← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§257-258

帕特洛克罗斯葬礼竞技的例证与命运之败

作者援引帕特洛克罗斯葬礼竞技中欧墨洛斯、小埃阿斯、大埃阿斯和特乌克洛斯的不幸与意外败绩,论证即便拥有最卓越的能力,机运亦支配着结局,从而反驳了柏拉图因单次挫折便全盘否定一个人的苛刻观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§257

ἵππων ὀχούμενος· ὃ μηδενί πω τῶν ἄλλων ἦν ῥᾴδιον. ὥστε καὶ ἰδὼν αὐτὸν Ἀχιλλεὺς ᾤκτειρέ τε καὶ λέγει "λοῖσθος ἀνὴρ ὤριστος1 ἐλαύνει μώνυχας ἵππους." ἆρʼ οὖν οὐ παράδοξον ἑξῆς οὑτωσὶ θεῖναι παρʼ ἄλληλα καὶ τὸν αὐτὸν λοῖσθόν τε καὶ ἄριστον προσειπεῖν; ἀλλʼ ὅμως τοιαῦτά φησι τἀνθρώπεια—τοῦτο γάρ μοι δοκεῖ τῶν ῥημάτων τὸ βούλημα εἶναι—ὁ αὐτὸς ἄριστός τε ἀνὴρ καὶ ἔσχατος, ὅπερ περὶ τοῦ δακτύλου φασί ποτʼ εἰπεῖν Ὀρόντην τὸν Πέρσην ὡς αὐτὸς ὢν τῇ θέσει ποτὲ μὲν τὰ μύρια σημαίνει, ποτὲ δὲ οὐ πλέον ἢ ἕν. ὥστʼ ἐμοὶ μὲν ἄντικρυς εἰς τὸ Πλάτωνος παράδειγμα ὁ Εὔμηλος τείνειν δοκεῖ κατά τε τἄλλα καὶ ὅτι οὐχ ὅσον τῆς νίκης ἐστερήθη, ἀλλὰ καὶ "ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε2" ὑπὸ τῶν ἵππων τῶν ἀρίστων καὶ ὑφʼ ὧν οὐδεπώποτʼ ἐσφάλη, ἄγων δʼ αὐτὰς ὅποι βούλοιτʼ ἀεὶ καὶ παρὰ πάντας ἐθαυμάζετο. ὁ δέ γε Αἴας νὴ Δίʼ ὁ τάχιστος τῶν Ἑλλήνων θεῖν καὶ πλείστους ἐν ταῖς φυγαῖς αἱρῶν, ἐφʼ οὗ τοῦτʼ εἴρητο "οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν ἀνδρῶν τρεσσάντων ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ·" καὶ οὗτος τοιαῦθʼ ἕτερα ἀπέλαυσε τοῦ δρόμου, γυμνός τε καὶ πολεμίων καθαρὸς τρέχων, ἀπῆλθε τῆς τε νίκης στερηθεὶς καὶ τῆς ὄνθου προσέτι ἐμπεπλησμένος. βλάψεν γὰρ Ἀθήνη, φησὶν ὁ ποιητής· τὴν δʼ αὐτὴν ταύτην καὶ τὸν Εὔμηλον ἐκ τοῦ ἅρματος ἐκβαλεῖν. τί τοῦτο λέγων; τὴν τύχην διὰ τῆς Ἀθηνᾶς, ὥς γʼ ἐμοὶ δοκεῖ, δηλῶν, ὅτι τἀνθρώπεια ὅπη βούλεται στρέφει, καὶ οὐ πάντη τῶν προεχόντων τὰ ἆθλα. ὁ δέ γʼ ἕτερος νὴ Δία Αἴας, ὁ τοῦ Τελαμῶνος, τὸ μέγα ἕρκος τῶν Ἀχαιῶν καὶ ὃς ἦν ἀντὶ τείχους τοῖς Ἕλλησιν οὐ μόνον αὐτὸς, ἀλλὰ καὶ ἡ ἀσπὶς αὐτοῦ, οὗτος περὶ μὲν τὸν δίσκον ὡς ἔπραξεν ἔλαττον ἂν ἴσως εἴη λέγειν, καίτοι δόρυ γʼ εἰωθὼς ἔχειν ἐν ταῖν χεροῖν "κολλητὸν βλήτροισι, δυωκαιεικοσίπηχυ," καὶ πάντας τοὺς Τρῶας ἐκείνῳ σοβῶν καὶ ἀπείργων ἀπὸ τῶν νεῶν, ἦ που ῥᾳδίως τόν γε δίσκον ἔμελλε μεταχειριεῖσθαι καὶ παῖδας τόν τε δὴ Πολυποίτην καὶ τοὺς ἄλλους ἀποφανεῖν, τοῦ γʼ εἰκότος νικῶντος. ἀλλὰ δῶμεν τοῦτο ἑτέρας τινὸς ἕξεως δεῖσθαι· ἀλλὰ πῶς ἔπραξε περὶ τὴν πάλην; εἰ δὲ καὶ τοῦτʼ ἔλαττον, ἀλλʼ ἀναλαβών γε τὰ ὅπλα, οὗ μέγιστος καὶ κάλλιστος ἦν αὐτὸς αὑτοῦ καὶ ἰσχυρότατος καὶ ῥωμαλεώτατος, πολὺν θόρυβον παρέσχε τοῖς Ἕλλησι. καὶ τὰ μὲν ἄλλα ἐῶ· ἔδεισαν δὲ περὶ ἐκείνου μᾶλλον ἢ τοῦ Διομήδους. οὕτως ἔπραξε κἀνταῦθα. καίτοι ὅ γε κήρυξ ἀνεῖπεν οὑτωσὶ γιγνομένης ποτὲ τῶν Ἀχαιῶν ἁπάντων ἐξετάσεως "ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας." καὶ οὐχ ἅπαξ γε οὐδὲ τοσοῦτον μόνον εἰπὼν ἀπηλλάγη, ἀλλʼ ὥσπερ ἐξεπίτηδες πανταχοῦ διατελεῖ κηρύττων καὶ διαμαρτυρόμενος, "Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλείωνα." καὶ "Αἴας, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργʼ ἐτέτυκτο." καὶ "ἀνδρὶ δʼ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας," καὶ ἄλλα τοιαῦτα, ὥσπερ προκαταλαμβάνων ἡμῶν τὰς γνώμας, ὅπως μὴ ἐπὶ τοῦ ἀγῶνος ταραχθείημεν μηδʼ εἴ τινος ἄλλου χεῖρον ἠγωνίσατο, ταύτῃ φαυλότερον αὐτὸν ἡγοίμεθα, μηδὲ χείρω μηδενὸς ἄλλου τῶν Ἀχαιῶν ἀλλʼ ἢ τοῦ Ἀχιλλέως.3 καὶ μὴν καὶ ὁ ἀδελφὸς μετεῖχεν αὐτῷ τῆς τύχης ἐπιθήκην, ὁ Τεῦκρος, περὶ τὴν τοξικὴν, ὅς γε τῆς μηρίνθου μὲν ἔτυχε, τὴν δὲ περιστερὰν αὐτὴν παρῆκεν ἑτέρῳ λαβεῖν, καὶ οὗτος ἑαυτοῦ χείρονι. ταῦτα πάντα ἐφεξῆς οὕτως ἔχοντα τί χρὴ νομίζειν εἶναι; ἆρʼ οὐ χρησμούς τινας εἰς ἅπαντα ἡγεῖσθαι τἀνθρώπεια; ὥστʼ οὔτʼ εἴ τις ῥώμῃ σώματος ἢ μεγέθει προφέρειν δοκεῖ οὔτʼ εἴ τις ἵππους ἀρίστους κέκτηται οὔτʼ εἰ ταχὺς αὐτὸς ἢ καλὸς, οὐδὲν αὐτῷ τούτων κύριον, ἂν

驾驭那样的马匹对其他任何人而言绝非易事。因此阿喀琉斯一见到他便心生怜悯,说道: “最杰出之人却驾着单蹄骏马落在最后。” 那么,将这两个词如此紧密并列,把同一个人既称为“最后”又称为“最杰出”,难道不是一种反常的悖论吗?然而他说的正是人类事物本就如此——因为在我看来这正是这些言辞的旨趣所在——同一个人既是最杰出者,又是居末位者;正如人们所说,波斯人奥隆特斯曾就手指发表的议论一样:手指本身虽无变化,但因位置不同,时而代表一万,时而却不过代表一而已。因此在我看来,欧墨洛斯完全贴合柏拉图的例证,不仅在其他方面如此,更在于他不仅被剥夺了胜利,而且“双肘、口与鼻皆被擦伤割破”,且致使他如此的竟是那批最优秀的马匹,也是那些从未使他失足的马匹——尽管他总是驱策它们去往任何想去的地方,甚至比所有人都更受赞叹。至于那位——指宙斯发誓——在希腊人中奔跑最为迅疾、在追击溃敌中捕获最多者的埃阿斯——关于他曾有诗云: “因为当宙斯降下惊溃之时, 在奔逃的人群中,无人能在足力上赶得上他追击”——此人亦在赛跑中得到了类似的报偿:他轻装且无敌手阻拦地奔跑,退场时不仅被剥夺了胜利,身上更沾满了牛粪。诗人说道,因为“雅典娜阻碍了他”;他又说是这位同一位女神将欧墨洛斯从战车上摔下。他说这话是何意?依我之见,他是借雅典娜来指代机运,表明机运随意扭转人类事物,而奖赏并不全然归属于超群出众者。指宙斯发誓,另一位埃阿斯,即忒拉蒙之子,阿开奥斯人的伟大壁垒,不仅他自身而且连同其盾牌都作为希腊人坚固城墙的那位,又当如何?关于他在掷铁饼中的表现,或许无须多言;尽管他素来惯于双手挥舞“以销钉接合、长达二十二肘尺”的巨矛,并以此矛驱散全军特洛伊人、将其阻隔于舟师之外,按理而言,他定能轻而易举地驾驭铁饼,若依常理推断必胜,他定能使波吕珀忒斯等人显得如同孩童一般。然而我们权且承认这需要另一种技艺;但他角力表现又如何呢?即便这亦微不足道,但他披挂甲胄时——此时他是他自身中最魁梧、最英挺、最刚强、最健壮的——却给希腊人带来了极大的骚乱恐慌。其余暂且不提,众人为他担心的程度甚至超过了狄俄墨德斯。他在此处亦是如此表现。然而,当全军阿开奥斯人曾举行检阅时,传令官却曾如此宣告: “在男儿之中,忒拉蒙之子埃阿斯又远居最魁首。” 而且他并非仅言说一次,亦非仅说了这么一句便告退去,而是仿佛特意地在各处不断传扬并见证道: “还有埃阿斯,他在容貌与体魄上, 在其余达那奥斯人中仅次于无可指摘的佩琉斯之子而最为卓越;”以及 “埃阿斯在容颜上冠绝群伦,在功绩上亦超卓不凡;”以及 “大忒拉蒙之子埃阿斯绝不向任何人屈服,”诸如此类的言辞不胜枚举。这宛如在预先匡正我们的见解,免得我们在竞技之时心生困惑,或因他表现得逊于他人便在这一方面认为他拙劣,亦不致认为他逊于除阿喀琉斯之外的任何阿开奥斯人。况且他的胞弟特乌克洛斯在弓术上亦同样分担了机运的额外捉弄:他射中了绳索,却把鸽子本身留给另一人获取,他也是留给了比自己更为拙劣之人。 当这一切连续如此呈现时,人们当如何看待?难道不应将其视为贯穿整个人类事物的一类神谕吗?因此,无论有人看似在体魄的强健或魁梧上拔萃,抑或有人拥有最优秀的马匹,抑或自身迅捷敏锐或俊美非凡,这些无一对他具有决定性,若是

语法注3 条
  1. 257λοῖσθος ἀνὴρ ὤριστος

    ὤριστος 为 ὁ ἄριστος 之合音(crasis)。句首之 λοῖσθος 作表语性用法(“最后地/落在最后”),与主语 ἀνὴρ ὤριστος(“最优秀的人”)形成对照,构成将“末位”与“最佳”并置的逆说修辞。

  2. 257ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε

    在被动语态动词 περιδρύφθη 之后,宾格 ἀγκῶνας、στόμα 及 ῥῖνας 用作所谓“关涉宾格”(accusative of respect)或受影响身体部位的宾格,指明受到挫伤剥破的具体器官。

  3. 258ἀλλʼ ἢ τοῦ Ἀχιλλέως

    ἀλλʼ ἤ 为表示“除……之外(except)”的习用连语,接在否定词 μηδενὸς ἄλλου 之后。其后的属格 τοῦ Ἀχιλλέως 是由 χείρω 所要求的比较属格,构成“除阿喀琉斯外不逊于任何其他人”的结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:257-258