- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:251-252
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者指出苏格拉底晚年受审背景的特殊性,进而严厉批判柏拉图以伯里克利受审定罪为由贬低其人格所存在的自相矛盾与不公。
μήτε τῶν περὶ τοὺς ποιητὰς ἐσπουδακότων, ἀλλὰ καὶ κωμῳδίαν τινὰ συνθέντα εἰς αὐτὸν ἡττηθέντʼ ἀπελθεῖν, καὶ εἴ τινα καὶ ἤρεσε, μηδὲν πλέον τοῦ γέλωτος τότε συμβῆναι, τοσούτῳ δʼ ὕστερον χρόνῳ καὶ ὅτʼ ἐκ τοσούτων κακῶν ἡ πόλις αὐτὴν ἀνελάμβανε, καὶ ἡνίκα τοῖς ἠδικηκόσι μὴ μνησικακήσειν ὀμωμόκεσαν, τηνικαῦτα δυσχερᾶναι τοὺς λόγους αὐτοῦ; ἀλλὰ ταῦτʼ ἴσως μὲν εἰκότα, ἴσως δʼ οὒ, ἔσχε δʼ ὅμως οὑτωσί. ὅμως δὲ οὐδὲν χείρων ὅ γε Σωκράτης· ἡμεῖς δὲ καὶ τὰ εἰκότα ὑπὲρ τοῦ Περικλέους ἀπεδώκαμεν, οἷς οὐδὲν ἄγνωμον καὶ Πλάτωνα συγχωρεῖν, εἴπερ γε, ὃ μικρῷ πρόσθεν ἔφην, τοῦ δικαίου φροντίζει. καὶ γὰρ αὖ καὶ τοῦτο εἴ τις ἤρετο τὸν Πλάτωνα, εἰ δικαστὴς αὐτὸς τῷ Περικλεῖ καθῆστο, ὅτʼ ἔφευγε τῆς κλοπῆς, πότερον τῶν καταψηφιζομένων ἂν ἦν, καὶ πλείονος ἀξίους τοὺς Κλέωνος λόγους τῶν Περικλέους ἡγεῖτο—ὅταν δὲ τοῦτʼ εἴπω, λέγω τῆς ἀληθείας—ἢ κἂν ἠρυθρία τοῖς γιγνομένοις, ὥσπερ ἔγωγʼ ἂν διισχυρισαίμην ὑπὲρ Πλάτωνος, ἀδύνατον δή που φῆσαι ὡς ὅμοιος ἂν ἦν Κλέωνι.1 εἶθʼ ὃν αὐτὸς ἀφῆκας ἂν τῆς αἰτίας, τοῦτον διαβάλλεις ἐκ τῆς αὐτῆς ταύτης αἰτίας; καὶ πῶς οὐκ ἄτοπον ἄλλῳ μὲν ἂν λέγοντι μὴ πιστεύειν, αὐτὸν δὲ κατηγορεῖν; καὶ διʼ ἃ τὸν λέγοντα ἂν ἡγοῦ χείρω, διὰ ταῦτα Περικλέα ἀξιοῦν φαῦλον νομίζεσθαι; καὶ τοὺς καταψηφισαμένους αἰτιώμενον ἡμᾶς πείθειν συγκαταγιγνώσκειν, ὥσπερ χρηστοῦ τινος πράγματος μεθέξειν μέλλοντας, ἀλλʼ οὐχ ὃ μηδʼ ἐκείνοις καλῶς εἶχε ποιῆσαι; κἀκεῖνοι μὲν αὐτοὶ τὴν ἑαυτῶν καταδίκην οὐχ ὑπελογίσαντο, ἀλλʼ ἐτίμων πάλιν ὡς χρηστὸν καὶ δίκαιον, ἡμεῖς δὲ οὗ μηδὲν ἄλλο κατηγορεῖν ἔχομεν, τοῦτον ἀτιμάσομεν διὰ τὴν δίκην, καὶ τῶν αὐτῶν ἀνδρῶν ὃ μὲν ἥμαρτον ἰσχυρὸν ποιησόμεθα, ἃ δʼ εὖ φρονοῦντες ἔπραττον ἐν οὐδενὸς μοίρᾳ θήσομεν, καὶ ταῦθʼ ὁμολογοῦντες ὡς ἥμαρτον, μᾶλλον δὲ κατηγοροῦντες; καὶ τίνα ταῦτʼ εἶχε λόγον ἐγὼ μὲν οὐκ ἐπινοῶ. τῷ γὰρ οὐκ ἂν ὅρος καὶ πέρας εἶναι δόξειε τῆς ὑπὲρ αὐτῶν ἀπολογίας ἃ Πλάτων ἐγκαλεῖ; οἷον εἰ τῆς κατηγορίας τῶν ἀνδρῶν γεγονυίας καὶ τοῦ κακίζοντος αὐτοὺς τούτοις καταχρησαμένου τοῖς λόγοις, ὡς παρʼ αὐτοῖς Ἀθηναίοις ἑάλωσαν καὶ δίκην ἔδωκαν ὡς ἀδικοῦντες· εἶτʼ ἐπέδειξεν ὅτι ἀλλʼ οὐκ ὀρθῶς γε οὐδʼ ἐπὶ πᾶσι δικαίοις ταῦτʼ ἐγένετο, ἀλλὰ γνώμῃ διήμαρτον οἱ καταψηφισάμενοι, ἢ καὶ διʼ ἄλλο τι ταῦτʼ ἐψηφίσαντο, ἀλλʼ οὐκ ἀδικεῖν αὐτοὺς καταγνόντες, πᾶσιν ἂν δή που ταῦτʼ ἐξήρκει καὶ λελύσθαι τὰ τῆς αἰτίας ἱκανῶς ἂν ᾤοντο. Πλάτων τοίνυν αὐτῶν αἰτιώμενος τὰ συμβεβηκότα, καὶ λέγων ὡς ἁμαρτήματα τῶν πολλῶν, ὅμως ἐν ἐλέγχῳ κατʼ ἐκείνων λαμβάνει, καὶ τὴν συμφορὰν ὡς ἀδίκημα κατηγόρηκε, τὴν μὲν τύχην ἀντὶ γνώμης ἐξετάζων, τὴν δʼ ἑτέρων ἁμαρτίαν ὡς ἐκείνων οὖσαν τιθείς. ἡδέως δʼ ἂν ἐροίμην τοὺς προσκειμένους αὐτῷ τί ποτʼ ἂν λέγειν ἠξίουν κατὰ τῶν ἀνδρῶν, ἢ τίνα γνώμην ἔχειν ἡμᾶς ἔπειθον, εἰ τοῦτʼ εἶχον δεικνύειν ὡς ἐν παντὶ δικαίῳ μετʼ οὐδεμιᾶς φαύλης προφάσεως Ἀθηναῖοι κατεψηφίσαντο αὐτῶν, ὁπότʼ αὐτὸς φάσκων αὐτοὺς παρανενομῆσθαι καὶ τοῖς ἵπποις τοῖς λακτίζουσιν ἀπεικάζων τοὺς καταψηφισαμένους ἰσχυρόν τι λέγειν κατʼ ἐκείνων οἴεται. ταχύ γʼ ἂν εἰ τοῖς δώδεκα θεοῖς ἔσχεν εἰκάσαι τοὺς καταγνόντας, ἀπέσχετʼ ἂν τῶν ἁλόντων τὸ μὴ οὐ κακῶς εἰπεῖν.2 ἔπειθʼ ὡς οὐ κατʼ ἀρχὰς ταῦτʼ ἔδρων αὐτοὺς λέγει, ὥσπερ τὸν Κριτίαν καὶ τοὺς ἄλλους τοὺς εἰς αὐτὸν ἁμαρτάνοντας, εὐθὺς ἐν ἀρχῇ ταῦτα ποιοῦντας, ἀλλʼ οὐ πολλοῖς ὕστερον χρόνοις κυρίττειν ἀρξαμένους ἢ παρʼ ἐκείνους ἐφοίτησαν.3 ἀλλʼ εἰ καὶ μὴ ἐποίουν ταῦτʼ ἐξ ἀρχῆς, εἶχόν γʼ ἐν τῇ
亦无任何沉潜于诗艺之人怀有敌意;相反,即便有人创作了讽刺他的喜剧,也是败北而去,且即便逗乐了某些人,当时除了笑声之外亦未引发任何后果;然而在经历了这许多年后,当城邦正从如此深重的灾难中复苏、且众人已宣誓不再追究曾犯过失之人的旧怨之时,他们竟在这时对他的言论心生厌恶?但这些事或许合乎常理,或许不然,然而事实终究如此。尽管如此,苏格拉底绝不因此稍有逊色;而我们也已为伯里克利作出了公允的辩护,正如我方才所言,只要柏拉图尚且顾及公义,对这些辩护表示赞同绝非不讲道理。因为,若有人反过来这样询问柏拉图:倘若在伯里克利因盗用公款受审时,他本人作为审判官列席其间,他究竟会成为投票定罪者之一、认为克里昂的说辞比伯里克利的言辞——我这样说,是指比真理——更有分量呢,还是会对所发生的一切感到汗颜?正如我本人愿为柏拉图断言的那样,断然不能说他会与克里昂同流合污。既然如此,一个你自己本会免除其罪名的人,你难道要基于这同一个罪名去诋毁他吗?若换作别人说这番话你便不予采信,自己却亲自出面指控,这难道不是荒谬绝伦吗?并且,因着那些会让你认为言说者更为卑劣的缘由,你反倒以此要求人们将伯里克利视作卑鄙之徒?又在谴责那些投票定罪之人的同时,却劝说我们一道定罪,仿佛我们要去参与某种光彩的事业,而非去行连他们当时做来亦不体面的勾当?况且,那些雅典人自己尚且不再计较他们当年的定罪判决,反而重新尊奉他为良善而公正的人,而我们明明找不出他的其他劣迹,难道反要因为那场审判而侮辱他,在同一批人所做的事中,将他们的过错奉为铁证,却将他们心智清明时的所为视若草芥,而且这还是在我们明知并承认他们犯了错、甚至还在指责他们的前提下?这究竟有何道理,我实在无法参透。因为,在任何人看来,柏拉图所指控的这些事,难道不恰恰构成了为他们辩护的界限与极点吗?正如若有人对这些政治家提出控告,诋毁他们的人滥用这些说辞,声称他们正是在雅典人自己面前被判有罪并作为不法之徒受罚;接着若有人指出,事情并非公允发生、亦非基于完全的正义,而是投票定罪者在判断上出现了偏差,抑或是出于其他缘由作此表决而非判定他们为非作歹,那么这一切对所有人而言想必早已足够,众人也会认为罪名的由头已被充分瓦解。然而,柏拉图一方面指责降临在他们身上的变故,并称之为大众的过错,另一方面却依然将其作为不利于那些政治家的反驳证据,将不幸作为不法之罪加以指控,以命运代替心意来审视,把别人的过错算在他们头上。我倒很乐意问问那些追随他的人:如果他们能够证明雅典人是在完全公正、绝无卑鄙借口的情况下对他们定罪的,他们究竟会认为有权对这些领袖说出何种苛责之言,又会劝导我们抱持何种看法呢?要知道,甚至当柏拉图自己声称这些领袖蒙受了不法对待、并将投票定罪者比作踢人的劣马时,他都自以为对这些人物提出了有力的抨击。倘若他能够将那些定罪者比作十二主神,他断乎不会放弃对那些被判有罪之人痛加贬斥。随后他又说,他们并非一开始就对他们做出这等事,仿佛克里提阿斯及其他得罪他的人是一开头便即刻做出这等事,而非在跟随他们求学许久之后才开始用角顶撞人似的。然而,即便他们并非一开始就如此,他们心中
- 251ἀδύνατον δή που φῆσαι ὡς ὅμοιος ἂν ἦν Κλέωνι
承接前文冗长条件句(εἴ τις ἤρετο... ὅτʼ ἔφευγε... πότερον τῶν καταψηφιζομένων ἂν ἦν... ἢ κἂν ἠρυθρία...)的主句骨架。非人称结构 ἀδύνατον [ἐστί] φῆσαι(“绝不可能说……”)统摄 ὡς 从句,从句内部保留了与过去事实相反的虚拟语气主句(直陈式过去时+ἄν)。
- 252ἀπέσχετʼ ἂν τῶν ἁλόντων τὸ μὴ οὐ κακῶς εἰπεῖν
表示妨碍或节制的动词 ἀπέχω(其中动态 ἀπέχομαι 意为“克制、避免”)在虚拟语气归结句(ἀπέσχετʼ ἄν)这一否定性语境中,统摄带冠词不定词(τὸ ... εἰπεῖν),并带有重叠否定词 μὴ οὐ。该句式表达“绝不可能克制住不加诋毁(必然会痛加贬斥)”之意。
- 252οὐ πολλοῖς ὕστερον χρόνοις ἢ παρʼ ἐκείνους ἐφοίτησαν
否定词 οὐ 与前文的 ἀλλʼ 连用(ἀλλʼ οὐ)以否定分词 ἀρξαμένους,比较级副词 ὕστερον 带有限定程度差异的与格 πολλοῖς χρόνοις(“相隔许久”),与由连词 ἤ(“比……”)引导的从句形成照应,意为“而非在跟随他们求学许久之后〔才开始……〕”。
