← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§241-242

民众退化责任的归属与陶片放逐的本质

作者驳斥了将雅典民众的变劣归咎于四位杰出政治家的指责,指出后继者所接手的本就已是难以管束的民众,因而其罪责递减;进而援引柏拉图与僭主交往的辩护逻辑,并指出陶片放逐绝非因罪定谳,以此为领袖们辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§241

Κίμωνος—μηδαμῶς τήν γε φιλοσοφίαν αὐτὴν αἰτιῶ. ἀλλʼ εἰ μὲν αὐτοὺς καθʼ αὑτοὺς ἐλέγχειν οἷός τʼ εἶ, χρῶ τούτῳ καὶ δείκνυ θἀμαρτήματα· εἰ δὲ μὴ, τῶν ὄνων μᾶλλον ἢ τῶν ἐπιστατῶν κατηγορεῖς. εἰ μὲν γὰρ οὐκ ἦν ἁμαρτήματα, πρὶν ἐκείνους Ἀθήνησι πολιτεύεσθαι, ἀλλὰ ταῦτα πάντα ἀπὸ Μιλτιάδου καὶ Θεμιστοκλέους κἀπʼ ἐκείνων ἤρξατο, ἄλλος ἂν εἴη λόγος· οὐδʼ εἴ τινες ἄλλοι κατὰ ταυτὸν ἐκείνοις ἐπολιτεύοντο εἴποιμι ἂν, ἀλλὰ δίδωμι πάντων ἐκείνους μόνους ὑπευθύνους εἶναι. εἰ δὲ εἰκὸς ἦν τι καὶ ἄλλο ἡμαρτῆσθαι πρότερον, τί ταῦτα τοὺς Λάκωνας αἰτιώμεθα;1 προσπαίζειν γὰρ ἔξεστι δή που σέ γε, ἐπεὶ καὶ αὐτὸ τοῦτο τὸ τῶν συμφορῶν ὅτι μὲν παλαιόν ἐστι καὶ ὡς σύ που φῂς ἀπὸ Θησέως ἀρξάμενον, ἴσως δὲ καὶ ἔτʼ ἄνωθεν, καὶ οὐχ οὗτοι πρῶτοι προσέπταισαν ἐάσω. καίτοι ὁ Θησεὺς φυγών τε καὶ διαφθαρεὶς ἐν τῇ Σκύρῳ τελευτῶν οὐκ ἄτιμος ἔμεινε παρὰ τῷ θεῷ, ἀλλʼ ἐπέταξεν Ἀθηναίοις μετενεγκεῖν αὐτοῦ τὰ ὀστᾶ, πολλοῖς ὕστερον χρόνοις, ὥς φασιν. ἀλλʼ ὅμως ἐάσω ταῦτα. ἀλλʼ οἴχεταί σοι διαφθαρεὶς ὁ λόγος περὶ αὐτῶν. οἷς γὰρ ἁπάντων ταυτὰ κατηγόρηκας, τούτοις ὃ δοκεῖς ἰσχυρὸν ἔχειν ἀνῄρηκας.2 διὰ τί; ὅτι Μιλτιάδου μὲν ἴσως ἂν εἴη τι τοῦτο κατηγόρημα, Θεμιστοκλέους δὲ οὐκ ἂν ἔτι· εἰ δέ τοι καὶ Μιλτιάδου καὶ Θεμιστοκλέους, ἀλλʼ οὐ Κίμωνός γε· εἰ δὲ καὶ Μιλτιάδου καὶ Θεμιστοκλέους καὶ Κίμωνος, ἀλλʼ οὐ δή τοι καὶ Περικλέους, ἀλλὰ τούτου καὶ πάντων ἥκιστα. Θεμιστοκλῆς μὲν γὰρ αὐτοὺς παρὰ Μιλτιάδου παρέλαβε κυρίττοντας, Κίμων δὲ παρὰ Μιλτιάδου καὶ Θεμιστοκλέους, Περικλῆς δὲ παρὰ Μιλτιάδου καὶ Θεμιστοκλέους καὶ Κίμωνος. οὕτω πάντων ἥκιστα ὅ γε Περικλῆς ὑπεύθυνος ἦν, ὃν σὺ μάλιστα πάντων ᾐτιάσω καὶ τοῖς κακοῖς ἐπιμεληταῖς τῶν ὄνων τε καὶ βοῶν ἰδίᾳ τῶν ἄλλων εἴκασας. ἐνθυμηθῶμεν τοίνυν καὶ περὶ ὧν ἀρτίως ἐλέγομεν, τῆς πρὸς τὸν Διονύσιον αὐτοῦ Πλάτωνος ὁμιλίας. εἰ γὰρ αὕτη μία ἐστὶ καὶ ἀληθὴς καὶ δικαία καὶ ἀποχρῶσα μόνη πασῶν ἀπολογία καὶ παραίτησις ὑπὲρ Πλάτωνος, περὶ ὧν ὁ τύραννος ἐπλημμέλει, καὶ συνὼν ἐκείνῳ καὶ πάλιν καθʼ αὑτὸν γενόμενος, ὅτι καὶ πρὶν ἰδεῖν Πλάτωνα καὶ τῶν ἐκείνου λόγων ἀκοῦσαι πολλὰ καὶ παντοῖα ἐδεδράκει, τί κωλύει καὶ ὑπὲρ ἐκείνων τὸ μὲν ἐξ ἴσου τὰ τοῦ δήμου τοῖς τῶν τυράννων εἶναι, μὴ λέγειν, ἀλλὰ καὶ τὰ πρὸ τῆς ἐκείνων πολιτείας ἐλάττω τῶν ὑπὸ τῶν τυράννων ἐξ ἀρχῆς ἡμαρτημένων εἶναι, καὶ τὰ παρʼ αὐτὴν τὴν πολιτείαν μὴ τῆς ἴσης ἄξια μέμψεως, ὅσησπερ τὰ τοῖς τυράννοις, ἀφʼ οὗ Πλάτωνα προσίεντο· αὐτὸ δὲ τοῦτʼ ἐξεῖναι κοινὸν εἰπεῖν, ὅτι καὶ πρὶν ἐκείνους ἐγχειρεῖν λέγειν, ἦν Ἀθήνησιν ἁμαρτήματα, εἰ δʼ ἐλάττω τῶν Διονυσίου, οὐδὲ τὰ ὕστερον δή που τοῖς ἐκείνου παραπλήσια, ἀλλʼ εἰς ὅσον εἰκὸς ἁμαρτεῖν ὄντας ἀνθρώπους. φέρε δὴ καὶ περὶ τῶν συμβεβηκότων αὐτῶν τοῖς ἀνδράσι σκεψώμεθα καὶ διέλθωμεν. οὐ γὰρ ἁπάντων ὁ δῆμος οὑτωσὶ κατεψηφίσατο, οὐδʼ ἀπὸ κοινοῦ δόγματος ταῦτʼ ἔπαθον, ἀρχὴν δὲ οὐδὲ ταὐτὰ πάντες.3 πόθεν; ἀλλὰ Θεμιστοκλῆς μὲν καὶ Κίμων ἐξωστρακίσθησαν. τοῦτο δʼ ἦν οὐ μῖσος οὐδʼ ἀλλοτρίωσις τοῦ δήμου πρὸς αὐτοὺς, ἀλλʼ ἦν νόμος αὐτοῖς περὶ ταῦτα, ἔχων μὲν ὁπωσδήποτε—ἐῶ γὰρ εἰ μὴ σφόδρʼ ἄν τις ἐπαινέσαι τὸν νόμον—τὸ δʼ οὖν ἁμάρτημα οὐκ ἀπαραίτητον αὐτῶν, ἀλλʼ ἔχον ὡς ἐν τούτοις εὐπρέπειαν, νόμῳ γὰρ, ὥσπερ εἶπον, ἐγίγνετο. ἦν δʼ οὗτος ὁ νόμος· ἐκόλουον τοὺς ὑπερέχοντας μεθιστάντες ἔτη δέκα, ἄλλο δʼ οὐδὲν ἔγκλημα προσῆν, οὐδʼ ὡς ἐπʼ ἐλέγχῳ πραγμάτων ὀργή. καίτοι πῶς οὐ δεινὸν, εἰ οὓς οὐδʼ αὐτοὶ οἱ μεθιστάντες εἶχον αἰτιάσασθαι, τούτους αἰτιασόμεθʼ ἡμεῖς διὰ τοὺς μεταστήσαντας; ὥσπερ οἱ βέβαιον μὲν οὐδʼ

以及客蒙的过失——请绝不要归咎于哲学本身。但如果你能够对他们逐一驳斥,就请运用这一点来指出他们的过失;如果不能,你所指责的就宁可说是驴子而非看管者了。因为如果在那些人在雅典执政之前并无过失存在,而这一切全都始于米太亚得与地米斯托克利并自他们肇始,那便另当别论;我也不会说当时还有其他什么人与他们共同执政,而是承认唯独他们当为一切负责。然而,如果在他们之前本就理应犯有其他某种过失,我们又为何要在这些事上归咎于拉哥尼亚人呢?因为打趣你一番显然是可行的;至于这不幸之事本身自古已有,且正如你在某处所说始于忒修斯,甚至可能始于更早之时,因而他们绝非最初跌跤之人,这些且不予追究。尽管忒修斯流亡在外并丧命于斯库罗斯岛,最终在神明眼中却未蒙受不齿之辱,相反,正如人们所说,许多年之后神明还吩咐雅典人将他的遗骸迁回。但无论如何,我且按下不表。可是你关于他们的论述已经彻底崩塌败坏了。因为你把完全相同的事归咎于所有人,就恰恰摧毁了你自以为最有力的论据。这是为何?因为这指责对于米太亚得或许还算得上某种指控,但对于地米斯托克利却不再成立;退一步说,就算适用于米太亚得和地米斯托克利,却绝不适用于客蒙;再退一步说,就算适用于米太亚得、地米斯托克利和客蒙,却无论如何不再适用于伯里克利,甚至于在他身上最站不住脚。因为地米斯托克利从米太亚得手中接管雅典人时,他们就已经是好顶撞的了;客蒙是从米太亚得和地米斯托克利手中接管的;而伯里克利则是从米太亚得、地米斯托克利和客蒙手中接管的。因此,伯里克利在这所有人当中是最不应受责难的,而你却对他横加指责最甚,并唯独将他比作驴和牛的恶劣看管者。 那么,让我们再回想一下方才所谈到的柏拉图本人与狄奥尼修斯的交往。对于僭主犯下的过失——无论在与柏拉图相处期间还是在其后独处之时——为柏拉图所作的唯一、真实、正当且在一切抗辩中唯一充分的辩护与免责理由,如果是“早在见到柏拉图并聆听其言论之前,他就已犯下了形形色色的恶行”,那么,又有何阻碍我们同样为那些政治家辩护:不说民众的情形与僭主等同,而是说在他们执政之前的过失比僭主起初犯下的过失轻微,且在他们执政本身期间的过失,亦不配受到像僭主自接纳柏拉图之后所犯的过失应受的同等谴责;并且我们同样可以陈述这一共同事实,即早在那些人着手演说之前,雅典就已存在过失,而那些过失如果比狄奥尼修斯的更轻微,后来的过失显然亦不可同他的恶行相提并论,而只是处在人类合乎情理所犯过失的范围之内。来吧,让我们也来考察并检视落在那些人身上的实际遭遇。因为民众绝未如此这般给所有人定罪,他们也并非因一项共同的决议而遭受这些,甚至从根本上并非所有人遭遇相同。怎么可能呢?实际上地米斯托克利与客蒙是被陶片放逐了。这并非出于民众对他们的仇恨或疏离,而是雅典人对此有一项法律,无论该法律性质如何——我且不论是否有人会极力赞扬这一法律——但无论如何他们〔民众〕的过失并非无可辩解,而是在当时情形下具有合宜性,因为正如我所说,这是依法行事的。而这项法律的内容是:他们将出类拔萃之人放逐十年以此加以抑止,此外并未附加任何罪名,亦非出于对事实进行审讯后的愤怒。然而,如果对于那些连实施放逐者自身都无从指责的人,我们反倒因放逐他们的人而加以指责,这岂非荒谬至极?正如那些连确凿之事都毫无……

语法注3 条
  1. 241τί ταῦτα τοὺς Λάκωνας αἰτιώμεθα;

    动词 αἰτιάομαι 支配双宾格:表示事项的中性复数 ταῦτα 与表示人员的阳性复数 τοὺς Λάκωνας。这是一个带有谚语色彩的反问句(“我们为何要在这些事上指责拉哥尼亚人?”),用以讽刺将过错归咎于无关第三方的荒谬逻辑。

  2. 241οἷς γὰρ ἁπάντων ταυτὰ κατηγόρηκας, τούτοις ὃ δοκεῖς ἰσχυρὸν ἔχειν ἀνῄρηκας.

    倒装结构,关系从句 οἷς... 提前于主句的指示代名词 τούτοις(手段/原因与格)。关系代词 οἷς 为中性复数与格,与先行词 τούτοις 一致,全句意为:“正因你对所有人都作了完全相同的指控,借此你就推翻了你自以为最有力的论据。”

  3. 242ἀρχὴν δὲ οὐδὲ ταὐτὰ πάντες

    ἀρχήν 为宾格副词用法,与否定词(οὐδέ)连用,表示“根本(不)”、“起初(未)”。句末省略了前文的述谓动词 ἔπαθον(或 κατεψηφίσθησαν),整句结构为:“根本甚至并非所有人经历相同的事情。”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:241-242