- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:255-256
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引御手、舵手、英雄、运动员及诗人的具体例证,论证在人事中机运往往凌驾于才智与技艺之上,因此仅凭一次挫折便否定一个人的全部价值,乃是忽视人类天性局限的不公谴责。
τοῖς βαρβάροις οὕτως, Πλάτων δʼ ὁ τῶν Ἑλλήνων ἄριστος καὶ ὁ τῶν ἀνθρωπίνων πραγμάτων ἐπιστήμων, προσθήσω δὲ καὶ τῶν θείων, πῶς ἀξιώσει συλλήβδην πάντα κατορθοῦν καὶ πάντων κρατεῖν ὄντα ἄνθρωπον, καὶ ταῦτα μὴ μόνον ὧν ἡ γνώμη κυρία, ἀλλὰ καὶ ὅσα πρὸς τὴν τύχην ἐστὶν, ἢ τοῦ μηδενὸς ἄξιον εἶναι τὸν καὶ μικρόν τι προσπταίσαντα;1 οὐκ ἄρʼ ἐκείνων μόνον κατηγορεῖν δόξομεν, ἀλλὰ καὶ τῆς φύσεως τῆς ἀνθρωπείας ἁπάσης. βλέψον δʼ, εἰ βούλει, πρὸς τὰ σαυτοῦ πάλιν αὖ παραδείγματα. εὑρήσεις γὰρ οὔτε τοὺς ἡνιόχους τοὺς ἀγαθοὺς ἅπαντα νικῶντας ἐφεξῆς οὔτε ταῦτʼ ἐπαγγελλομένους, οὔτε τοὺς ἵππους αὐτοὺς ὥσπερ ἐπὶ ῥητοῖς θέοντας,2 ἀλλὰ καὶ τὰς τοῦ Μιλτιάδου καὶ τὰς τοῦ Κίμωνος ἵππους ἀρίστας γενέσθαι δοκούσας οὐχ ἅπαντας τοὺς ἀγῶνας ἀνῃρημένας, οὐδὲ ἅπαντα ὃν ἔζων συνεχῶς νικώσας χρόνον. οὐδʼ αὖ τοὺς κυβερνήτας λέγω τοὺς ἀρίστους ἀεὶ καὶ πάντας ἐκ τοῦ θανάτου σώζοντας, ἀλλʼ ἤδη τινὰ καὶ σκηπτοῦ καὶ χειμῶνος ἡττηθέντα καὶ χρησάμενον τύχῃ τῆς τέχνης κρείττονι, πάντως δʼ ἅπαντας παραχωροῦντας τῷ Ποσειδῶνι, κἀν ταῖς συγγραφαῖς οὕτω γραφόμενον, σωθείσης τῆς νεὼς τὸ καὶ τὸ ποιήσειν. ὅτι δʼ ἡ ναῦς σωθήσεται οὐδείς πω κατεπηγγείλατο. ταῦτʼ ἐστὶ πρὸς ἃ καὶ Ὅμηρος βλέπων ἔφη "ξυνὸς Ἐνυάλιος καί τε κτανέοντα κατέκτα." ᾔδει γὰρ τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν καὶ τούτου τοῦ λόγου παράδειγμα ἱκανὸν καὶ ἅμα αὐτόθεν. τῶν μὲν γὰρ Ἑλλήνων κράτιστος Ἀχιλλεὺς αὐτῷ δή που πεποίηται, καὶ ταῦτά γε πολλῷ τινι· τῶν δʼ αὖ βαρβάρων ὁ Πάρις πάντων σχεδὸν μαλακώτατος, ὥστε καὶ ὁ Ἕκτωρ πολλάκις αὐτῷ προφέρει τὴν δειλίαν, ἀδελφὸς ὢν καὶ ταῦτα, καὶ δύσπαριν μετὰ προσθήκης καλεῖ. ἀλλʼ ὅμως Ἀχιλλεὺς μὲν τήν τε ἄλλην ἅπασαν τῶν Τρώων στρατιὰν εἰς τὸ τεῖχος κατέκλεισε καὶ τὸν Ἕκτορα πρὸς ταῖς πύλαις ῥᾳδίως ἀπέκτεινεν. ὁ δʼ αὖ Πάρις ἢ δύσπαρις, ὁ τοσοῦτον χείρων τοῦ Ἕκτορος, αὐτὸν τὸν Ἀχιλλέα πρὸς ταῖς αὐταῖς ταύταις πύλαις ἀποκτείνας ᾁδεται. ὥστʼ ἀπὸ τῶν ἐσχάτων ὅρων ἑκατέρωθεν, τῆς τε ἀνδρείας λέγω καὶ τῆς ἀνανδρείας, τὸ ἔπος βεβαιοῦται· οἶμαι δʼ οὐ μόνον ξυνὸς Ἐνυάλιος, ἀλλὰ καὶ Ἑρμῆς ἂν κοινὸς ἀκούοι δικαίως. καὶ εἰ μὲν τοῦτο καὶ ἡ παροιμία βούλεται δηλοῦν ἢ περιλαμβάνει γε, ἔστω καὶ αὕτη μαρτυροῦσα· εἰ δʼ ἐπʼ ἄλλῳ τῳ γεγένηται, ἡμεῖς γε τοσοῦτον προσθῶμεν ὅτι καὶ ταύτην δικαίως ἂν ὁ θεὸς τὴν ἐπωνυμίαν φέροιτο, ἐπείπερ ἔστʼ ἐναγώνιος. ἐπεὶ καὶ τὰ τῶν στεφανιτῶν οἶμαι παραπλησίως ἔχει τοῖς τῶν πολέμων· οὐδεὶς κρατεῖ τοσοῦτον ὅσον βούλεται, οὐδʼ ὥστε καὶ προειπεῖν ἔχειν ὅτι νικῶν ἄπεισι. δηλοῖ δʼ ἔτι καὶ νῦν ἡ τῶν Ὀλυμπίων θεωρία, πλεῖστον ἀεὶ τὸ παράδοξον φέρουσα, οἷον ἀμέλει καὶ τὸ τοῦ Πολυδάμαντός ποτέ φασι συμβῆναι. ἐκεῖνος γὰρ τὰ μὲν ἅρματα ἵστη τρέχοντα, Ὀλυμπίασι δʼ ἡττήθη μικροῦ τινος ἀνταγωνιστοῦ. ἀλλʼ οὔ τί γε τοῖς ὅλοις οἶμαι Πολυδάμας ἐκείνου χείρων, οὐδὲ τῆς πάσης δόξης παρὰ τοῦτο στέροιτʼ ἂν δικαίως. καὶ οὐκ ἐπὶ μὲν τῶν ἀθλητῶν οὕτως συμβαίνει, τὰ δὲ τῆς μουσικῆς ἑστηκυῖαν ἔχει τὴν νίκην τοῖς κρείττοσιν, ἀλλὰ κἀνταῦθα τὸ τοῦ Πινδάρου κρατεῖ. πάνυ γὰρ μετʼ ἀληθείας τοῦτʼ ἐκεῖνος ὕμνησεν· ἐν ἔργμασι δὲ νικᾷ τύχα, οὐ σθένος. Σοφοκλῆς Φιλοκλέους ἡττᾶτο ἐν Ἀθηναίοις τὸν Οἰδίπουν, ὦ Ζεῦ καὶ θεοὶ, πρὸς ὃν οὐδʼ Αἰσχύλος εἶχε λέξαι τι.3 ἆρʼ οὖν διὰ τοῦτο χείρων Σοφοκλῆς Φιλοκλέους; αἰσχύνη μὲν οὖν αὐτῷ τοσοῦτον ἀκοῦσαι, ὅτι βελτίων Φιλοκλέους. ἄλλα μυρία ἄν τις ἔχοι λέγειν, ἀλλʼ Ὅμηρος πῶς ἐξαγγέλλει τὸν ἀγῶνα τὸν ἐπὶ Πατρόκλῳ γενέσθαι; οὐχ αἱ μὲν ἄρισται τῶν ἵππων αἱ Θετταλαὶ, "τὰς Εὔμηλος ἔλαυνε ποδώκεας, ὄρνιθας ὥς," ὕσταται πάντων ἐγένοντο ἐν τῷ τότε, καὶ ὁ Εὔμηλος αὐτὸς ἐκπίπτει τοῦ ἅρματος, οὔπω πρόσθεν παθὼν αὐτὸ, ἀλλʼ ἔποχος μένων, καὶ ταῦτά γε ὡς ἐπʼ ὀρνίθων τῶν
既然在蛮族之中尚且如此,那么柏拉图——这位希腊人中最优秀者、通晓人事之人(我还要加上:通晓神事之人)——怎能要求一个人凡事总能圆满成功、主宰一切,不仅在智虑所辖之事上如此,在一切系于机运之事上亦复如是;否则但凡有一丝微小的蹉跌,便被视作一文不值?若是这样,我们所谴责的似乎便不仅是那些〔领袖〕,而是整个人类天性了。若你愿意,请再回过头来看看你自己的例证吧。因为你将会发现,出色的御手既不可能接连赢得所有比赛,也不会做出这样的许诺;马匹自身亦不会如同立有契约一般奔驰。相反,即便是米尔提亚德和喀蒙那被认为最卓越的牝马,也未曾囊括全部赛事的桂冠,亦未曾在其有生之年始终保持连胜。再者,我亦并非说最杰出的舵手总能保全所有人免于死亡;倒是有舵手被雷殛风暴所击溃,遭遇了超越其技艺的机运;无论如何,所有人最终都必须向波塞冬退让,而在契约书上也正是如此书写的——“若船只平安,则当如何如何”。然而至于船只必能平安,至今尚未有人敢预先担保。荷马亦正是着眼于此才说道: “战神向无偏私,常诛欲诛人者。” 因为他深知人类天性的脆弱,并随手便有此理的充分例证。在他笔下,希腊人中最勇猛的无疑是阿喀琉斯,且勇力绝伦;而在蛮族之中,帕里斯几乎在所有人中最属孱弱,以至于同胞兄长赫克托耳亦屡屡斥其怯懦,更带有侮辱之意地唤他为“灾星帕里斯”。然而,尽管阿喀琉斯将特洛伊的其余全军困入城垣之内,并在城门前轻易斩杀了赫克托耳,但比赫克托耳差之甚远的帕里斯——或曰灾星帕里斯——却被咏唱为在同样的城门前斩杀了阿喀琉斯本人。因此,从勇敢与懦弱这两端的极限来看,这句诗都得到了证实。我认为,不仅战神是无偏私的,赫尔墨斯亦理应被正当地称为“公有”。倘若那句谚语旨在表明这一点,或至少涵括了此意,那么就让它作为见证吧;即便它是因别的事由而产生,我们亦可补充说,既然他是竞技之神,理当享有此一称号。因为我认为,获冠竞技的情形与战争的情形极为相似:没有谁能随心所欲地主宰全局,乃至能够预先断言自己必将作为胜者离场。如今奥林匹亚赛会的盛况依然昭示着这一点,它总是带来极大的出人意料之变,正如人们传说曾发生在波吕达玛斯身上的事情一样。他本能逼停疾驰的战车,却在奥林匹亚败给了一名微不足道的对手。然而依我看,波吕达玛斯绝非整体上劣于那名对手,亦绝不应因此便被剥夺全部声誉。并非在运动员身上情况如此,而在文艺竞逐中胜利便牢固地属于优胜者;相反,品达的诗句在此同样适用。他确实极合真理地吟唱道:“在功业之中,胜出者乃是机运,而非膂力。”索福克勒斯曾在雅典以《俄狄浦斯》败给了菲洛克勒斯——伟哉宙斯与诸神啊!面对那部作品,哪怕埃斯库罗斯亦无从置喙。难道索福克勒斯因此就逊于菲洛克勒斯了吗?甚至让他听到“优于菲洛克勒斯”这样的评语,对他而言都已是一种羞辱。人们本可列举出千万个其他例证,然而荷马又是如何描绘为帕特洛克罗斯举行的竞技的呢?那批最卓越的马匹——色萨利的牝马,“欧墨洛斯所驭者,捷足如飞鸟,”在当时岂非落得个全场倒数第一?欧墨洛斯本人亦从战车上跌落——他此前从未遭遇过此种变故,向来端坐车上,且驱驰如御飞鸟——
- 255ἢ τοῦ μηδενὸς ἄξιον εἶναι τὸν καὶ μικρόν τι προσπταίσαντα
由动词 ἀξιώσει 统领的两个不定式短语中的后者(与 κατορθοῦν... ἢ... εἶναι 构成对举)。τοῦ μηδενός 是形容词 ἄξιον 所要求的表示价值的属格,中性定冠词 τοῦ 将 μηδέν 名词化,意为“一文不值”。整个分句构成归谬式反问。
- 255ὥσπερ ἐπὶ ῥητοῖς θέοντας
短语 ἐπὶ ῥητοῖς 为习语,意为“依照既定条款/契约”(前置词 ἐπί 接与格)。在此用作比喻,指马匹奔跑并非如同立有确保完美表现的确定契约一般。
- 256πρὸς ὃν οὐδʼ Αἰσχύλος εἶχε λέξαι τι
关系代词 ὃν 的先行词为紧接其前的 τὸν Οἰδίπουν(索福克勒斯的悲剧《俄狄浦斯王》)。全句意为“面对该剧,即便是埃斯库罗斯亦拿不出任何作品与之匹敌”。此处作为比较对象的乃是悲剧作品本身,而非索福克勒斯本人。
