- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:245-246
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者将伯里克利的失势与复权比作荷马史诗中老将涅斯托尔遭遇战车受创的困境,论证雅典人仅是在瘟疫与战争的不可抗力下才一时抛弃领袖,但旋即悔悟并重新托付大权,从而证明伯里克利的一生无论开端还是结局都堪称受人景仰。
πρῶτος ἦν. ἐπεὶ δʼ ἅμα τῆς τε χώρας ἠναγκάζοντο στέρεσθαι καὶ ὁ λοιμὸς ἅπαντα φθείρων ἐπέκειτο καὶ κακῶν ἀνάπαυσις οὐκ ἦν, οὕτω δὴ τῶν συμφορῶν ἡττηθέντες ἐτραχύνθησαν πρὸς αὐτόν. καί μοι τοῦ παραδείγματος ἐνταῦθʼ ἀναμνήσθητι τοῦ τῶν ἡνιόχων. τάχʼ ἂν γὰρ ἁλοίης τοῖς ἅρμασι τοῖς σαυτοῦ καὶ οὐ τοῖς πτεροῖς.1 ὁ γοῦν Νέστωρ ἱππικώτατος ἦν, ὡς λέγεται, τῶν ἐφʼ αὑτοῦ. καὶ Ὅμηρος ἱππότην αὐτὸν μετʼ ὀλίγων ἐν τοῖς ἔπεσι καλεῖ. ὥστε κἀν τοῖς ἄθλοις τοῖς ἐπὶ Πατρόκλῳ τῷ Ἀντιλόχῳ μέλλοντι τὸ ἅρμα καθιέναι προσελθών τε καὶ ὑπειπὼν ὅτι αὐτὸν ὁ Ζεύς τε καὶ ὁ Ποσειδῶν πᾶσαν διδάξειαν τὴν ἱππικὴν εὐθὺς ἐκ παιδὸς, καὶ οὐ πάνυ τι δέον αὐτὸν διδάσκειν ὅμως ὑποτίθεται καὶ παραδείκνυσιν αὐτῷ τινὰ τῶν εἰς τὸν δρόμον καὶ ὅπως διαθήσεται τὸν ἀγῶνα. τοσοῦτον αὐτῷ περιῆν τῆς ἐπιστήμης. οὗτος μέντοι φυγῆς ποτε γιγνομένης τῶν Ἀχαιῶν ἔμεινε μόνος, "οὔ τι ἑκὼν, ἀλλʼ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ δῖος Ἀλέξανδρος, Ἑλένης πόσις ἠϋκόμοιο, ἄκρην κὰκ κορυφὴν, ὅθι τε πρῶται τρίχες ἵππων κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν. ἀλγήσας δʼ ἀνέπαλτο, βέλος δʼ εἰς ἐγκέφαλον δῦ, σὺν δʼ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ." καὶ οὔθʼ ὁ ἵππος ἔτι ἠδύνατο ὑπὸ τοῦ κακοῦ καὶ τοῦ τραύματος πείθεσθαι, πάντα τὸν ἔμπροσθεν χρόνον παρέχων ἑαυτὸν εὐπειθῆ οὔθʼ ὁ Νέστωρ εἶχεν ὅ τι χρήσαιτο μὴ ὅτι ἐκείνῳ, ἀλλʼ οὐδὲ τοῖς ἄλλοις ἵπποις2 τεταραγμένοις ὑπὸ τοῦ πάθους. ἀλλʼ οὐδʼ ἀπολῦσαι τὸν ῥυτῆρα ἐν τῷ θορύβῳ ῥᾳδίως ἠδύνατο, ἀλλʼ ὥσπερ ἐπὶ χαλκοῦ ζεύγους εἱστήκει μένων, ὅσα μὴ ἀπῆν τό γε ἀτρεμεῖν.3 οὕτως ἠπόρησεν ὑπὸ τοῦ καιροῦ καὶ τῆς συμφορᾶς, ἄριστος ὢν τά γε τῆς τέχνης. τὸν αὐτὸν δὴ τρόπον οἶμαι καὶ Περικλῆς, ἕως μὲν οὐδὲν ἀνήκεστον ἦν, κατεῖχε τοὺς ἵππους, καὶ μάλα ῥᾳδίως ἤκουον αὐτοῦ καὶ τοῦ Νέστορος οὐδὲν χείρω τὴν φωνὴν ἐνόμιζον, καίτοι πολλά γε καὶ παντοῖα ἐχρήσατο αὐτοῖς καὶ εἰρήνης καὶ πολέμων ἐχόμενα. ἐπεὶ δʼ ὅ τε χιλὸς αὐτοῖς ἔξω διεφθείρετο καὶ οἴκοι τε πονήρως ἐπεπράγεσαν καὶ οὐδʼ ἀναστραφῆναι περιῆν, ἀλλʼ ἐνέκειντο αἱ ταλαιπωρίαι δειναὶ καὶ συνεχεῖς, καὶ τοῦτο μὲν ἡ κεφαλὴ καὶ τὰ ἐντὸς ἐκάετο, τοῦτο δʼ οἱ νεκροὶ πολλοὶ νύκτα καὶ ἡμέραν ἑωρῶντο, πάντα δʼ ἦν μεστὰ κυλινδομένων, καὶ πιπτόντων καὶ ἀπορουμένων, ἐλπίδος δʼ οὐδʼ ὁτιοῦν ἐσώζετο χρηστῆς, οὕτως ἤδη πανταχόθεν κατακλεισθέντες καὶ κρατηθέντες ὑπὸ τῆς ἀηθείας καὶ τῆς ὑπερβολῆς τῶν παρόντων κακῶν ἀπεσείσαντο τὸν ἡνίοχον. ἀποσεισάμενοι δὲ οὕτως εὖ καὶ καλῶς ἤχθησαν ὑπʼ αὐτοῦ τὸν ἄνω χρόνον ὥστʼ ἔγνωσάν τε ὃ ἔδρασαν καὶ μετέγνωσαν καὶ ὑποκύψαντες ἐξ ἀρχῆς παρεῖσαν ἄρχειν καὶ ἄγειν ὅποι βούλοιτο ἑαυτούς. οὕτω τὰ μὲν τῆς ἱππικῆς οὐκ οἶδα, τοὺς δὲ λόγους οὐ πολλῷ τινι χείρων ἦν τοῦ Νέστορος. ὥστʼ εἴ σοι θαυμαστὸν φαίνεται ὅτι ἐπὶ τελευτῇ κατεψηφίσαντο αὐτοῦ, πρῶτον μὲν αὐτὸ τοῦτο τὸ τοῦ ἡνιόχου παράδειγμα ἀφίησι τῆς αἰτίας αὐτόν. ὥστʼ ἐγγυτέρω τῆς τελευτῆς αὐτοῦ γίγνεται τοῦ Περικλέους, καὶ πρός γε τῇ τελευτῇ τιμήσαντες αὐτὸν, οὐκ ἀτιμάσαντες φαίνονται. ἀλλὰ μὴν ὅτε καὶ τὸν ἔμπροσθεν χρόνον εὐδοκίμει πόλλʼ ἑξῆς ἔτη καὶ μετὰ τὴν καταδίκην μέγιστος πάλιν ἦν τῶν πολιτῶν, πῶς οὐκ ἀμφοτέρων ἕνεκα ζηλωτός ἐστι, καὶ τῆς ἀρχῆς καὶ τοῦ τέλους; οὐ γὰρ τὸ προσκροῦσαι τοῖς ἔμπροσθεν ἐπεσκότησεν, ἀλλὰ τὸ τιμᾶσθαι μετὰ τοῦτο πᾶσαν παρεγράψατο τὴν συμφοράν. οὐ γὰρ τὸ μέσον κύριον ἀμφοτέρων ἐστὶ τῶν καιρῶν, ἀλλὰ κρατεῖ τὸ συναμφότερον τοῦ μέσου.4 εἴτε γὰρ τοῖς πρώτοις δεῖ διδόναι τὴν ψῆφον, ἐτιμᾶτʼ ἐξ ἀρχῆς, εἴτε τοῖς ὕστερον, οὐκ ἐν οἷς κατέγνωσαν ἔστησαν, ἀλλὰ προσεῖχον πάλιν ὡς αὐτῶν
乃是一马当先的领袖。然而,当他们被迫失去土地,同时毁灭一切的瘟疫肆虐侵袭,苦难全无停歇之时,他们正是在这般灾难的重压下一蹶不振,才对他变得暴躁苛刻。在此,且请为我想想御车之人的那个比喻;因为你或许会被你自己的战车、而非被你的双翼所俘获!无论如何,正如人们所说,涅斯托尔在他同时代的人中是最精于驭马之术的,荷马在史诗中也将他与极少数人一同称为御车名手;以至于在为帕特洛克罗斯举行的竞赛中,当安提罗科斯准备驾车参赛时,他走上前去,虽先声明宙斯与波塞冬自幼便已传授给他一切驭马技能、原本无需他人多加指点,却依然向他提出忠告,向他传授关于赛道以及如何调度赛事的诀窍——他的专门知识是如此绰绰有余。然而就是这样一位人物,在阿开奥斯人发生溃退之际,却独自一人留在了原地,“绝非出于自愿,而是因其战马受创受苦;那是秀发海伦的丈夫、高贵的亚历山德罗斯用箭所射中,正中头颅之顶,那正是战马初毛生长于颅骨、最为致命之处。战马吃痛直立跳跃,箭矢深陷脑髓,它绕着铜簇翻滚挣扎,将众马皆陷入混乱。” 而这匹马因痛苦与创伤已无法再听从指挥,尽管在以往全部的时间里它始终温顺驯服;而涅斯托尔不仅对这匹马不知所措,就连对因这灾难而受惊混乱的其他战马也束手无策。在骚乱之中,他甚至无法轻易切断挽缰,而只能宛如在铜铸的双马战车之上一般伫立停留,只是至少缺少保持静止这一点。尽管他在技艺上冠绝众人,在危急关头与灾难面前却陷入了如此绝境。我想,伯里克利也正是以完全相同的方式,只要局势尚未不可收拾,他便牢牢驾驭着战马,而它们也极其顺从地听命于他,丝毫未觉得他的声音逊色于涅斯托尔,尽管在涉及和平与战争的众多繁复事务中他一再调遣它们。然而,当城外的饲料被毁,城内的处境悲惨不堪,连转圜的余地都不复存在,可怕而持续不断的苦难纷至沓来,一方面头颅与内脏焦灼如焚,另一方面昼夜皆可见堆积的尸首,举目尽是在地上翻滚、倒毙与绝望无助之人,不再留有哪怕丝毫的美好指望,直到此时,他们在四面困顿之下,被眼前灾祸的前所未有与极度惨烈所彻底压垮,才将他们的御车之人抛甩了下来。但在将他抛开之后,因他在以往岁月里对他们的引导是如此出色而卓越,以至于他们既意识到了自己的所作所为,又心生悔悟,重新俯首听命,任由他照自己的意愿来统治并引领他们。因此,驭马之术我固然不知,但在言辞论辩上他绝不比涅斯托尔逊色多少。是以,若在你看来他们在伯里克利垂暮之年对他投下有罪判决显得不可思议,那么首先,御车之人的这同一比喻本身就免除了他的罪责。从而这一举动距离伯里克利之死更为临近,并且显而易见,他们在其临终之际是尊崇他而非贬损他。况且,既然他在先前的岁月里连续多年享有盛誉,在定罪之后又重新成为公民中最具权势的人物,那么因其开端与终局这两端,他岂不是令人艳羡的吗?因为中途的触礁并未遮蔽先前的荣耀,而其后受到的尊崇更抹平了整场灾祸。毕竟,中间的时期并不能主宰两端的时局,反倒是两端的结合压倒了中间。因为无论是应当将选票投给最初的作为,他从一开始便受人敬仰;还是投给后来的结果,他们并未停留在所定罪名的状态,而是再次视他为自己的……
- 245τάχʼ ἂν γὰρ ἁλοίης τοῖς ἅρμασι τοῖς σαυτοῦ καὶ οὐ τοῖς πτεροῖς
由 τάχʼ ἄν 搭配希求法 ἁλοίης(动词 ἁλίσκομαι 的不定过去时主动态形式,具被动态意义)构成的潜势句式(“你或许会被俘获”)。此处化用了柏拉图《斐德罗篇》中灵魂之翼(πτερά)与御车战车(ἅρματα)的比喻,带有讽刺意味地警告论敌可能会被其自身提出的比喻所反驳困住。
- 245μὴ ὅτι ἐκείνῳ, ἀλλʼ οὐδὲ τοῖς ἄλλοις ἵπποις
习惯句式 μὴ ὅτι... ἀλλʼ οὐδέ(“姑且不说……,就连……也不……”)。省略短语 μὴ ὅτι 引出前者,与格名词 ἐκείνῳ 以及 τοῖς ἄλλοις ἵπποις 均作前述动词 χρήσαιτο(χράομαι 的希求法,“对待”、“驾驭”)的支配宾语。
- 245ὅσα μὴ ἀπῆν τό γε ἀτρεμεῖν
限定性关系从句结构。ὅσα μή 为习惯用法,意为“只是……”、“除……之外”(相当于 πλὴν ὅτι,μή 不否定动词)。主语是带冠词不定式 τό γε ἀτρεμεῖν(“保持静止、不动”),与动词 ἀπῆν(ἄπειμι 的未完成过去时,“缺乏、不存在”)搭配,意指“只是至少缺少了保持静止这一点(即虽因战马骚乱而并非静止不动,却如铜铸战车般困在原地)”。
- 246κρατεῖ τὸ συναμφότερον τοῦ μέσου
主语为中性单数名词化形容词 τὸ συναμφότερον(“兼具两端者”,即最初的辉煌期与最终的复权期),支配比较属格 τοῦ μέσου(“中间时期”,即短暂的被判罪阶段)。主干动词 κρατεῖ 意为“压倒”、“胜过”,与前一句“中间时期并不能主宰两端”形成鲜明对照与结论。
