ πως ἐνῆν, μᾶλλον ἢ τοῦτο οὐκ ἔχοντας ἐπεμβαίνειν, ὃ δὴ λέγεται, κειμένοις. βούλομαι τοίνυν καὶ Δημοσθένους τοῦ Παιανιέως μνησθῆναι βραχύ τι, οὐδὲν γὰρ ἦν χεῖρον, ἄλλως τε καὶ περὶ ῥητόρων ὄντος τοῦ λόγου. μνησθήσομαι δʼ ὅσον εἰς τούτους ἀνήκει. πῶς οὖν ἐκεῖνος περὶ τῶν αὐτῶν τούτων διείλεκται, κατηγορηκότος μὲν Αἰσχίνου ὡς ἀνάξιος εἴη τοῦ στεφάνου, παρεξετάσαντος δὲ αὐτὸν πρὸς τοὺς πρότερον καὶ μόνον οὐκ ἀνάγκην προσθέντος ὥστʼ ἐξαχθῆναι καὶ παρὰ γνώμην εἰπεῖν, καὶ φιλονεικῆσαι πρὸς τοὺς ἄνδρας ἕνεκα τῆς ἐκείνου βλασφημίας; ὁ δέ πως μάλα πρᾴως καὶ σωφρόνως καὶ ἀξίως ἑαυτοῦ τὴν μὲν δεινότητα εἰς τὸν Αἰσχίνην ἔτρεψε, τοῖς δʼ ἀνδράσι τὴν εὐφημίαν ἐτήρησε. λέγει γὰρ, ὡς ἐγᾦμαι, ταυτὶ εἶτα τῶν πρότερον γεγενημένων ἀνδρῶν ἀγαθῶν μέμνησαι· καὶ καλῶς ποιεῖς. πρῶτον μὲν δὴ τοῦτο τὸ μικρὸν τὸ τῆς προσθήκης πῶς οὐ φιλάνθρωπον ἅμα καὶ γενναῖον, τὸ καὶ καλῶς ποιεῖς; οὐχ ὥσπερ Πλάτων φησὶν ὅτι οὐ καλῶς ποιεῖς, Καλλίκλεις, μεμνημένος τῶν ἀνδρῶν τούτων ὡς ἀγαθῶν· οὐ γὰρ ἦσαν τοιοῦτοι. ἔπειτα τοσούτου ἐδέησε τῆς ὑπαρχούσης ἐκείνοις δόξης ἀφελεῖν ἐπιχειρεῖν, ἵνα δὴ μείζων αὐτὸς φανείη, ὥστε3 τὴν αὑτοῦ πολιτείαν εἰς τὴν ἐκείνων ἀνενήνοχε, φάσκων ταὐτὰ βουλομένην εἶναι. λέγει γὰρ οὕτως, ὅσον ἐγὼ μέμνημαι καὶ μὴν εἰ καὶ τοῦτʼ ἄρα εἰπεῖν δεῖ, ἡ μὲν ἐμὴ πολιτεία καὶ προαίρεσις, ἐάν τις ὀρθῶς σκοπῇ, ταῖς τῶν τότε ἐπαινουμένων ἀνδρῶν ὁμοία καὶ ταὐτὰ βουλομένη φανήσεται, ἡ δὲ σὴ ταῖς τῶν τότε τοὺς τοιούτους συκοφαντούντων. καίτοι τρία γʼ εἰς ὑπερβολὴν ὑπῆρχεν εἰπεῖν αὐτῷ τὰ μέγισθʼ ὑπὲρ τῆς αὑτοῦ πολιτείας· πρῶτον μὲν ὅτι οὐχ ὁμοίως εἶχε τὰ τῶν καιρῶν οὔτε τοῖς Ἀθηναίοις οὔτε τοῖς ἄλλοις Ἕλλησι τότε καὶ καθʼ αὑτὸν, ἀλλʼ οἱ μὲν ἐν εὐθενοῦσι τοῖς πράγμασι τὴν αὑτῶν ἀρετὴν ἔδειξαν, οὗτος δὲ νοσούντων καὶ μόνον οὐκ ἀπολωλότων ἤδη πάντων ἐπὶ τὴν προστασίαν τῶν κοινῶν παρῆλθεν. ἔπειθʼ ὅτι οὐδὲ τὰ τῶν ἀντιπάλων παραπλήσια, ἀλλὰ πρὸς ἄνδρας ὀξεῖς καὶ δεινοὺς καὶ συγκεκροτημένους καὶ τούτους ὁμόρους καὶ προσοικοῦντας, καὶ ἅμα τῷ κηρυκείῳ καὶ τῷ σιδήρῳ χρωμένους, καὶ τὰ πλεῖστα τῶν

既然他们对照正义,丝毫未曾盘算自身将要面临的艰难,而是毫无保留、纯粹地为着公共的至善献出自己,那么他们便践行了苏格拉底的言论。因此,要么必须证明他们所选定和着手践行的事业既非正义,亦非善人之行;要么就必须承认这些人乃是贤良之士,纵然有任何变故降临,亦该如此,且因他们未曾畏惧事情的艰难,便更当百倍地予以认可。因为若依你的论调——我现在说的正是柏拉图本人的原话——那些在特洛伊陨落的半神们便全成了卑劣之徒,无论是其他众人,抑或忒提斯之子,后者宁可藐视危险亦不愿承受丝毫耻辱,以至于当其母向他言说之时……而其后的所有言辞我也皆在此言说了。因为我们总不至于一方面称赞前往特洛伊的希腊人,只因他们选择了壮烈赴死,而另一方面对于那些不以自身可能从政务中罹受的艰难为念、亦未曾因恐惧而放弃至善的人,却凭其遭遇的结局来评判他们;我们亦不至于一方面声称那些为了一名受辱女子而激愤的人具有善人的思虑,而另一方面对于那些在全希腊生死存亡之际出面担当、为子女、妻子、圣所、墓穴及所有一切冒着危险挺身而出的人,却不再拿他们同半神相较,反而将他们编入厨子之列;我们更不至于在某人因替友复仇而甘受死亡之时将其送往福人岛,而对于那些为了全城邦和希腊人的大业、代众人挺身而出的人,若他们后来遭遇了某些祸患,反倒将恶名加诸其身。只要我们依然坚守关于正义的言论,就绝不至于如此。因为倘若可能,人们理当为贤良之人免除灾难,而不是在无法做到这一点时,如俗话所说,反倒去践踏倒地之人。因此,我还想简略地提及派阿尼亚区的德摩斯梯尼,这样做并无害处,况且本篇言论正关涉演说家。不过,我只就关涉这几位伟人的部分加以提及。那么,在埃斯基涅斯控告他不配获得冠冕、并将他与昔日的伟人相比较、几乎要逼得他不能自持而违心发言、并因对方的诋毁而去同那些先贤争名夺利之时,他是如何论述这些同一人物的呢?然而他却极度温和、审慎且无愧于自身地,将锋芒转而刺向埃斯基涅斯,对先贤则保全了恭敬之称颂。据我所记,他说了如下这番话:‘接着你便提到了昔日出世的那些善人;你做得很好。’首先,‘你做得很好’这短短的一句附加之语,难道不是既充满仁厚又显出高贵吗?这可不像柏拉图所说的那样:‘卡利克勒斯,你将这些人作为善人提及,是做得不对的;因为他们并不是这种人。’其次,他不仅绝未企图剥夺他们既有的声誉以显出自己的伟大,反而将自己的施政归向他们的政德,坚称自己所追求的乃是相同的事业。据我所忆,他这样说道:‘况且,如果到底必须言及此点,那么只要有人公正地省察,我的施政与志向就将显明为与当年受人赞扬的那些人相类且志向相同,而你的作为则将显明为与当年诬陷此类先贤的人相类。’尽管实际上他本有至关重要的三端,可以极尽所能地为自己的施政作出申辩:其一,当时的局势与他所处时代的局势,无论对雅典人还是对其他希腊人而言皆大不相同,先贤是在国势蒸蒸日上之时彰显了他们的德行,而他则是在一切皆已衰朽、几近覆灭之际挺身出来统率大局;其二,敌手的情形亦不相类,他所面对的是敏锐、可怕且训练有素之敌,并且这些敌人正是接壤相邻之辈,同时兼用使节手杖与铁血兵刃,且大半的……

语法注3 条
  1. 265τῶν μελλόντων αὐτοῖς ἔσεσθαι δυσχερῶν ὑπολογισάμενοι πρὸς τὸ δίκαιον

    承接前一段落末尾的 οὐκοῦν ὅτʼ ἐκεῖνοι φαίνονται μηδὲν... 而来的分词结构。介词 πρός 接宾格表示比较或权衡:“对照正义,丝毫未曾盘算自身将面临的艰难”。此处的遣词呼应了柏拉图《申辩篇》28b(κίνδυνον ὑπολογίζεσθαι τοῦ ζῆν ἢ τεθνάναι)及28d(μηδὲν ὑπολογιζόμενον μήτε θάνατον μήτε ἄλλο μηδὲν πρὸς τὸ αἰσχρόν)的原意。

  2. 265παρὰ τὸ μὴ αἰσχρόν τι ὑπομεῖναι

    介词 παρά 连带冠词不定式结构表示比较或取舍(“相比于忍受耻辱而言”)。此处直接套用了柏拉图《申辩篇》28c–d中阿喀琉斯宁视死亡之险如草芥、亦不愿忍受耻辱(παρὰ τὸ αἰσχρόν τι ὑπομεῖναι)的著名典故。

  3. 266τοσούτου ἐδέησε ... ὥστε

    习语 τοσούτου δεῖ/ἐδέησε 接不定式(“远非……/绝不至于……”),后接 ὥστε 引导的结果从句,表达强烈的转折与对照:“他非但绝未企图剥夺他们的声誉,反而……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:265-266