← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§259-260

命运的逆转:人是神的玩偶与帕拉墨得斯之冤

作者通过运势的无常逆转论证柏拉图“人是神之玩偶”的论断,并引述极具智慧却败于劣质者之手的帕拉墨得斯遭受不公审判之事,作为这一悖理现象的最有力例证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§259

μὴ δοκῇ τοῖς κρείττοσιν. εἰ φίλοις ἰσχύεις, εἰ χρήμασιν, εἰ δόξαν ἔχεις ἐν τῇ πόλει, μηδενὶ τούτων ἐπαρθῇς, μηδὲ μεῖζον φρονήσῃς τῆς ἐξουσίας. εἰ πάντων κρατήσεις, ἡττήσει τῆς τύχης. ταῦτʼ ἐστὶν ὁ ἀγὼν οὗτος, ταῦθʼ Ὅμηρος λέγει. οὐδὲν τῶν ἀνθρωπείων ἀσφαλὲς οὐδʼ ὁμαλὸν οὐδʼ αὔταρκες, ἀλλʼ ἡττήσεται μὲν ὁ ἰσχυρὸς τοῦ ἀσθενοῦς, ὅταν καιρὸς ᾖ τούτου, ἁλώσεται δὲ Βαβυλὼν αὐτοῖς τείχεσι,1 πάλιν δὲ τοὺς Πέρσας πορθήσουσιν ἕτεροι. πάντα ταῦτʼ ἐναλλὰξ περιέρχεται. οὕτω καὶ τὸ σὸν, ὦ Πλάτων, σώζεται, τὸ ἄνθρωπον εἶναι θεοῦ παίγνιον. ὅταν ἐκπίπτῃ μὲν τοῦ ἅρματος ὁ ἡνίοχος, ἐν ᾧ πρόσθεν εἱστήκει βεβαίως, ἀπορῇ δὲ ὁ κυβερνήτης ὅπως χρὴ σώζειν τὴν ναῦν πολλάκις ἤδη σεσωκὼς, ἰλιγγιᾷ δὲ ὁ κρείττων ὑπὸ τοῦ χείρονος, κιχάνῃ δὲ βραδὺς ὠκὺν, πάντα δʼ ἄνω καὶ κάτω περιχωρῇ, τότʼ ἄν τις ἴδοι τὸν σὸν λόγον, τόθʼ ὡς ἀληθῶς προφήτου τινὸς εἶναι δόξειεν ἂν, ὡς θεὸς μὲν καὶ τύχη πάντʼ ἄγουσι, τὸ δʼ ἡμέτερον πᾶν ἦν ἄρα παιδιά. εἰ δʼ ἔσωζον μὲν οἱ κυβερνῆται πάντες ἅπαντας τοὺς ἐμπλέοντας, ἔσωζον δʼ οἱ ἰατροὶ πάντες ἅπαντας τοὺς κάμνοντας, ἐνίκων δʼ οἱ κρείττονες, ἐνίκων δʼ οἱ μείζονες, τὸ δʼ ἀεὶ τούτοις πᾶσι προσῆν, μηδεὶς δὲ ἐσφάλλετο τῶν ἀρξαμένων κατορθοῦν, εὐχὴ δὲ καὶ δύναμις μηδὲν διέφερεν, ἀθάνατʼ ἂν πάντʼ ἦν τὰ τῶν ἀνθρώπων πράγματα καὶ οὐδὲν ἂν εὐχῆς ἴσως προσέδει, οὐδʼ ἂν κατέκλυζεν ἡμᾶς τῶν πίθων ἅτερος2 ὥσπερ νῦν. νῦν δʼ οἱ ποιηταὶ πολλὰ χρήσιμοι κἀνταῦθα πρόσκεινται καὶ παρακολουθοῦσιν ἡμῖν, ὑπομιμνήσκοντες ἀεὶ τῆς φύσεως, ἐφημέρους τε καλοῦντες καὶ χαμαὶ ἐρχομένους, καὶ πάντα τρόπον τὴν ἀλαζονείαν καθαροῦντες, ὅπως μηδʼ εἴ τις εὖ πράττειν δοκοίη, τούτῳ θρασύνοιτο, μηδʼ ἑτέρῳ πταίσαντί που προφέροι τὴν τύχην ῥαδίως. καὶ τί δεῖ τἄλλα λέγειν ὡς ἔχει; ἀλλὰ τὰ τῶν δικῶν πῶς εἶχεν ἐξ ἀρχῆς; ἔλθωμεν γὰρ ἐπʼ αὐτὸ τὸ κυριώτατον ἤδη. ὁ Παλαμήδης σοφώτατος ὢν τῶν Ἀχαιῶν ἑάλω τὴν δίκην τῆς προδοσίας. καὶ οὐκ ἐρεῖς ὡς ἐκείνου γε Ἀθηναῖοι κατεψηφίσαντο. ἀλλὰ πᾶσα μὲν ἡ Ἑλλὰς συνεληλύθει, ἐγένετο δὲ ἡ κρίσις ἐν μέσῳ, καὶ ἀδικεῖν ἔδοξεν, ὅτι δὲ οὐχὶ δικαίως ἔδοξεν αὐτὸς σὺ λέγεις ἐν Σωκράτους ἀπολογίᾳ. καίτοι τίς οὐκ ἂν φήσειεν οὑτωσὶ πολλὴν εἶναι τὴν ἀλογίαν, ὄντα μὲν αὐτὸν κυριώτερον τοῦ Ὀδυσσέως εἰς σοφίας λόγον, ὡς ἔφη Πίνδαρος, εἶθʼ ἡττηθῆναι τοῦ χείρονος, καὶ ταῦτʼ οὐκ εἰς χειρῶν κρίσιν οὐδʼ εἰς ἄλλο τι τοιοῦτον ἐλθόντος τοῦ πράγματος, ἀλλʼ εἰς αὐτὸ τοῦτο ἐν ᾧ κρείττων ἦν; αὖθις δʼ αὖ τοὺς Ἀχαιοὺς οὕτω πολλὰ καὶ μεγάλα ὑπʼ αὐτοῦ πεπονθότας εὖ, διʼ ἃ καὶ φιλεῖν καὶ θαυμάζειν αὐτὸν προσῆκεν, εἶθʼ οὕτως ἀγνώμονα καὶ ἀνόμοιον ἀποδοῦναι τὴν χάριν, ὅς γε καὶ σπουδαίων καὶ τῶν εἰς ψυχαγωγίαν ἡγεμὼν αὐτοῖς ἐγεγόνει σχεδὸν ἁπάντων. ἓν δὲ μέγιστον καὶ τελεώτατον καὶ πλείστης ἄξιον τιμῆς ἐξεῦρε τὰ τακτικὰ, ὑφʼ ὧν ἅμα σώζεσθαι καὶ τῶν ἐναντίων κρείττοσιν εἶναι περιῆν αὐτοῖς. ὡς μὲν γὰρ ἡ τραγῳδία φησὶν, οὐδὲ τῶν βοσκημάτων οὐδὲν διέφερον πρὶν ἐκείνῳ συγγενέσθαι. οἱ δὲ τοσοῦτον ἀπεῖχον τοῦ σύμπαντας ἂν αὐτοὺς ἀριθμῆσαι, ἢ τὰς ναῦς ὁπόσαι τινὲς ἦσαν ἃς ἦγον, ὥστʼ οὐδʼ ὁπόσοι τινὲς αὐτοῖς εἰσὶν οἱ βασιλεῖς ὅ τε Ἀγαμέμνων καὶ ὁ Μενέλαος ἔμελλον εὑρήσειν, οὐδέ γε, ὡς ἔοικεν, ἐκεῖνοι τοὺς αὑτῶν πόδας ἢ καὶ τὰς χεῖρας ἑκάτερος, μὴ ὅτι τὴν στρατιάν.3 ἀλλὰ ταῦτα μὲν Πλάτων τε ἡμῖν προσπαίζει τοὺς τραγικοὺς καὶ ἡμεῖς συνεπαίξαμεν. τὸ δʼ οὖν πολλῶν καὶ μεγάλων ὀφείλοντας τῷ Παλαμήδει χάριν καὶ δικαίως ἂν καὶ ἐπὶ

除非这得到更高神明的首肯。纵使你在友朋上势大,在资财上雄厚,在城邦中享有声望,亦切勿因其中任何一项而趾高气扬,更不可生出僭越自身权能的狂妄之念。即使你征服一切,亦终将败给机运。这场竞技所昭示的正是此理,荷马所言说的亦是此意。人类事物中绝无稳固、平顺或自足者,每逢时机来临,强者必为弱者所败,巴比伦城连同其坚壁亦难免陷落,而波斯人亦反将遭他人洗劫。这一切皆是轮番流转更替的。如此一来,柏拉图啊,你那“人乃神之玩偶”的名言便亦得以保全。当御者从此前曾安然伫立的战车上跌落,当曾屡屡挽救此船的舵手此刻竟不知该如何救护船只,当更优秀者受制于劣质者而眩晕不知所措,当迟缓者追及捷足者,万事颠倒错乱地轮转之时,人们方能省悟你的言论,那时这言论方真宛如出自某位先知之口:神与机运统御万物,而我们自身的一切不过终究是儿戏而已。倘若所有的舵手皆能保全一切同舟者,所有的医师皆能治愈一切病患,更强者恒胜,更伟大者恒赢,且恒常性伴随这一切,行事得顺者无一人失足,祈愿与能力毫厘无差,则人类之事皆将化为永恒,或许便全然无须祈愿,亦不会如今日一般,被那盛着恶运的另一个瓮罐倾盆淹没。然而如今,诗人们在此处亦多有助益地紧随相伴于我们身旁,时时提醒我们自身的本性,称我们为“朝生暮死者”与“行于尘土者”,以各种方式洗涤我们的傲慢,免得哪怕有人看似春风得意,便据此横行骄纵,或对偶有闪失者轻率地以机运相讥诮。至于其他事物的实情,又何须多费唇舌? 然而诉讼之事自始又是如何?且让我们此刻径直进入那最无可辩驳的例证吧。阿开奥斯人中最具智慧的帕拉墨得斯,竟在叛国罪的审判中被定罪。你总不能说是雅典人表决判定了他;全希腊皆齐聚于此,审判是在众人之中公然举行的,他也确实被判定有罪;但他并非公正地被判定有罪,这正是你自己在《苏格拉底的申辩》中亲口所言。然而谁能不说这展现了极大的悖理荒谬:正如品达所言,他论智慧本应比奥德修斯更为权威卓越,随后却败于劣质者之手,且这并非是在拳脚较量或诸如此类的事情上见分晓,而恰恰是在他原本占优的此事本身上落败!更甚者,阿开奥斯人蒙受了他如此繁多而巨大的恩惠,本理当爱戴并钦慕他,随后却施以如此忘恩负义且极不相称的回报,而他原本几乎是他们在一切要务与遣兴之具上的引路人!他发明了那最为重大、最为完备且最值得荣耀的战术,阿开奥斯人赖此得以自存并压制强敌。正如悲剧所言,在结识他之前,他们与牲畜毫无二致;他们不仅远不能点清自身全数或所率战船几何,甚至连阿伽门农与墨涅拉俄斯究竟是几位国王都算不明白,而且看来那两位各自连自己的手足尚且数不清楚,更遑论全军军队了。不过在这些事上,是柏拉图在与我们一同戏谑那些悲剧诗人,而我们也随之相和罢了。无论如何,他们对帕拉墨得斯欠下了深重的大恩,理所应当且在

语法注3 条
  1. 259αὐτοῖς τείχεσι

    与 αὐτός 连用的伴随与格(dative of accompaniment),意为“连同城墙一起”或“将城墙也一并”。

  2. 259τῶν πίθων ἅτερος

    典出荷马《伊利亚特》第24卷527行起“宙斯的两个陶瓮(吉与凶)”。ἅτερος(ὁ ἕτερος 的缩合形式)作为主语,特指两者中盛装灾厄的另一瓮,τῶν πίθων 为部分属格。

  3. 260μὴ ὅτι τὴν στρατιάν

    带有 μὴ ὅτι 的惯用省略句式,相当于“且不说全军”“更遑论军队”(类似于拉丁语的 ne dicam 或 non modo),紧承前文“连自己的手脚都数不清”以进一步强化对比程度。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:259-260