← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§247-248

民众过失中领导者的免责与苏格拉底类比

论者指出伯里克利平生享有的持久尊荣远胜其一时的挫折,并驳斥将大众不听从教导时的过失归咎于领导者的论调。他以苏格拉底不应因阿尔基比亚德和克里提阿斯的恶行而受责为对照,主张雅典政治家同样不应为民众在违抗其良策时所犯下的过错承担罪名。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§247

κρείττονι. καὶ μὴν οὐχ ὅσον δύο ἀνθʼ ἑνός ἐστιν, ἀλλʼ ὅτι καὶ τὸ πλῆθος ἑκάστου τοῦ χρόνου οὐκ ἴσον οὐδʼ ἐγγὺς, ἀλλὰ καὶ τὸ τῆς εὐδοξίας θαυμαστὸν ὅσον1 κρατεῖ. ὥστε καὶ τὸ μέσον τοῦ χρόνου τοῦ παντὸς οὐκ εἰς συμφορὰν ἔρχεται, ἀλλʼ ἐπὶ λαμπρᾶς τῆς τιμῆς ἐστιν αὐτῷ. τὸ μὲν γὰρ ἡμέρας ἀτύχημα ἐγένετο, τὸ δὲ πρωτεῖον ἀναμφισβήτητον ἦν κατὰ παντὸς τοῦ χρόνου. ὥστʼ εἰ καὶ τὴν γνώμην ἀφέντας2 τὴν τύχην ἐξετάζειν δεῖ, τοσοῦτον τῆς ἀγαθῆς τύχης αὐτῷ περίεστι. καὶ μὴν τὸ μὲν ὀργῇ συνέβη, τὸ δʼ ἐκ τῆς δικαιοτάτης κρίσεως ὑπῆρχεν αὐτῷ, καὶ τὸ μὲν ἐξ ὀλίγων, τὸ δʼ ἐξ ἁπάντων ὁμοίως. πῶς οὖν ταῦτʼ ἐκείνοις ἴσα; καὶ μὴν οὐδὲ τοὺς λαχόντας ἅπαντας οἴεσθαι χρὴ καταγνῶναι τὴν γραφὴν αὐτοῦ, ἀλλʼ εἶναί τινας, οἳ καὶ τῷ Περικλεῖ καλῶς ποιοῦντες ἔθεντο.3 οὐκοῦν τούτους γε βελτίους τε καὶ βελτίστους ἦν πεποιηκώς. οὕτω καὶ τοὺς πολλοὺς, ὡς ἔοικε, καὶ τοὺς ὀλίγους καλῶς ηὔχει, ὥστʼ εἰ μὲν τοῖς πολλοῖς δεῖ τίθεσθαι μάρτυσιν, ὁ δῆμος ὁ τιμῶν αὐτὸν ἦν, εἰ δὲ τοῖς βελτίστοις, ἀφείθη τό γε τούτων μέρος. εἰ δὲ μὴ πάντας ἐφεξῆς ἐπαίδευσε μηδὲ πάντας ὁμοίους ἀπέδειξεν, ἀλλʼ εἰσὶν οἳ καὶ ἐξέφυγον τὴν ἐκείνου βούλησίν τε καὶ δύναμιν, τί θαυμαστὸν, ἢ πῶς ἄν τις νεμεσῴη δικαίως; οὔτοι πάντας γε οὐδʼ ὁ Σωκράτης ἐπαίδευσε τοὺς συγγενομένους αὐτῷ, ἀλλὰ κατηγοροῦσι μὲν Κριτίου τοῦ Καλλαίσχρου, κατηγοροῦσι δὲ Ἀλκιβιάδου τοῦ Κλεινίου τῇ τε πόλει τὰ αἴσχιστα βουλεύσασθαι καὶ τὸν ἄλλον βίον ἥκιστα βιῶναι κατὰ Σωκράτη. ἆρʼ οὖν τούτου γε ἕνεκα ἠδίκει Σωκράτης, ἢ διὰ τὴν ἐκείνου κακίαν κακὸς αὐτὸς ἦν; ἐγὼ μὲν οὐκ οἶμαι. ἀλλʼ ἠδίκουν ἐκεῖνοι μὴ παρέχοντες αὑτοὺς ὁμοίους Σωκράτει μηδὲ τοῖς ἐκείνου πειθόμενοι λόγοις. εἰ μὲν γὰρ ἐν οἷς ἐπείθοντο ἡμάρτανον, Σωκράτους τὸ ἔγκλημα, εἰ δʼ ἐν οἷς ἠπείθουν, ἐκείνων. σὺ τοίνυν διʼ ὧν αὐτοὺς φῂς οὐκ ἐθέλειν πείθεσθαι Περικλεῖ, διὰ τούτων ἀξιοῖς ἐλέγχειν Περικλέα. καὶ τίς ἂν μεῖζον ὑπὲρ Μιλτιάδου καὶ Θεμιστοκλέους καὶ Περικλέους ἀπολογήσαιτο ἢ ὅτι πειθόμενοι μὲν ἐκείνοις Ἀθηναῖοι τὰ βέλτιστα ἔπραττον, ὅτε δὲ οὐκ ἤθελον τοῦτο ποιεῖν, τηνικαῦτα ἐξήμαρτον; οὕτως ἐκεῖνοι τὰ βέλτιστα ἔπειθον, Ἀθηναῖοί τε ἀεὶ τὰ βέλτιστα ἂν ἔπραττον, εἰ διὰ τέλους ἐκείνοις ἐπείθοντο. καίτοι Σωκράτει μὲν οἱ βουλόμενοι χρῆσθαι συνῆσαν ὁσημέραι, Περικλεῖ δὲ καὶ τοῖς ἄλλοις ῥήτορσι τρεῖς ἡμέρας ἑκάστου μηνὸς συνῆσαν Ἀθηναῖοι ὡς ἔπος εἰπεῖν δημοσίᾳ. καὶ μὴν ὅτι γε ῥᾷον καὶ δύο καὶ τρεῖς ἢ τοσούτους ὁμοῦ κατέχειν καὶ νέους γʼ ἔτι παιδεύειν ὁτιοῦν ἢ προήκοντας καὶ πᾶσαν ἐφεξῆς ἡλικίαν, τίς οὐκ οἶδε τῶν πάντων; ἔτι δὲ Σωκράτης μὲν οὐδὲν ὀχληρὸν δή που τοῖς ὁμιλοῦσιν αὐτῷ προσέταττεν ἀλλʼ ἢ τοσοῦτον ὅσον σωφρονεῖν, Θεμιστοκλῆς δὲ καὶ Περικλῆς καὶ Μιλτιάδης καὶ Κίμων καὶ τῆς πόλεως ἀπεῖναι καὶ τοῖς σώμασι κινδυνεύειν, καὶ πολλὰ δὴ καὶ ταλαιπωρίαν ἔχοντα ἐπέταττον· ἐν οἷς οὐκ εἰ μὴ καθάπαξ διεγένοντο θαυμαστόν ἐστιν, ἀλλʼ εἰ τοσοῦτον διήρκεσαν.4 εἶτα Σωκράτη ἀφεὶς τῆς ἐπʼ ἐκείνοις αἰτίας, τούτους ἀφʼ ὧν ἥμαρτόν τινες ἐξετάζεις; καὶ μὴν τὰ μὲν ἄλλʼ ὁποῖʼ ἄττʼ ἀπέβη τῶν ἀνδρῶν ἐκείνων, λέγω Κριτίου καὶ Ἀλκιβιάδου, καὶ ὁπόσων τινῶν αἴτιοι πραγμάτων καὶ τῇ πόλει καὶ τοῖς ἄλλοις Ἕλλησι κατέστησαν καὶ ποίαν τινὰ τὴν παιδείαν ἐπεδείξαντο τὴν ἑαυτῶν οἱ συγγραφεῖς λέγουσιν· ἀλλʼ εἰ τοῦτο δοκεῖ Πλάτων ἰσχυρόν τι λέγειν τὸ εἰς αὐτὸν Μιλτιάδην ἐξαμαρτεῖν Ἀθηναίων τινὰς, καὶ Κριτίας αὖ τῷ Σωκράτει ζημίαν ἐπέθηκε, καὶ ταύτην οὐ φαύλην, ἀλλʼ ἣν ἥκιστα ἐκεῖνος ἐδέξατο. ἀπεῖπε γὰρ αὐτῷ μὴ διαλέγεσθαι τοῖς νέοις. καίτοι τοῦτο τί ἐστὶν ἀλλʼ ἢ ἀτιμία λαμπρά; καὶ ταύτης τῆς ἀγνωμοσύνης ἔπεισε καὶ τοὺς ἄλλους μετασχεῖν, ὅσοι μετʼ αὐτοῦ τότʼ εἶχον τὴν πόλιν.

卓越领袖。况且,这不仅是二比一的关系,更在于每个时期的时间长短绝非相等,甚至相差悬殊,而且声望卓越的程度更是压倒性地占优。因此,就连他整个人生的中间阶段也未归于灾祸,反倒彰显着他显赫的荣光。因为前者不过是一日的偶发不幸,而领袖地位贯穿于整个时期都是无可争辩的。所以,即便撇开行事动机而必须考察运气,他在好运方面也有如此巨大的富余。再者,前者是出于愤懑而发生,后者则是基于最公正的裁决而赋予他;前者出自少数人,后者则同样出自全体人民。那么,这些与那些岂能相提并论?而且,人们也不应当认为所有抽签选出的陪审员都在控诉中对他定罪,而是必定有一些人心存善意而为伯里克利投下了无罪之票。既然如此,他至少把这些人塑造成了更好、甚至是最优秀的人。这样看来,无论对于多数人还是少数人,他都可以理直气壮地夸耀;因此,如果应当以多数人为见证,尊崇他的是全体民众;如果应当以最优秀者为准,至少在他们这一方,他是被宣判无罪的。然而,即便他未能将所有的人一体施教,未能使众人完全一律,而是有些人脱离了他的意愿与权能,这又何足为奇,或者谁能合情合理地加以归咎呢?苏格拉底当然也未曾教育好每一个同他交往的人;人们指责卡莱斯克罗斯之子克里提阿斯,也指责克莱尼亚斯之子阿尔基比亚德为城邦谋划了极度可耻的祸事,其后半生的生活方式也最不符合苏格拉底的教诲。难道苏格拉底因此就有罪,抑或因他们的败坏他自身也就是恶劣的吗?我绝不这么认为。相反,是他们自身未能使自己肖似苏格拉底,未能听从他的言论,因而才是他们犯了过错。因为如果在遵从他的事上犯了错,罪责当归于苏格拉底;但若在违抗他的事上犯了错,罪责则在他们自身。而你如今却恰恰凭着你所说的他们不愿听从伯里克利这一点,主张借此来判定伯里克利有罪!试问谁还能为米尔提阿德斯、地米斯托克利和伯里克利做出比这更有力的辩护呢:当雅典人听从他们时,所行皆为至善之事;而当他们不愿遵从时,便在那时铸成了大错?正是这样,那些领袖引导他们走向最善的道路,而雅典人倘若始终遵从他们,本可永远行事最善。更何况,愿意与苏格拉底相处的人每日都同他在一起,而雅典人与伯里克利及其他演说家相聚,公开来说可以说是每个月不过三天而已。再者,统御两三个人比统御如此众多之人容易得多,教导青年某项学问也比教导年长者以及所有各个年龄段的人容易得多,普天之下谁人不晓?此外,苏格拉底对他交往的人委实未曾吩咐过任何繁重之难事,除却要求克己自制而已;但地米斯托克利、伯里克利、米尔提阿德斯和客蒙却吩咐他们远离城邦、以身涉险,更委以诸多饱含辛劳的任务;在这些任务中,他们未能自始至终绝对坚持下去并不令人诧异,令人诧异的反倒是他们坚持了如此之久。然而,你在免除了苏格拉底对那些弟子的罪责之后,却偏偏根据某些人所犯的过错来审察这些政治家吗?况且,那些人——我是指克里提阿斯与阿尔基比亚德——其余的行事究竟有何结果,他们为城邦以及其他希腊人招致了何等惨重的灾难,又展现出了何种教养,史家们皆有记载;但若柏拉图认为雅典人某些人对米尔提阿德斯本人的冒犯是一条强有力的论据,那么克里提阿斯反过来也对苏格拉底施加了惩处,且绝非微不足道,而是苏格拉底最难接受的惩罚:因为他严禁苏格拉底与年轻人交谈。然而,这除了是一场昭然若揭的公然羞辱,还能是什么呢?并且他还说服了当时与他一同掌控城邦的其他所有人,共同参与了这一无道暴行。

语法注4 条
  1. 247θαυμαστὸν ὅσον

    习惯性强调短语(相当于拉丁语的 mirum quantum)。原本为关系从句“其程度令人惊异”,在此整体充当副词短语,修饰动词 κρατεῖ,意为“以惊人的程度占优”。

  2. 247τὴν γνώμην ἀφέντας

    宾格分词,与非人称动词 δεῖ 所支配的不定词 ἐξετάζειν 的隐含泛指主语(“人们”,宾格)保持一致,共同构成让步条件从句:“即使人们撇开动机而必须考察……”。

  3. 247καὶ τῷ Περικλεῖ καλῶς ποιοῦντες ἔθεντο

    法庭惯用表达。动词 ἔθεντο 省略了宾语 τὴν ψῆφον,作绝对用法表示“投票”。与格 τῷ Περικλεῖ 为利益与格(“支持伯里克利/为伯里克利”),分词 καλῶς ποιοῦντες 表方式及赞许评价(“行事正当地”)。

  4. 248ἐν οἷς οὐκ εἰ μὴ καθάπαξ διεγένοντο θαυμαστόν ἐστιν, ἀλλʼ εἰ τοσοῦτον διήρκεσαν

    古典希腊语在表达惊异或情感的短语(θαυμαστόν ἐστιν)后习惯用 εἰ 替代 ὅτι。在此构成“并非他们未能……令人诧异(οὐκ εἰ μὴ...),而是他们竟然坚持了……令人诧异(ἀλλʼ εἰ...)”的正反对照。中性复数关系代词短语 ἐν οἷς 指代前文所列举的一系列艰巨使命与辛劳。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:247-248