- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:263-264
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说家援引柏拉图《申辩篇》,论证任何为正义直言之人与民众发生冲突和遭遇危险皆属必然,并将因惧祸而避离政治的柏拉图本人,与明知危险却毅然为城邦承担责任的伯里克利等政治家的高尚公心进行对比。
τὸν μὲν γὰρ οὐδεὶς ἦν ὅστις οὐκ ἂν εὔξαιτο ἀναστῆναι, ὥστε κἀν τοῖς δράμασιν ὡς ἀνεστῶτα ὁρῶντες εὐφραίνοντο, τὸν δʼ οὐκ ἔστιν ὅστις οὐκ ἂν ἐβούλετο ἀντʼ ἐκείνου κεῖσθαι. τοσούτῳ κρείττων ἦν τεθνεὼς Περικλῆς ἐκείνου ζῶντος. πάρες οὖν τοῖς συκοφάνταις ταῦτα, αὐτὸς δὲ πάλιν σαυτοῦ τι μνημόνευσον. ὅτι γὰρ οὐδὲν οὔτε τῶν ἀδυνάτων οὔτε τῶν ἀπεικότων καὶ τὰ βέλτιστα λέγοντας ὑπὲρ τοῦ δήμου τῷ δήμῳ προσκροῦσαι, ἀλλὰ καὶ τοῦτʼ αὐτὸ τῶν συμφορῶν ἐπιεικῶς αἴτιον γίγνεται, τὸ μὴ βούλεσθαι τῆς ὀρθοτάτης ἀφεῖσθαι γνώμης, οὐ τῶν μάντεων ἀκούσαντα δεῖ γνῶναι, ἀλλʼ ὁ πολλῶν δήμων καὶ πόλεων ἀντάξιος Πλάτων ὁ τοῦ Ἀρίστωνος διαμαρτύρεται διαρρήδην οὑτωσὶ λέγων, καὶ ταῦτʼ ἐν αὐτοῖς οἷς Σωκράτης ἐκινδύνευσεν οὐχὶ δικαίως αὐτῷ. τίνα οὖν ἐστι τὰ ῥήματα; οὐ γὰρ ἔστιν ὅστις ἀνθρώπων σωθήσεται οὔθʼ ὑμῖν οὔτʼ ἄλλῳ τινὶ πλήθει οὐδενὶ γνησίως ἐναντιούμενος καὶ διακωλύων πόλλʼ ἄδικα καὶ παράνομα ἐν τῇ πόλει γενέσθαι, ἀλλʼ ἀναγκαῖόν ἐστι τὸν τῷ ὄντι μαχούμενον ὑπὲρ τοῦ δικαίου, καὶ εἰ μέλλει ὀλίγον χρόνον σωθήσεσθαι, ἰδιωτεύειν, ἀλλὰ μὴ δημοσιεύειν. εἶεν, ὦ φιλότης. εἶτα ἔτι θαυμάζεις εἰ Μιλτιάδης καὶ Θεμιστοκλῆς καὶ Περικλῆς καὶ Κίμων προσέκρουσαν Ἀθηναίοις, τὰ βέλτιστα λέγοντες αὐτοῖς καὶ φεύγοντες τὰ πρὸς ἡδονήν; ἀλλὰ μὴν αὐτός γʼ ἔφης ἐντεῦθεν ὡρμῆσθαι τοὺς κινδύνους, καὶ οὐδʼ ὀλίγον χρόνον ἐγχωρεῖν διαφεύγειν. πότερον οὖν εἰ προσέκρουσαν θαυμαστόν ἐστι καὶ τοῦτʼ ἄξιον αὐτῶν κατηγορεῖν, ἢ ʼκεῖνο πολλῷ μᾶλλον ἄξιον αὐτῶν θαυμάσαι, ὅτι τόν γε τοσοῦτον χρόνον διεγένοντο, καὶ μήτε θᾶττον τοῦτʼ ἔπαθον μήθʼ ὅτε καὶ προσέκρουσαν θανάτῳ γʼ ἐζημιώθησαν, ἀλλὰ μέσην τινὰ ὁ δῆμος ἐχώρησε, καὶ τῇ μὲν ὡς εὖ καὶ καλῶς ὑπʼ αὐτῶν ἀχθεὶς ᾐσχύνθη καί τινα πρᾳότητος τύπον διεσώσατο, τῇ δὲ οὐκ ἠδυνήθη τὴν τοῦ πράγματος φύσιν διαφυγεῖν, ἀλλʼ ὧν δήμῳ προσῆκεν ἁμαρτεῖν, μέρος γοῦν τι μετέσχεν; ἡδέως δʼ ἂν ἐροίμην, ὅστις βούλεται δέξασθαι τὸ ἐρώτημα ὑπὲρ Πλάτωνος, αὐτὸς δὲ δὴ τί μαθὼν1 ἡμῖν ὁ Πλάτων οὐκ ἐπολιτεύσατο; ἆρʼ ἄλλο τι φήσειεν ἂν ὁστισοῦν ἢ τὸ αὐτὸ τοῦτο ὅπερ καὶ Σωκράτης λέγων ἐκείνῳ φαίνεται; τί μὴν ἕτερον; εἶθʼ ἃ φοβηθεὶς μὴ πάθῃς οὐκ ἐδημηγόρεις, ταῦτʼ εἴ τις ἐκείνων πέπονθεν, ὡς οὐ τὰ βέλτιστα συνεβούλευεν ἰσχυρίζει; καὶ μὴν εἰ μὲν οὐδεὶς ἐπῆν κίνδυνος, τοῦ χάριν οὐδὲν ὤνησας τὴν πατρίδα; εἰ δʼ ἕτοιμον ἦν ἀπολωλέναι, τί θαυμάζεις εἴ τις ἐκείνων ἐχρήσατο συμφορᾷ καὶ τῷ τὰ βέλτιστα λέγειν τιθεὶς αὐτὸς ἕπεσθαι τὸ κινδυνεύειν, ἐκείνους ἐξ ὧν ἠτύχησαν ἀποστερεῖς τὸ λέγειν τὰ βέλτιστα;2 φέρε δὴ κἀκεῖνο σκεψώμεθα· ὁπότʼ ἦν ἐν τῷ τὰ δίκαια πράττειν προαιρεῖσθαι τοιοῦτόν τι λαβεῖν παρʼ αὐτῶν, πότεροι πρὸς θεῶν πῶς ἂν εὐπρεπῶς εἴποιμι κοινότεροι τὴν γνώμην, καὶ εἰ μὴ τὸ ὅλον βελτίους, τῇ γε πόλει χρησιμώτεροι, πότερʼ οἵτινες προορώμενοι τὸν προσόντα κίνδυνον εἶτʼ ἐκποδὼν ἔστησαν, ἢ οἵτινες εἰδότες οὐκ ἀπώκνησαν; ἐμοὶ μὲν γὰρ δοκεῖ τὸ μὲν μηδὲν εἰπεῖν αἰσχρὸν κοινὸν ἀμφοῖν εἶναι, τὸ δʼ ἐγχειρῆσαι τὰ βέλτιστα εἰπεῖν τοῦ μηδʼ ὅλως εἰπεῖν οὐ τῶν φαυλοτέρων ὂν ἐκείνοις ὑπάρχειν.3 εἰ γάρ τι καὶ διήμαρτον, οἷς γε προείλοντο φήσει τις αὐτοὺς νικᾶν. εἰ τοίνυν μὴ μόνον προείλοντο, ἀλλὰ καὶ κατώρθωσαν πολλὰ καὶ καλὰ καὶ δίκαια καὶ κοινῇ συμφέροντα, μὴ πρὸς ἐλαττώματος αὐτοῖς γένηται. τοῦτο γὰρ ἔξεστι δήπουθεν αὐτοῖς εἰπεῖν. εἰ δὲ καὶ τοῦτʼ ἔξεστιν ἐρωτῆσαι, πότεροι τῷ Σωκράτους αὐτοῦ καὶ Πλάτωνος λόγῳ μᾶλλον συμβαίνοντα καὶ βεβούλευνται καὶ πεποιήκασι; τῷ ποίῳ δὴ λέγω τούτῳ λόγῳ; ὅσπερ ἐστὶν ἁπάντων λόγων οἶμαι κάλλιστος. τίς οὗτος; οὐ καλῶς φησὶ λέγεις, ὦ ἄνθρωπε, εἰ οἴει δεῖν κίνδυνον ὑπολογίζεσθαι τοῦ ζῆν ἢ τεθνάναι ἄνδρα ὅτου τι καὶ σμικρὸν ὄφελός ἐστιν, ἀλλʼ οὐκ ἐκεῖνο μόνον σκοπεῖν, ὅταν πράττῃ, πότερον δίκαια ἢ ἄδικα πράττει καὶ ἀνδρὸς ἀγαθοῦ ἔργα ἢ κακοῦ. οὐκοῦν ὅτʼ ἐκεῖνοι φαίνονται μηδὲν
因为对于前者,没有谁不曾祈求他能复生,以至于在戏剧中看到他复活的形象便心生喜悦;而对于后者,没有谁不曾希望由他代替那人倒地死去。死去的伯里克利,比活着的那人优越得何其之多! 因此,且将这些事留给诬告者罢,你自己当重新忆起你自己的言论。因为,为民众进言最善之策者会与民众发生冲突,这既非不可能之事,亦非反常之事,甚至正是由于不愿放弃最端正的主张,这一端本身往往便成了祸患的根由——要明白这一点,无须倾听预言者的声音,而是那位抵得上许多民众与城邦的阿里斯同之子柏拉图,早已如此这般直截了当地作证立论,而且正是在苏格拉底蒙受不公正危险的同一情形之中。那么,原话究竟如何? ‘因为世上决没有任何人,倘若真诚地反对你们或任何其他大众,阻止城邦中发生诸多不公与不法之事,还能保全性命;相反,凡真正为正义而战的人,若想哪怕只苟活些微时日,亦必须作为私人自处,而绝不可涉足政务。’ 好罢,我的朋友。那么你如今还在惊异于米勒提亚德、地米斯托克利、伯里克利与客蒙竟与雅典人发生冲突,即便他们向雅典人进言最善之事、规避阿谀逢迎之词?然而你自己分明说过,危险正是由此而起,且哪怕要逃脱片刻亦不可能。那么,倘若他们发生了冲突,这难道是怪事、且值得借此控告他们吗?抑或那另一事实远比这更值得赞赏:即他们坚持了如此之久的时日,既未过早遭遇这般厄运,又在发生冲突时亦未被处以死刑;而民众走了一条中间道路,一方面因曾受其卓越美好的引领而心存惭怍,保全了某种宽容的风度,另一方面却又无法摆脱人情事理的本性,对凡属民众易犯的过失,至少亦分担了其中的一部分?我很乐意向任何愿为柏拉图答辩的人提出一问:柏拉图本人究竟是出于何种念头,才在我们面前未曾参政?难道任何人还能说出除苏格拉底在其书中显现的言论之外的别种缘由吗?还能有什么别的?既然你因惧怕罹祸而未曾在大众面前发表演说,那么若那些人中有人罹受了这等祸患,你难道就能断言他未曾提出最善的建言吗?而且,若当时本无任何危险,你因何缘故未曾给祖国带来分毫益处?而若毁灭乃是旦夕之事,你何以惊异于他们中有人遭遇了不幸?你既然自己设定危险乃是进言最善者的伴随物,又凭何因他们遭逢的不幸而剥夺他们曾进言最善的事实?来罢,且让我们再省察一事:在选择践行正义之事时,从大众那里招致这等遭遇既然不可避免,那么看在诸神的分上——我当如何恰当地表达呢——究竟哪一类人在意向上更具公心,纵然在整体上未必更善,至少对城邦更为有用:是那些预见迫近的危险因而退避一旁的人,还是那些明知危险却毫不退缩的人?因为在我看来,不讲任何可耻之言乃是两者所共有的,然而勇于进言最善之事,比之全然不言并非更为低劣之事,且属于后者。因为纵然他们有所失误,人们亦当承认他们在立意选择上胜出一筹。既然他们不仅作出了选择,而且还成就了许多美好、公正且合乎公益的事业,这便不应转而成为指责他们的劣迹。因为他们显然有权陈说此理。且若允许追问此点:究竟哪一类人更为符合苏格拉底本人与柏拉图的言辞而深思并践行?我究竟指的是哪一句话?我认为那是所有言辞中最优美的一句。那是哪一句? 他说:‘朋友,你若认为一个稍微有些用处的男子,应当盘算生死之险,而不是在行事之时仅考虑这一端:即他所做之事是正义还是不正义,是善人的作为还是恶人的作为,那么你说得并不好。’ 因此,当那些人显然未曾……
- 264τί μαθὼν
雅典散文中的惯用表达,带有明显的惊异或责难语气,意为“究竟是出于什么想法/究竟为了什么(做某事)”。在句法上,它由疑问代词/副词 τί 与动词 μανθάνω 的第二不定过去时主动分词阳性单数主格 μαθών 构成,作为修饰主句动词 οὐκ ἐπολιτεύσατο 的主语(ὁ Πλάτων)的原因分词。
- 264ἐκείνους ἐξ ὧν ἠτύχησαν ἀποστερεῖς τὸ λέγειν τὰ βέλτιστα
动词 ἀποστερέω(剥夺)在此处构成双宾格结构:表示人的 ἐκείνους 为直接宾语,定冠词不定词短语 τὸ λέγειν τὰ βέλτιστα 为被剥夺的内容(同为宾格)。介词短语 ἐξ ὧν ἠτύχησαν 表原因与根据,意为“因他们遭受不幸的那些事由”。
- 264τὸ δʼ ἐγχειρῆσαι τὰ βέλτιστα εἰπεῖν τοῦ μηδʼ ὅλως εἰπεῖν οὐ τῶν φαυλοτέρων ὂν ἐκείνοις ὑπάρχειν
本句核心骨架为 τὸ μὲν ... αἰσχρὸν κοινὸν ἀμφοῖν εἶναι 与 τὸ δʼ ἐγχειρῆσαι ... ἐκείνοις ὑπάρχειν 的对比并列结构。定冠词不定词 τὸ ἐγχειρῆσαι 是不定词 ὑπάρχειν 的逻辑主语,分词短语 οὐ τῶν φαυλοτέρων ὄν(不属低劣之列,即不逊色)对其作表语性修饰。其前面的 τοῦ μηδʼ ὅλως εἰπεῖν 为比较属格,依附于比较级含义的 τῶν φαυλοτέρων,表示比较的基准(“相较于全然不言而言”)。
