← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§243-244

对四位政治家的放逐惩罚与其卓越品格

辩者指出,陶片放逐法旨在抑止过于卓越者的傲气,这反倒证明地米斯托克利与客蒙绝非阿谄之徒,其受罚亦非因品行卑劣。此外,伯里克利和米太亚得仅是被少数陪审官处以罚金而非遭全民众制裁,伯里克利后来的复职更证明民众对这些伟大政治家自始至终怀有崇高信任。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§243

ὁτιοῦν ἐπιστάμενοι, ἀκοὴν δέ τινα κατηγοροῦντες, καὶ ταῦτʼ οὐδʼ αὐτὴν σαφῆ τὴν ἀκοήν. ἀλλʼ ἐκεῖσε ἐπάνειμι, ὅτι ὑπὲρ τοῦ τὰ φρονήματα ἐπισχεῖν τοῦτο τὸ εἶδος τῆς φυγῆς ἐνόμισαν. οὐκοῦν τούτῳ μεγίστῳ δῆλόν ἐστιν ὅσον κολακείας οἱ ἄνδρες ἀπεῖχον, οὕς γε ὅπως ὑφεῖντο τοῦ φρονήματος, διὰ τοῦτο μεθίστασαν, οὐδενὸς ἄλλου τῶν πάντων ἕνεκα. ὥστε τοῦτό γε οὐ κατʼ αὐτῶν, ἀλλʼ ὑπὲρ αὐτῶν ἔλαθες εἰρηκὼς, ὡς δεινὸς σὺ τηρεῖν τὰ λεγόμενα καὶ τοὺς ἄλλους ἐλέγχειν.1 δοκοῦσι γάρ μοι τὰς συμφορὰς ἐνθυμούμενοι τὰς ἐπὶ τῶν Πεισιστρατιδῶν γενομένας ἑαυτοῖς μηδένα βούλεσθαι μεῖζον ἐᾶν τῶν πολλῶν φρονεῖν, ἀλλʼ ἐξ ἴσου εἰς δύναμιν εἶναι. δίκαια ἄρα ἐποίουν ἐλαύνοντες Κίμωνα καὶ Θεμιστοκλέα; οὐ λέγω ταῦτα. ἀλλʼ οὐδʼ ἀναίσχυντά γε παντελῶς, ἀλλὰ καὶ αὐτοῖς ἔχοντα παραίτησιν κἀκείνοις οὐκ ἀσχήμονα τὴν συμφοράν. εἰ δʼ οὖν καὶ τοῖς δεδρακόσιν οὐκ ἀποχρῶσα ἡ πρόφασις, τοῖς γε πεπονθόσιν ἐξαρκεῖ τοῦτʼ αὐτὸ δή που μὴ φαύλοις νομίζεσθαι, ἢ μείζω γʼ ἡμεῖς τῶν ἐκβαλόντων ἀδικήσαιμεν ἄν. εἰ γὰρ ἐκεῖνοι μὲν τοῦτό γʼ αὑτοῖς συνεχώρησαν καὶ παρεῖσαν τὸ μηδʼ ὁτιοῦν ἀδικεῖν τὴν πόλιν, ἡμεῖς δὲ καὶ τοῦτʼ ἀφαιρησόμεθα καὶ τῇ δυστυχίᾳ τὴν βλασφημίαν προσθήσομεν, πῶς οὐ χαλεπώτεροι τῆς φυγῆς αὐτοῖς ἐσόμεθα, ἢ πῶς οὐ μείζω τῶν ἐξ ἀρχῆς εἰς αὐτοὺς ἁμαρτανόντων ἀδικήσομεν; οὕτω τοίνυν καὶ διὰ ταῦτα μεταστήσαντες Κίμωνα μὲν καὶ οὕτω κατήγαγον ἐντὸς τοῦ χρόνου τοῦ νενομισμένου, Θεμιστοκλέα δὲ ἐκωλύθησαν ἐμοὶ δοκεῖν ὑπὸ Λακεδαιμονίων. συμβάντων γὰρ τῶν περὶ τὸν Παυσανίαν, ἅμα μὲν εἰς ἀθυμίαν ἐμπεσόντες καὶ βουλόμενοι συνεπισπᾶσθαι τοὺς Ἀθηναίους, ἵνα δὴ μὴ μόνοι τῆς αἰσχύνης συναπολαύοιεν, ἅμα δὲ εἰ καταλείποιτʼ ἐκεῖνος Ἀθήνησι, δεδοικότες μὴ πρὸς ἅπαντʼ ἔχοιεν δύσμαχον ἀνταγωνιστὴν, καὶ πρὸς τούτοις ὧν περὶ τὸν τειχισμὸν ἐξηπάτηντο μνησικακοῦντες, ἀπόντος κατηγοροῦντες, διώκειν μετὰ σφῶν ἐκέλευον, τεκμηρίῳ τῇ Παυσανίου μοχθηρίᾳ κατʼ ἐκείνου χρώμενοι. Θεμιστοκλῆς δὲ τῶν μὲν τὴν ἐπιβουλὴν, τῶν δὲ τὴν προπέτειαν ἐφόδιον λαβὼν, σοφισάμενος ὥσπερ εἰώθει τὸν βασιλέα, τῆς καθόδου μὲν ἀπεστερήθη, αὑτῷ δὲ ἀρκῶν ἔδειξε πρὸς ἅπασαν τύχην. καὶ τὰ μὲν δὴ Θεμιστοκλέους καὶ Κίμωνος ταῦτα. Περικλέα δὲ καὶ Μιλτιάδην ὁ μὲν δῆμος οὐδὲν οὔτε μεῖζον οὔτʼ ἔλαττον ἔδρασε κακὸν, δικασταὶ δʼ ἑκατέρῳ καθήμενοι χρήμασιν ἐζημίωσαν πολλοστὸν δή που μέρος ὄντες τῶν πάντων Ἀθηναίων. πάλιν τοίνυν καὶ τούτων οὕτω συμβάντων Περικλέα μὲν ὁ δῆμος ἅπας οὐδʼ ὁτιοῦν ἧττον στρατηγὸν εἵλοντο, καὶ πάντʼ ἐπέτρεψαν, ὡς ὁ αὐτὸς μάρτυς δηλοῖ ὅνπερ ἀρτίως περὶ αὐτοῦ παρειχόμεθα· Μιλτιάδης δʼ ἔφθη τελευτήσας, οὐ τῶν δικαστῶν θάνατον καταγνόντων αὐτοῦ, οὐδʼ ὡς σὺ φῂς κἂν εἰς τὸ βάραθρον ἐμπεσὼν, εἰ μὴ διὰ τὸν πρύτανιν,2 ἀλλὰ τοῦ τραύματος αὐτῷ σφακελίσαντος. καὶ τούτων πολλοὶ, μᾶλλον δʼ ἅπαντες μάρτυρες. δῆλον τοίνυν ἐστὶν ἐξ ὧν τῷ Περικλεῖ διηλλάγησαν καὶ τὴν πόλιν καθάπαξ ἐπέτρεψαν μετὰ τὴν τῆς κλοπῆς, ὡς σὺ φῂς, καταδίκην, ὅτι κἂν πρὸς τὸν Μιλτιάδην αὐτὸ τοῦτʼ ἐποίησαν, εἰ μὴ τὰ τῆς τύχης ἐκώλυσεν. ἐν οἷς τοίνυν καιροῖς τοῦ Περικλέους κατεψηφίσαντο οἱ καταψηφισάμενοι σκέψαι, ἐπειδὴ καὶ ἔφης ὅτι ἐπὶ τελευτῇ τοῦ βίου τοῦ Περικλέους κατέγνωσαν κλοπήν. ἐκεῖνος γὰρ ἕως μὲν εἰρήνην ἡ πόλις ἦγεν, οὐδεμίαν οὔτε μείζω οὔτʼ ἐλάττῳ παρʼ αὐτοῖς αἰτίαν ἔσχεν, ἀλλʼ ἐξ ἴσου τοῖς θεοῖς ἐθαυμάζετο· καὶ ἔτι πρότερον στρατιὰς πολλὰς ἐξαγαγὼν Ἀθηναίων ἐπὶ τοὺς οὐκ ἐθέλοντας τοῖς δικαίοις ἐμμένειν, οὐκ ἄμεμπτος μόνον, ἀλλὰ καὶ πολλῷ τινι

……正如那些对确凿之事毫无所知、仅仅依据传闻加以指控的人,况且那传闻本身甚至都并不明确。但我还是要回到原先那一点:他们确立这种形式的放逐,是为了抑止过度的傲气。因此,由这一点最清楚不过地表明,这些人距离阿谄奉承有多么遥远,雅典人将他们放逐,别无任何其他缘由,纯粹就是为了让他们收敛傲气。因此,至少在这一点上,你不知不觉间说出的并非不利于他们、反而是有利于他们的辩护——亏你自以为多么善于审察言论并驳斥他人!因为在我看来,雅典人牢记着庇西特拉图家族时期降临在自己身上的灾难,不愿容许任何人的意气高过大众,而是要在能力所及的范围内保持平等。那么,他们放逐客蒙和地米斯托克利难道是在行合乎正义之事吗?我并不是这个意思;但这决非完全厚颜无耻之举,它对于民众而言存有辩解的余地,而对于那些当事人来说,所蒙受的也并非不光彩的灾祸。即便这借口对于施加处罚的人来说并不充分,但对于承受的人而言,单凭未被视作卑劣之徒这一事实本身,显然便已足够;否则,我们对他们的不公便要甚于驱逐他们的人了。因为如果驱逐者自己尚且承认并同意他们对城邦毫无任何不义,而我们却要剥夺这一点并在其不幸之上横加污蔑,我们对他们岂不是比放逐本身还要残酷,或者说岂不是比最初加害他们的人犯下了更大的不公吗?虽然他们出于这样的缘由以此种方式放逐了他们,但客蒙依然在法定年限届满之前便被召回;至于地米斯托克利,依我之见,则是由于拉刻代蒙人的阻挠而未能成行。因为在有关包萨尼亚斯的事件发生后,斯巴达人一方面陷入沮丧,企图将雅典人一同拉下水,以免独揽耻辱;另一方面又担忧如果让他留在雅典,他们在各方面都将面对一个难缠的对手;加之对在筑墙一事上受骗怀恨在心,遂趁他不在时横加指控,并以包萨尼亚斯的恶行作为针对他的罪证,要求雅典人同他们一道发起追捕。而地米斯托克利将一方的阴谋与另一方的鲁莽作为旅途的资粮,一如既往地运用机智应付了波斯国王;他虽被剥夺了回归之途,却向世人证明了自己足以应对一切命运。 有关地米斯托克利和客蒙的事就是这样。至于伯里克利与米太亚得,民众全体并未加害于他们任何大大小小的恶行,仅仅是分别就审的陪审官对他们课以罚金,而这些陪审官显然只占全体雅典人极微小的部分。并且,在这些事情如此发生之后,全体民众依然毫不含糊地选举伯里克利为将军,并将一切托付于他,正如我们方才引证的那同一位见证人所阐明的那样;而米太亚得则是先行去世,既非陪审官判处了他死刑,亦非如你所言若非部族主席便要被投入深渊,而是因为他的伤口发生了坏疽。对于这些事实,有许多人、或者说所有人都可作证。由此可见,既然雅典人在伯里克利被判定如你所言的偷盗罪之后,与他重归于好并将城邦彻底托付予他,那么显而易见,若非命运阻隔,他们对米太亚得也必定会采取完全相同的做法。那么,且请审视对伯里克利投下有罪票的人是在何等危急关头判决他的,既然你还说他们是在伯里克利生涯末期判定他犯有偷盗之罪。因为只要城邦尚处和平之中,他在他们当中就未曾受到过哪怕丝毫的指责,反而受到等同于神明的敬仰;而在更早之前,他多次率领雅典军队讨伐那些不愿恪守正义的人,不仅无可挑剔,而且大大地……

语法注3 条
  1. 243ὡς δεινὸς σὺ τηρεῖν τὰ λεγόμενα καὶ τοὺς ἄλλους ἐλέγχειν

    由 ὡς 引领的感叹句,接形容词 δεινός,对辩论对手(柏拉图或对话者)具有强烈的讽刺意味。主语 σύ 之后省略了系动词(εἶ),不定词 τηρεῖν 与 ἐλέγχειν 作为限制性(说明性)不定词修饰 δεινός。表面上赞叹对方“多么擅长审察言论并驳斥他人”,实则强调其在不知不觉中(ἔλαθες εἰρηκώς)说出了反而在替四位政治家辩护的话,揭露其逻辑上的自相矛盾。

  2. 244οὐδʼ ὡς σὺ φῂς κἂν εἰς τὸ βάραθρον ἐμπεσὼν, εἰ μὴ διὰ τὸν πρύτανιν

    κἂν(即 καὶ ἄν)与分词 ἐμπεσών 连用,表达与过去事实相反的非真实条件句主句,相当于直陈式过去时 ἂν ἐνέπεσεν。其后的 εἰ μὴ διὰ τὸν πρύτανιν 则充当该反事实条件句的从句(“若不是因为部族主席”)。句首的否定连词 οὐδέ 与前文的 οὐ τῶν δικαστῶν θάνατον καταγνόντων αὐτοῦ(并非陪审官判处了他死刑)构成并列平行关系。

  3. 243συμβάντων γὰρ τῶν περὶ τὸν Παυσανίαν, ἅμα μὲν εἰς ἀθυμίαν ἐμπεσόντες καὶ βουλόμενοι συνεπισπᾶσθαι τοὺς Ἀθηναίους, ἵνα δὴ μὴ μόνοι τῆς αἰσχύνης συναπολαύοιεν, ἅμα δὲ εἰ καταλείποιτʼ ἐκεῖνος Ἀθήνησι, δεδοικότες μὴ πρὸς ἅπαντʼ ἔχοιεν δύσμαχον ἀνταγωνιστὴν, καὶ πρὸς τούτοις ὧν περὶ τὸν τειχισμὸν ἐξηπάτηντο μνησικακοῦντες, ἀπόντος κατηγοροῦντες, διώκειν μετὰ σφῶν ἐκέλευον, τεκμηρίῳ τῇ Παυσανίου μοχθηρίᾳ κατʼ ἐκείνου χρώμενοι.

    该长句的核心主述谓动词是后部的 ἐκέλευον(吩咐/要求),主语承前文所提的斯巴达人(Λακεδαιμόνιοι)。句首由独立属格 συμβάντων... τῶν περὶ τὸν Παυσανίαν(在发生关于包萨尼亚斯的事件后)引出,随后是一连串修饰主语的分词短语,形成 ἅμα μέν(ἐμπεσόντες, βουλόμενοι)…… ἅμα δέ(δεδοικότες)……以及 καὶ πρὸς τούτοις(μνησικακοῦντες, κατηγοροῦντες, χρώμενοι)的多重并列层级。依附于 ἐκέλευον 的不定词 διώκειν 其意义上的主语为雅典人。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:243-244