- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:239-240
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引《高尔吉亚篇》中御者与牧夫的比喻进行驳斥,指出雅典公民群体历代更迭变化,且历代领袖亦非独揽大权的统治者而是受制于政敌,因而绝不应单由他们承担公民变质的过失。
οὐκοῦν οἵ γε ἀγαθοὶ φησὶν ἡνίοχοι κατʼ ἀρχὰς μὲν οὐκ ἐκπίπτουσι τῶν ζευγῶν, ἐπειδὰν δὲ θεραπεύσωσι τοὺς ἵππους καὶ αὐτοὶ γένωνται ἀμείνους ἡνίοχοι, τότʼ ἐκπίπτουσι. καὶ ἔτʼ ἄνω που τῶν εἰς τὸν Περικλέα ὄνων γοῦν φησὶν ἐπιμελητὴς καὶ ἵππων καὶ βοῶν τοιοῦτος ὢν κακὸς ἂν ἐδόκει εἶναι, εἰ παραλαβὼν μὴ λακτίζοντας αὐτὸν μηδὲ κυρίττοντας μηδὲ δάκνοντας ἀπέδειξε ταῦτα ποιοῦντας διʼ ἀγριότητα. ἀλλʼ ὄνους μὲν ὦ τᾶν καὶ ἵππους καὶ βοῦς τοὺς αὐτοὺς ἑκάστους λέγεις, Ἀθηναίων δὲ τῶν αὐτῶν ἅπαντες οἶμαι προὔστησαν, οἷον δὴ λέγω, Σόλων καὶ Κλεισθένης καὶ Μιλτιάδης καὶ Περικλῆς καὶ ὅστις ἕκαστος. ἀλλʼ ἡ μὲν πόλις μία καὶ ἡ προσηγορία, οἱ δʼ ἄνδρες ἄλλοι καὶ ἄλλοι παρὰ τοὺς χρόνους. τί οὖν θαυμαστὸν τοὺς μὲν πρᾳοτέροις καὶ ῥᾴοσι χρησαμένους τυχεῖν, τοὺς δʼ αὖ τραχυτέροις καὶ θυμοειδέσι μᾶλλον, ὥσπερ καὶ ἄλλα μυρία δή που μεταβάλλει κατὰ τοὺς χρόνους. οὔκουν οὐδὲ τοὺς ἐκ τῆς γῆς καρποὺς παραπλησίους καθʼ ἕκαστον ἐνιαυτὸν κομιζόμεθα, οὔτε τὸ πλῆθος οὔτε τὴν ἀρετὴν λέγω. ἀλλʼ ἔτους ἰσχὺς οὐκ ἔλαττον ἢ χώρας εἶναι δοκεῖ. ὥστʼ εἰ τὸν ἔμπροσθεν χρόνον εὐκολώτεροι τὰς φύσεις ὄντες κατʼ ἐκείνους ἤδη χαλεποὶ κατέχειν ἦσαν, οὐκ ἔξω τῆς ὅλης φύσεως τὸ πάθημʼ ἂν εἴη, ὥσπερ γε καὶ προϊόντος οἶμαι τοῦ χρόνου τὸ φρόνημʼ ἂν ἦσαν κατὰ συμφοράς.1 ἔτι τοίνυν οὐδʼ ἡνίοχοι τοὺς ἵππους οὕτω διαφθείρουσιν, ἂν τοὺς μὲν παιδεύωσι, τοὺς δὲ μὴ δυνηθῶσιν αὐτῶν, ἀλλʼ ἐὰν οὓς πρότερον χρηστοὺς καὶ ἀναμαρτήτους εἶχον, τούτους χείρους ἀποφήνωσι· Μιλτιάδης δὲ καὶ οἱ εἰς ἐκεῖνον οὐ τοὺς αὐτοὺς εἶχον διὰ τέλους, ἀλλʼ οἱ μὲν ἐπεγίγνοντο δήπουθεν, οἱ δὲ ἀπεγίγνοντο, οἱ δὲ καὶ ἀπεφοίτων παρʼ αὐτῶν. πῶς οὖν πρὸς τοὺς ἡνιόχους εἰσὶ κρίνεσθαι δίκαιοι, ἢ πῶς ὡς τῶν αὐτῶν ἵππων μενόντων αὐτοῖς οὕτω δεῖ διδόναι τὸν λόγον; ὥσπερ ἂν εἴ τις τοὺς Μολιονίδας ἠξίου καὶ τῶν Διομήδους τοῦ Θρᾳκὸς οὕτως ἄρχειν,2 ὥσπερ ὧν εἶχον ἐξ ἀρχῆς. καὶ μὴν οἱ μὲν ἡνίοχοι καθʼ αὑτοὺς ἕκαστοι τῶν ζευγῶν ἄρχουσι καὶ οὐδεὶς παραλυπεῖ, τὸ δʼ αὐτὸ τοῦτο λέγω καὶ περὶ τῶν ἐπὶ τοῖς ὄνοις τε καὶ βουσίν· ὥστʼ εἴ τι πλημμελοῖτο, βέβαιον τὴν αἰτίαν ἔχοιεν ἂν εἰκότως. ἀλλʼ οὐ Περικλῆς γε καὶ Θεμιστοκλῆς, οὐδʼ ἐκείνων τῶν ἀνδρῶν οὐδεὶς καθʼ αὑτὸν Ἀθηναίων ἦρξεν, οὐδὲ τοῦ τι πράττειν ἐναντίον ἐγχειρήσαντος ἀπηλλαγμένος,3 ἀλλὰ καὶ ἕτεροι πολλοὶ δή που μετʼ αὐτῶν ἔπραττον τὰ πολιτικὰ, οὔτε φύσεις τὰς αὐτὰς οὔτε γνώμας ἔχοντες, ὥστʼ ἔτι μᾶλλον τούτοις ἢ ʼκείνοις ἄξιον προστιθέναι τὰ ἁμαρτήματα. ἐγὼ μὲν γὰρ τοσούτῳ μᾶλλον ἂν φαίην ἐκείνοις, ὅσῳπερ εἰς τούτους ἦν τὰ ἁμαρτανόμενα. ὡς δʼ ἁπλῶς εἰπεῖν ποῦ δίκαιον μόνους ἀπαιτεῖν εὐθύνας τοὺς οὐ μόνους τῶν πραγμάτων αἰτίους; οὔκουν τούς γʼ ἡνιόχους αἰτιώμεθα τοὺς ἐξ ἀρχῆς, ἂν ἕτερος τοὺς αὐτοὺς ἵππους παραλαβὼν κακίους ἀποδείξῃ· ἀλλὰ καὶ ἡνίοχοι καὶ διδάσκαλοι μειζόνως εὐδοκιμοῦσιν, ὅταν τῶν αὐτῶν ἕτεροι κύριοι καθεστῶτες μὴ τῶν ἴσων ἄξιοι γένωνται. καὶ νὴ Δίʼ ἄν γε καὶ κατὰ τοὺς αὐτοὺς χρόνους [οἷον τῆς αὐτῆς ἡμέρας] ἕτερος παραλαβὼν τὸ ἅρμα ἀναβαίνῃ, οὐκέτι τοῦ παντὸς ὑπεύθυνος ὁ χρηστὸς ἡνίοχος οὐδʼ ὁ ἔνδοξος, ἀλλʼ ἐὰν καθάπαξ πρὸς αὐτὸν ἡ ἐπιμέλεια καταστῇ, οὕτω καὶ ταῦτα κρίνεται, τῶν δὲ ἑτέρου κακῶν οὐδεὶς κληρονομεῖ. ἀλλὰ καὶ τοῦτʼ αὐτὸ φαῦλόν ἐστι κατηγόρημα, ὅτι τὸν βελτίω καὶ τὸν οὐ καθʼ αὑτοὺς οὐκ εἴων χρῆσθαι τῇ τέχνῃ, ἀλλʼ ὑπεσκέλιζον ὥσπερ οἱ τοὺς ἐν τοῖς δρόμοις. οὕτω τοίνυν καὶ περὶ τῆς ἐκείνων πολιτείας, ἕως ἂν μὴ δείξῃς ὅτι βασιλευόντων τῶν φιλοσόφων καὶ μόνων ἐφεστηκότων τοῖς πράγμασι ταῦθʼ ἡμαρτήθη—λέγω τοῦ Μιλτιάδου, τοῦ Θεμιστοκλέους, τοῦ Περικλέους, τοῦ
“那么优秀的御者,”他说,“起初并不从车上摔下来,而在调教好了马匹且自身成为更出色的御者之后,反倒摔下来了吗?” 而在针对伯里克利的指责之前不远处的某地,他说: “至少驴、马和牛的照料者若是这般,便会被视为不良之辈:倘若他接手这些牲畜时它们既不踢他,也不顶撞,亦不咬人,而他却使它们因野性发作而做出这等举动。” 然而,我的朋友,谈到驴、马和牛时你指的是同一批具体的个体,可我想,难道我所说的梭伦、克里斯提尼、米太亚得、伯里克利以及各时期的每一位领袖,全都统领着完全相同的雅典人吗?城邦虽是一个,名称虽是一个,而一代代的人却前后各异。那么,有些人恰好遇到了更为温和易处之人,有些人却遇到了更为暴烈好斗之人,正如世间万事万物自然会随时代变迁一样,这又有何可奇怪的呢?诚然,我们绝非每年都从土地中收获相同的果实——我指的既非产量,亦非品质;毋宁说,岁序的作用似乎并不亚于土地本身。因此,即便雅典人在往昔天性较为温驯,而到了那些领袖的时代已变得难以管束,这种遭际亦绝不会逸出整个自然常理之外,正如我想随着时间的推移,人们的意气亦会随祸患而转变一样。再者,御者若调教了其中一部分马匹,却无力调教其余的,这并不算毁坏了马匹;只有当他们将先前原本良顺无过的马匹变得更糟时,方可如此定罪。然而米太亚得及追随其后的人自始至终所面对的绝非同一批人,而是有人不断降生,有人离世,亦有人叛离他们而去。既然如此,拿他们与御者相比来加以裁判岂能算得上公正?又怎能像假定马匹始终如一那样要求他们述职?这就好比有人要求莫利奥尼代兄弟去驾驭色雷斯人狄俄墨得斯的烈马,一如他们驾驭起初便拥有的马匹一样。更有甚者,御者各自完全独自掌控车驾,无人从旁掣肘——我对看管驴牛之人亦作如是观——因此若有差池,他们理所当然要承担确凿的罪责。但伯里克利与地米斯托克利,以及那些杰出之士中的任何一人,都从未独自统治过雅典人,亦未曾免除过对抗者企图与之作对之虞;相反,显然有许多其他人与他们一同参与政治事务,那些人既不具备同等的天赋,亦无相同的志向,因此将过失归咎于那些作梗者而非归咎于领袖们,反倒更为正当。在我看来,甚至正因过失是针对这些领袖犯下的,便愈发应当归咎于那些对抗者。简而言之,向那些绝非事态唯一肇因之人单独追究责任,何谈公正?如果另一个人接手了相同的马匹并使之变劣,我们断不会归咎于原先的御者;相反,每当接替掌管同一批马匹的其他人被证明无法胜任时,原先的御者和教师反倒享有更崇高的声誉。向宙斯起誓,即使在同一时期(例如同一天之内)另有人接掌车驾登车而上,那位优异而负有盛名的御者亦不再为整体负全责;唯有当照料之责始终完全托付于他一身时,方可如此评判,而无人应当继承他人的劣迹。相反,甚至这一点本身便是一个卑劣的指责:他们不让更卓越且不同于自身流俗之人施展技艺,反倒像赛跑中的竞争者那样向他暗下绊子。因此,关于那些伟人的治国之道亦是同理:除非你能证明是在哲学家为王且独掌国政期间犯下了这些过失——我指的是米太亚得、地米斯托克利、伯里克利以及
- 239ὥσπερ γε καὶ προϊόντος οἶμαι τοῦ χρόνου τὸ φρόνημʼ ἂν ἦσαν κατὰ συμφοράς
动词 ἦσαν(第三人称复数未完成过去时)的主语由上下文承前承指雅典公民群体;τὸ φρόνημα 作为宾格(关系宾格或同位性表语),修饰人因遭逢灾患而心境气概随之改变。此处需注意主语承前省略及名词与介词短语 κατὰ συμφοράς 的搭配关系。
- 239ὥσπερ ἂν εἴ τις τοὺς Μολιονίδας ἠξίου καὶ τῶν Διομήδους τοῦ Θρᾳκὸς οὕτως ἄρχειν
固定句式 ὥσπερ ἂν εἰ 接未完成过去时直陈式(ἠξίου),用于引出假想的比方(“犹如有人要求……”)。τῶν Διομήδους 省略了属格名词 ἵππων(马匹),受动词 ἄρχειν 支配作属格补足语。
- 240οὐδὲ τοῦ τι πράττειν ἐναντίον ἐγχειρήσαντος ἀπηλλαγμένος
ἀπηλλαγμένος 是动词 ἀπαλλάττω(使脱离、免除)的被动完成时分词,与前方的 οὐδέ 连用,后接夺格性属格。 τοῦ... ἐγχειρήσαντος 为带冠词的名词化分词属格,意为“企图反向行事之人(反对派)”,全句表达领袖们并未免受政敌掣肘之患。
