← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§249-250

门生过失与苏格拉底及柏拉图的责任

演说者指出,指控伯里克利的并非其追随者而是政敌,反倒是曾从师苏格拉底的克里提阿斯下令钳制苏格拉底,且柏拉图晚年亦遭遇亲近弟子的叛逆;因此若将门生的过错归咎于导师,苏格拉底和柏拉图自身亦难辞其咎。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§249

προσθῶμεν τοίνυν ὅτι καὶ Περικλέα μὲν οὐδεὶς τῶν ὁμιλητῶν, οὐδὲ τῶν ἐκ τοῦ δήμου τὴν γραφὴν ἐκείνην ἐγράψατο, ἀλλʼ εἷς τῶν ἀντιστασιωτῶν, μᾶλλον δὲ οὐδὲ εἰδὼς εὖ καὶ καλῶς ἐκεῖνον ἄνθρωπος, Σωκράτει δὲ ὁ τῶν νέων ἀπέχεσθαι καὶ σιωπᾶν ἐπιτάξας οὐ τῶν σοφιστῶν ἦν1 οὐδεὶς οὐδὲ τῶν ἀντιτέχνων, ἀλλʼ εἷς τῶν ὅτʼ ἦν νέος φοιτώντων παρʼ αὐτῷ. τοσοῦτον, ὡς ἔοικεν, ἀπώνατο τῆς συνουσίας αὐτοῦ. ταῦτʼ οὖν ἡμεῖς ἐπὶ Σωκράτη οἴσομεν; ἀλλʼ οὐχὶ δίκαια ποιήσομεν ἴσως. δοκεῖ δέ μοι καὶ Πλάτωνα δίκη μετελθεῖν τοῦ λόγου καὶ τῆς ἐπιτιμήσεως.2 παραιτοῦμαι δʼ εὐμενῆ καὶ ἵλεων εἶναι τοῖς λεγομένοις, εἴ τίς ἐστιν αἴσθησις. καὶ οὐκ ἐρῶ Διονύσιον οὔτε τὸν Ἑρμοκράτους οὔτε τὸν Διονυσίου οὔτε τῶν ἐν Σικελίᾳ μετʼ ἐκείνου συνδιατριψάντων οὐδένα, ἀλλʼ εἰσὶν οἳ λέγουσιν, ἕτεροι δʼ αὖ φασιν ἀληθῆ λέγειν τούτους ὡς ὅτε τὴν τρίτην ἀποδημίαν εἰς Σικελίαν ἀπεδήμησε, τότε τῶν ἑταίρων τινὲς αὐτοῦ καὶ τῶν εἰς τὰ μάλιστα ὡμιληκότων ὑπολειφθέντες οἴκοι νεώτερα ἐβουλεύσαντο, καὶ τοὺς Ἀθηναίους ἐμιμήσαντο, μᾶλλον δὲ οὐ τοὺς Ἀθηναίους, ἀλλὰ τοὺς Ἀθηναίων ὑπηκόους λέγω τοὺς ἀφισταμένους. καίτοι τό γʼ ἐκείνων ἐπαναστάσει προσεοικὸς ἦν, οἱ δὲ διατριβάς τε ἀντικατασκευάζειν αὐτοῖς ἠξίουν πλησίον τῆς ἐκείνου καὶ ᾠκοδόμουν ἐπὶ τῇ Ἀκαδημίᾳ, τό τε σύμπαν ὑπερφρονεῖν ἐκέλευον ὅτου δὴ—οὐ γὰρ ἔγωγʼ ἂν ἐφεξῆς οὑτωσὶ προσθείην τοὔνομα—φάσκοντες γέροντά τε εἶναι πολλοῦ καὶ παραφρονεῖν ἤδη.3 ὥστε, ὦ φίλε Πλάτων, ἀτεχνῶς τὸ τοῦ Περικλέους συνέβη σοι. καὶ ὥσπερ ἀρτίως Μιλτιάδου καὶ Θεμιστοκλέους καὶ Κίμωνος, ἑκάστου τε τῆς τύχης ἐφαίνου μετέχων, οὕτω σοι καὶ ὁ τέταρτος λοιπὸς ἐνταῦθα ἀπήντηκε. σαφῶς γὰρ οὑτωσὶ τῷ Περικλεῖ ταυτὸν ἔπαθες ἐπὶ τελευτῇ τοῦ βίου, καὶ προσέτι ἐν τῷ γήρᾳ σύ γε, καὶ πολλῷ πρεσβύτερος τῆς ἐκείνου τόθʼ ἡλικίας τοιαῦθʼ ὑβρισθεὶς, εἰ θέμις εἰπεῖν. καὶ εἰ μὴ Χαβρίας καὶ Ἰφικράτης, ἄνδρες τῆς Περικλέους καὶ Θεμιστοκλέους ἰδέας καὶ τάξεως εἰς ὅσον ἐστὶ τούτους ἐκείνοις εἰκάσαι, αἰσθόμενοι τὰ γιγνόμενα ἠγανάκτησαν καὶ τὸ ἐπιτείχισμα διέσπασαν καὶ τοῦ λοιποῦ προσέταξαν σωφρονεῖν αὐτοῖς, πάντʼ ἂν ἐκεῖνα μεστὰ τραγῳδίας ἦν. καίτοι τί φήσομεν, ὦ τῶν Ἑλλήνων ἄριστε, πότερον δικαίως εἰς σὲ ταῦτʼ ἐκείνους τότε τολμᾶν, ἢ σὲ τῆς ἐκείνων μανίας ὑπεύθυνον εἶναι; ἐγὼ μὲν γὰρ οὐδέτερον ἂν φαίην. καὶ μὴν ἔχοι γʼ ἄν τις τοὺς σοὺς λόγους ἀμυνόμενος διπλᾶ στρέφειν κατὰ σοῦ καὶ κατὰ Σωκράτους, ὡς εἰ καὶ τὰ μάλιστʼ ἀδίκως ταῦθʼ ὑμῖν συνέβαινε, τρόπον γέ τινα τὰ προσήκοντα ἐπάσχετε, εἴπερ γε τοιούτους ἀπεδείκνυτε οὓς ἐπαιδεύετε· καὶ τῷ τῶν σοφιστῶν παραδείγματι, ᾧ σὺ κέχρησαι κατὰ τῶν δημαγωγῶν, πολὺ μᾶλλον ἂν καθʼ ὑμῶν χρῷτό τις δικαίως, ὅσῳπερ ἐγγυτέρω τῶν τοῖς σοφισταῖς ὁμιλησάντων εἰκάσαι, οἱ σοὶ καὶ Σωκράτει συνδιατρίψαντες γίγνοιντʼ ἂν, ἢ οἱ τῷ Περικλεῖ καὶ τοῖς μετʼ ἐκείνου χρώμενοι. οὐκοῦν εἰ μὲν τὰ τῶν ὁμιλητῶν ἁμαρτήματα τῶν προεστηκότων ἐστὶ κατηγορήματα, σαυτοῦ καὶ τοῦ ἑταίρου μᾶλλον κατηγόρηκας ἢ Περικλέους τε καὶ ὧν οἴει, καὶ νὴ Δίʼ, εἰ βούλει, τὸ μᾶλλον ἀφίημί σοι, ὅτι δʼ οὐχ ἧττον, ἀρκεῖ. εἰ δʼ ὑμεῖς ἀθῶοι, κἀκείνους ἐκ τῶν αὐτῶν εἰκός ἐστιν εἶναι, εἴπερ γε τοῦ ἴσου μέμνησαι καὶ μὴ ὑπερβαίνεις τὴν γεωμετρίαν ἑκών. καὶ μὴν καὶ ὁ Σωκράτης ἐν γήρᾳ φαίνεται τὴν γραφὴν τῆς ἀσεβείας ἁλοὺς, καὶ οὐ μόνον ἐπὶ τελευτῇ τοῦ βίου, ἀλλὰ καὶ ταύτης αὐτῆς τυχὼν τῆς τελευτῆς. θανάτου γὰρ ἐτίμησαν αὐτῷ. ἆρʼ οὖν οὐκ ἄτοπον τὸν μὲν ἄλλον χρόνον τοσοῦτον ὄντα τὸ πλῆθος διαλέγεσθαι καὶ παιδεύειν τοὺς ἐντυγχάνοντας, καὶ μήτε τῶν πολιτικῶν μηδένα δυσμεναίνειν

那么我们不妨再补充一点:对伯里克利提起那场公诉的,并非任何追随他的同伴,也非民众中的任何人,而是一位政敌,或者更确切地说,是一个根本不曾真正了解他的人;然而,命令苏格拉底远离年轻人并保持沉默的,却既非智者中的任何人,亦非任何同业竞争者,而是早年曾向他求学的门生之一。看来,那人从与他的交往中获益不过如此!那么,难道我们要把这些罪责加在苏格拉底身上吗?但这样行事恐怕有失公正。在我看来,正义似乎也因柏拉图的言论与责难而追讨到了他本人身上。若灵魂尚存感知,我祈求他对我所言能够宽容相待。我且不提狄奥尼修斯——无论是赫摩克拉特之子,还是狄奥尼修斯之子——亦不提在西西里曾与他盘桓的任何人;然而有人传言,另一些人又称这些人所言非虚:当他第三次启程前往西西里时,留在国内的某些门徒以及最亲密相交者便图谋变故,效仿起了雅典人——或者说,我指的并非雅典人,而是那些起而叛离的雅典属民。虽然那些属民的行为犹如叛乱,但这些人却公然主张在他学园附近建立对抗性的研讨学派,并针对学园筑起建筑,全面教唆人们轻慢某位人物——我在此绝不顺理成章地补出那个名字——声称他年事已高,如今早已神志昏乱。因此,亲爱的柏拉图,伯里克利所遭遇的命运简直不偏不倚地落在了你的头上。正如刚才你似乎依次分担了米尔提阿德斯、地米斯托克利和客蒙的命运,如今第四位领袖也在这一处与你相逢。因为你在生命的末期,而且是在垂暮之年,在你远比他当年年长之时受此凌辱——若容许这般言说的话——显然遭受了与伯里克利完全相同的不幸。若非哈布里阿斯与伊菲克拉特这两位在可资比拟的程度上具有伯里克利与地米斯托克利风范与地位的人物,察觉到正在发生的情形后深感愤慨,拆除了那座对垒的前沿哨堡,并命令他们今后谨守克制,那么那一整套事态早已充满了悲剧色彩。然而,希腊人中最优秀的人物啊,我们究竟该如何断言?是说他们当时胆敢对你做出此等行径乃是正当的,还是说你应当对他们的狂妄负责?依我之见,这两者我皆不认可。再者,若有人借你的言辞为己自辩,亦可将这套说辞加倍反制于你和苏格拉底身上:即便这些事极不公正地降临于你们身上,但若是你们亲自将所教育的人造就成了这般模样,那么在某种程度上你们遭受的也是应得之报;并且,你用来攻击民众领袖的智者之喻,若有人用来反施于你们身上,将会正当得多,因为与你和苏格拉底朝夕相伴之人,比起与伯里克利及其同僚交往的人,与那些投师智者之门的人要近似得多。因此,如果门生的过错构成了对导师的指控,那么比起对伯里克利及你所认为的那些人物,你反倒对自己和你的挚友构成了更严重的控告;凭宙斯起誓,若你乐意,我甚至可以放弃‘更严重’这一断语,但‘并不更轻’便已足够。如果你们是清白无辜的,那么只要你还铭记平等、不曾蓄意逾越几何学,他们这些政治家基于同样的缘由理当也是清白的。况且,苏格拉底显然也是在晚年因不敬神之公诉被定罪,不仅是在生命的终点,更是迎来了这般终局,因为他们裁定对他处以死刑。那么,在如此漫长的其他岁月里,他与相逢之人交谈并加以施教,没有任何政客对他心怀敌意,这难道不是一件咄咄怪事吗?

语法注3 条
  1. 249καὶ εἰ μὴ Χαβρίας καὶ Ἰφικράτης, ... ἠγανάκτησαν καὶ τὸ ἐπιτείχισμα διέσπασαν καὶ τοῦ λοιποῦ προσέταξαν σωφρονεῖν αὐτοῖς, πάντʼ ἂν ἐκεῖνα μεστὰ τραγῳδίας ἦν

    过去反事实条件句。条件从句使用 εἰ μὴ 搭配不定过去时直陈式(ἠγανάκτησαν, διέσπασαν, προσέταξαν)表示过去未发生的事实;归结主句使用 ἄν 搭配未完成过去时直陈式(ἦν),表示当时本会处于的状态(“那些事本会充满悲剧”)。

  2. 249δοκεῖ δέ μοι καὶ Πλάτωνα δίκη μετελθεῖν τοῦ λόγου καὶ τῆς ἐπιτιμήσεως

    动词 μετέρχομαι 在此表示“惩处”、“报应降临于”,支配被追究者的人称宾格(Πλάτωνα)以及表示追责缘由的原因属格(τοῦ λόγου καὶ τῆς ἐπιτιμήσεως)。

  3. 249τό τε σύμπαν ὑπερφρονεῖν ἐκέλευον ὅτου δὴ—οὐ γὰρ ἔγωγʼ ἂν ἐφεξῆς οὑτωσὶ προσθείην τοὔνομα—φάσκοντες γέροντά τε εἶναι πολλοῦ καὶ παραφρονεῖν ἤδη

    不定表达 ὅτου δὴ 作为动词 ὑπερφρονεῖν(“轻视”、“蔑视”)所支配的属格宾语,委婉指代柏拉图本人。破折号中的插入句(οὐ γὰρ...τοὔνομα)中断了主干,随后分词 φάσκοντες 引出不定式间接引语(γέροντα...εἶναι...καὶ παραφρονεῖν),说明他们轻慢的托辞与理由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:249-250