← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§261-262

时机与运气的支配及技艺的局限

作者将帕拉墨得斯在审判中的冤死与伯里克利等雅典政治家的受审相对比,引证柏拉图自身的学说指出,在神明与机运面前技艺仅退居第三位,因此他们的挫败绝非无能之证,并指出克里昂对伯里克利及斯巴达人的胜利纯属仰赖时机而非实力。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§261

μειζόνων ἐκτίνοντας, μηδʼ εἰς αὐτὴν τὴν σωτηρίαν ἀπομνημονεῦσαι, πῶς οὐ πολλῆς ἄν τις φήσαι τῆς ἀτοπίας εἶναι, καὶ τό γʼ αὐτὸν ἐκεῖνον τὰ μὲν ἄλλα σοφίζεσθαι, τῶν δʼ εἰς τὴν ἀπολογίαν ἀπορῆσαι, καὶ ταῦθʼ οὕτω ῥᾳδίαν οὖσαν καὶ τῶν πραγμάτων αὐτῶν βοηθούντων; ἀλλʼ ὑπὲρ μὲν τῶν ἄλλων σοφὸς ἦν, αὐτὸν δʼ ὠφελεῖν οὐκ εἶχε, καὶ ταῦτα τὸν περὶ τῆς ψυχῆς τρέχων,1 ὃν χρῆν, εἰ καὶ ἐν τοῖς Τρωσὶν ἐκρίνετο, συλληφθεὶς ὑπὸ τῆς σοφίας ἔχειν ἑαυτὸν ἂν σῶσαι.2 ὁ δὲ τῶν φίλων καὶ τῶν συμμάχων καὶ ὧν εὐεργέτης ἦν χαλεπωτέρων ἢ τῶν πολεμίων ἀπῄει τυχὼν, καὶ πάσας τὰς ἄλλας εὑρίσκων μηχανὰς μίαν οὐχ εὗρεν ὅπως σωθήσεται. ἀλλʼ ἐπειδὴ κατεψηφίσαντο ἀδικεῖν αὐτοῦ, οὐ ταυτὸν τοῖς Ἀθηναίοις ἐποίησαν· οὐ γὰρ χρημάτων ἐτίμησαν οὐδὲ φυγῆς οὐδʼ ὅσον δέκα ἔτη μετέστησαν, ἀλλʼ ἄρδην ἀπέκτειναν. οὕτω μέχρι μὲν τοῦ μὴ κατὰ νοῦν ἀγωνίζεσθαι καὶ τοῦ τῶν συκοφαντῶν ἔλαττον ἔχειν κοινωνεῖ τῷ Παλαμήδει τῆς τύχης ἡμῖν ἡ τοῦ Περικλέους φατρία, τὰ δʼ ἐφεξῆς καὶ διαφέρει, καὶ οἵ τε Ἀθηναῖοι συμπάντων τῶν Ἑλλήνων ἡμερώτεροι πολλῷ τινι φαίνονται καὶ οἱ ῥήτορες αὖ τῶν ῥητόρων πρᾳότερον ἐπταικότες, καὶ ταύτῃ γε σοφώτεροι τοῦ Παλαμήδους ὄντες, τοσοῦτον, εἰ μή τι ἄλλο, πεῖσαι δυνηθέντες, ὡς οὐ θανάτου γʼ ἄξιοι τοῖς Ἀθηναίοις εἶεν, οὐχ ὥσπερ ἐκεῖνος οὐδʼ εἰς τὸ τίμημα χρήσιμος οὐδὲν ἦν αὑτῷ. ἀλλʼ οἶμαι καὶ Παλαμήδει καὶ Μιλτιάδῃ καὶ Περικλεῖ καὶ πᾶσιν ἀνθρώποις μέτεστι τῆς κοινῆς ἀπολογίας ἣν αὐτὸς Πλάτων ἐνδίδωσιν, ἧς ἀρτίως ἐμνήσθην, ὡς τύχαι καὶ καιροὶ τὰ τῶν ἀνθρώπων ἄγουσι πράγματα, ἐπεὶ καὶ ὃ προσδιωρθώσατο καὶ προσέθηκε πρὸς τῷ θεῷ καὶ τῇ τύχῃ καὶ τὴν τέχνην τρίτον ὡρίσατο, εὖ φρονῶν. φησὶ γοῦν οὕτως ἡμερώτερον μέντοι τρίτον συγχωρῆσαι τούτοις δεῖν ἕπεσθαι τὴν τέχνην. ἄριστά γε καὶ θειότατα, ὦ Πλάτων, ὡς ἀληθῶς. εἰ τοίνυν καὶ τῇ τάξει καὶ τῇ δυνάμει τρίτον ἡ τέχνη, πῶς ἀποχρῶν ἂν εἴη καθάπαξ; ἢ πῶς ἄν τις τὸ ἐλάχιστον καὶ τὸ φαυλότατον τῶν πλειόνων καὶ τῶν μειζόνων ἀξιοίη κρατεῖν; οὐκ ἔστιν ὅπως δικαίως. μὴ τοίνυν θαυμάσῃς, εἰ Περικλῆς ἔχων ἐπιστήμην καὶ τέχνην τοῦ θεοῦ καὶ τῆς τύχης ἡττᾶτο, μηδʼ ἀμνημόνει τῶν καιρῶν, οὓς αὐτὸς φῂς οὐκ ὀλίγον δύνασθαι, οἷς οὐ πρᾳοτάτοις ἐκεῖνος τότε χρησάμενος φαίνεται. πολλὰ καὶ παράδοξα κατʼ ἀνθρώπους καὶ γέγονε καὶ γενήσεται. ὧν ἐστι καὶ τὰ τούτοις τοῖς ἀνδράσι συμβάντα. τίς δʼ οὐκ ἂν φαίη; ἀλλʼ οὔπω ταῦτʼ ἐστὶν ἔλεγχος κατʼ αὐτῶν ὡς οὔτε ἠπίσταντο χρηστὸν οὐδὲν οὔτʼ ἠδύναντο βελτίους ποιεῖν, ἀλλʼ ἐξῆν αὐτοῖς τήν τε τέχνην ἔχειν δήπουθεν καὶ τὸ χρηστοὺς εἶναι, εἰ καὶ τῶν μειζόνων ἐπικουριῶν ἔν γε τῷ τότε ἐστέρηντο· μηδέ γʼ ἐλάττους φῶμεν αὐτοὺς τῶν ἀντιπάλων γενέσθαι, μὴ δῆτα ἡμεῖς γε, ἀλλʼ ὥσπερ ὀλισθεῖν κρείττους ὄντας τοῖς ὅλοις. ἐκράτει Κλέων Περικλέους. ὁ δέ γε αὐτὸς οὗτος καὶ Λακεδαιμονίων ποτὲ, ὡς ᾤετο, καὶ δεδεμένους γε ἤγαγεν ἐν πέδαις Ἀθήναζε, καὶ ὃ τούτου μεῖζον εἶναι δοκεῖ, καὶ χρόνον προειπὼν ἡνίκʼ ἐξῄει, καὶ τοῦτον οὐ πλεῖστον, ἀλλʼ ὅσον εἴκοσιν ἡμερῶν, ἀλλʼ ὅτι γʼ οὐ πάνυ κρείττων ἦν τῶν Λακεδαιμονίων ἔδειξεν Ἀμφίπολις, πρὸς ἣν μαχόμενος οὐ πολὺ τῷ Βρασίδᾳ παρέσχε τὸ ἔργον. ἀλλὰ κἀκείνου τεθνεῶτος ἤρκεσε πελταστὴς Μυρκίνιος φεύγοντα βαλὼν ἀποκτεῖναι, ὥς φησιν ὁ μηνυτής.3 ὁ δέ γε αὐτὸς οὗτος λέγει καὶ περὶ τῶν ἑκατέρωθεν νεκρῶν ὡς οὐκ ὀλίγον τὸ διάφορον συνέβη γενέσθαι. ἑπτὰ γὰρ οἶμαι πρὸς ἑξακοσίους ἀντιλογίζεται. οὕτω τοίνυν κἀν τῇ δίκῃ οὐ τῶν Περικλέους λόγων οὐδὲ τῆς ἐπιστήμης ἐκράτησεν, οὐδέ γε ὡς ἀνεπιστήμονος περιεγένετο, ἀλλʼ ἀπέλαυσε τοῦ καιροῦ, ὥσπερ κἀν τῇ Πύλῳ τῇ τύχῃ καὶ τῷ καιρῷ προσεχρήσατο· ἐπεὶ Περικλῆς γε καὶ τεθνεὼς ἐκράτει Κλέωνος, εἰ δεῖ τἀληθὲς εἰπεῖν. μέγα δὲ σημεῖον·

既然他们对帕拉墨得斯欠下了深重的大恩,本理当在更重大的事由上予以酬谢,却甚至在他求生的关头都未曾念及报恩——谁能不说这乃是极大的反常荒谬?而且他本人在其他事情上运智谋思,却在辩护的手段上束手无策,更何况这辩护本是如此容易,且事态本身亦在襄助他!然而,他为他人运智,却无法匡助自己,且这还是在进行一场关乎生死的竞逐;即使他是被擒而在特洛伊人之中受审,他本也当能够凭借其智慧拯救自身!然而,他离开人世时,所遭遇的朋友、盟友及他曾施惠之人,竟比仇敌还要冷酷;他发现了所有其他机巧策略,却未曾找到一条能让自己获救的生路。而当他们表决判定他有罪时,他们所做的并未同于雅典人:因为他们既未科以罚款,亦未处以流放,甚至没有哪怕只放逐他十年,而是彻底将他斩尽杀绝。因此,直到未能如愿申辩、且在告发者面前落于下风这一步为止,对我们而言,伯里克利一派在机运上与帕拉墨得斯同甘共苦;但接下来的遭遇便截然不同了:雅典人显然比所有希腊人都温和得多,而这些演说家亦比那些演说家跌倒得温和得多,且在这一层面上,他们比帕拉墨得斯更为明智——如果说别无所长的话,他们至少能说服雅典人到这种程度:即在雅典人眼中他们罪不当诛;而不似帕拉墨得斯那样,在量刑阶段甚至对自己毫无补益。然而我认为,帕拉墨得斯、米勒提亚德、伯里克利以及全人类,皆共享着柏拉图自己所提供的这一共同申辩——正如我方才所提及的:机运与时机统御着人类的事物。因为柏拉图在明智深思之下,亦对此作了补充修正,在神与机运之外,将技艺规定为第三项因素。他至少是这样说的:‘然而,承认技艺应当作为第三者顺从伴随它们,乃是更为平易温和的做法。’这话说得极为精妙且至为神圣,柏拉图啊,千真万确!那么,倘若技艺在序次与威力上皆居第三位,它又怎能一举涵盖万全?抑或,谁又能要求那最微小、最薄弱之物去压制那数量更众、威能更大者?这在理法上绝无可能。因此,若伯里克利虽握有知识与技艺,却仍败于神与机运,你切莫称奇;亦切勿遗忘那些时机,你自己亦称其具有不小的力量,而伯里克利当时所经历的时机,看来绝非最为平顺。在人类之间,发生过并将继续发生诸多不可思议的奇事,降临在这些人物身上的际遇亦属其列。谁又能否定这一点?但这绝非能用来驳倒他们、证明他们既无有用之知亦不能使人变善的证据;相反,他们显然完全可能既保有技艺又为人良善,哪怕在当时他们被剥夺了更重大的襄助。我们亦绝不可说他们变得逊色于其对手——我们断然不可如此——而毋宁说,他们在总体上本更胜一筹,只是不慎失足罢了。克里昂胜过了伯里克利。然而正是此人,正如他自己所认为的那样,也曾〔胜过〕斯巴达人,而且还将〔他们〕戴着足枷押送至雅典;且看似比这更了不起的是,他甚至在出征前便预言了期限,且不是极长的时日,而是仅仅约二十天。然而安菲波利斯之战却表明,他绝非完全强于斯巴达人,面对安菲波利斯作战,他并未让布拉西达斯费多大工夫。甚至在布拉西达斯战死之后,据那位通报者所言,仅凭一名密耳基诺斯的轻盾兵投掷一击,便足以将逃跑中的〔克里昂〕击毙。且这位通报者自己亦谈及双方阵亡之人,其差距绝非微小;因为我想他是将七人与六百人相对比。由此可见,在审判之中,克里昂并未压倒伯里克利的言辞,亦未压倒其知识,更非胜过了一个毫无知识之人,而仅仅是坐享了时机之利,正如他在皮洛斯除机运外亦利用了时机一般;因为倘若必须说出实情,伯里克利即使身死,亦胜过了克里昂。而这里有一个重大的证据:

语法注3 条
  1. 261τὸν περὶ τῆς ψυχῆς τρέχων

    与动词 τρέχω 连用的同源/内含宾格习惯表达,意为“进行生死攸关的赛跑/角逐”(省略了 τὸν περὶ τῆς ψυχῆς δρόμον 中的 δρόμον)。此处作为比喻,指涉关乎性命存亡的诉讼生死斗。

  2. 261συλληφθεὶς ὑπὸ τῆς σοφίας ἔχειν ἑαυτὸν ἂν σῶσαι

    主语为帕拉墨得斯(关系代词 ὅν 所指对象)。συλληφθείς 是 συλλαμβάνω 的被动不定过去分词,在此取“协助、襄助”之义(主动语态常接与格,被动语态接 ὑπό + 属格表示“受……协助”),整句即“哪怕是在特洛伊人中受审,本也应当在智慧的襄助下拯救自身”。另一种解读是将 συλληφθείς 视为“被捕获”(即被特洛伊人捕获),而 ὑπό τῆς σοφίας 修饰不定词,但此处采取介词短语直接修饰分词的自然解构。

  3. 262ὁ μηνυτής

    指历史学家修昔底德。此处极其精确地对应了修昔底德对公元前422年安菲波利斯之战的记述:克里昂在逃跑时被一名密耳基诺斯轻盾兵杀死(《伯罗奔尼撒战争史》5.10),且双方阵亡人数为雅典约600人、布拉西达斯方仅7人(5.11)。因此称其为“通报者/记录者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:261-262