← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§237-238

四位政治家的和解提议与辩护的采纳

雅典政治家们向柏拉图申辩,在初衷、实绩与命运诸方面其政绩皆更为卓越,并指出彼此立场息息相关,提议平息指责达成和解;作者随后认同了他们的申辩并转向对柏拉图例证的考察。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§237

ἥρωας καὶ προγόνους τοὺς κοινοὺς,1 καὶ τὴν τοῦ παρελθόντος χρόνου μνείαν καὶ τὸν τοῦ μέλλοντος αἰῶνος λόγον, καὶ πάνθʼ ὅσαπερ μέγιστα νομίζεται παρὰ πᾶσι καὶ Ἕλλησι καὶ βαρβάροις, εἰ δέ τι καὶ παρὰ γνώμην ἐκ τούτων ἀπήντησε, τί τὰ μὴ σὰ κατηγορεῖς; καὶ μὴν εἰ δεῖ καὶ τοῦτο προσθεῖναι, ἡμεῖς μὲν εἴ τι καὶ προσεπταίσαμεν, ἀλλʼ οὖν πράξαντές γε ὑπὲρ ὧν ἐσπουδάζομεν οὕτω προσεπταίσαμεν, σὺ δʼ εὐθὺς ἐξ ἀρχῆς. οὐκοῦν εἰ μὲν τὸ χρήσασθαί τισι δυσκόλοις ὄνειδός ἐστι τῷ συμβούλῳ καὶ μέμψις, οὐδὲν ἐλάττοσιν ἡμῶν κέχρησαι. καὶ πρόσεστι τὸ μηδὲν ὧν ἐβούλου κατορθῶσαι. εἰ δʼ αὐτὴν ἐφʼ αὑτῆς δεῖ τὴν προαίρεσιν ἐξετάζειν, ἀναίτιον μὲν τὸ σὸν εἰκότως, ἀναίτιον δʼ ἐκ τῶν αὐτῶν καὶ τὸ ἡμέτερον. καὶ πρόσεστι τὸ κρατῆσαι τῶν πραγμάτων καὶ τὸ μείζω ταῦτʼ εἶναι τῶν θʼ ὑπὸ σοῦ σπουδαζομένων ὧν τʼ αὐτοὶ προσεκρούσαμεν. σὺ μὲν τοίνυν ἐλέγχειν ἡμᾶς ἀξιῶν καὶ κατὰ σαυτοῦ λέγεις, ἡμεῖς δʼ ὑπὲρ ἡμῶν αὐτῶν λέγοντες καὶ τὸ σὸν θεραπεύομεν. μᾶλλον δὲ τῆς μὲν σῆς ἀπολογίας καὶ ἡμεῖς μετέσχομεν, σοὶ δʼ οὐχ ὅσον ἡμῖν ὑπάρχει. ὥστʼ εἰ μὲν ἡμῶν τις φείσεται, ἄδηλον εἰ καὶ σοῦ· εἰ δὲ σοῦ τις καταγνοίη, τάχʼ ἂν ἡμῖν γε συγγνοίη· εἰ δʼ αὖ μηδʼ ἡμῶν φείσεται, σοῦ γε σχολῇ. οὕτω τὸ νικᾶν ἡμᾶς ὑπὲρ σοῦ γίγνεται. πρὸς ταῦτα σκόπει μὴ τοὐμὸν, ἀλλὰ καὶ τὸ σὸν, Τεῦκρος ἔφη τινὶ, καὶ μὴ βούλου πάντα ἀκριβῶς ἐξετάζειν, μηδὲ τριῶν ὄντων εἰς ἅ τις ἂν βλέψειε, τῆς γνώμης, τῶν ἔργων, τῆς τύχης, ἀφεὶς τὼ δύο, τοῦ τρίτου λαμβάνου, καὶ ταῦτα καὶ τούτου τοῦ πλείστου μέρους μεθʼ ἡμῶν ὄντος. εἰ γὰρ ἡμᾶς ἔδει ταῦτα προειδότας ἐξ ἀρχῆς ἐξεπίτηδες ὑπὲρ τῆς Ἑλλάδος ἡμᾶς αὐτοὺς ἐπιδοῦναι, οὐκ ἂν ὠκνήσαμεν οὐδὲ ἡττήθημεν τοῦ Κόδρου τοσοῦτον, καὶ σύ γʼ ἂν οἶμαι ταῦτα συνεβούλευσας. ἐπεὶ φέρε πρὸς φιλίου, πότερʼ ἂν μᾶλλον ἐβουλήθης, μήτε τὰ πραχθέντα διʼ ἡμῶν πεπρᾶχθαι τῇ πόλει μήτʼ εἰς ἡμᾶς μηδένα τῶν πολιτῶν ἐξαμαρτεῖν—οὐκοῦν ἕτεροι καὶ εἰς ἡμᾶς καὶ εἰς ἐκείνους ἔμελλον—ἢ κείνων γʼ ἕνεκα ὥστε πραχθῆναι, καὶ ταῦτʼ εἰ δέοι συμβῆναι; ἐγὼ μὲν οἶμαι ταῦτα. οὐκοῦν ὅτʼ ἀμφότερʼ ἂν φαίης ἐθέλειν μᾶλλον ἢ μηδέτερα ὁμολογεῖς,2 καὶ τοῖς πεπολιτευμένοις ἡμῖν ἅπαντα ἃ προσήκει προσεῖναι καὶ μειζόνως τὰ πρὸς εὐδοξίαν τῇ πόλει τῆς αἰτίας εἶναι. πῶς οὖν οὐ δίκαιος ἦσθα μᾶλλον ἐπαινεῖν ἢ ψέγειν; εἰ γὰρ αὐτοῖς τοῖς ἡμαρτηκόσιν εἰς ἡμᾶς τὰ καλῶς βουλευθέντα καὶ πραχθέντα πλείονός ἐστι λόγου, καί τις ἂν οὐκ ἀλόγως ταῦτα ἐκείνοις παρείη, πῶς οὐχ ἡμᾶς γε δίκαιον ἀφεῖσθαι πάσης αἰτίας, οἷς τῶν μὲν ἐγκλημάτων οὐδʼ ὁτιοῦν δή που μέτεστι, τῶν δὲ εἰς ἔπαινον ἡκόντων, ἂν τἀληθῆ λέγειν ἐθέλῃς, τὸ πλεῖστον; ἡμεῖς τοίνυν πόλλʼ ἂν ἔχοντες ἡμᾶς αὐτοὺς σεμνῦναι παραλείπομεν. ἀλλʼ ἵνα εἰδῇς ὅσον ἡμῖν ἐπιεικείας περίεστι καὶ ὅσον πανταχῆ τοῦ πλεονεκτεῖν ἐθέλειν ἀπέχομεν, ἔστω τὸ πᾶν κοινὸν, ἀφαίρει πάσας, εἰ βούλει, τὰς ἄνω προσθήκας, ἐπὶ τοῖς ἴσοις καταλυώμεθα—πάντως δʼ οὐκ ἄπειροι συνθηκῶν ἡμεῖς—μήτε σὺ μέμνησο πρὸς ἡμᾶς περὶ συμφορῶν οὔθʼ ἡμεῖς πρὸς σὲ τούτῳ χρησόμεθα. ὡς οὐκ ἔστι μέσον οὐδὲν, ἀλλʼ ἢ καὶ ἡμᾶς μετὰ σοῦ τούτοις ἑαλωκέναι δεῖ ἢ καὶ σὲ καὶ ἡμᾶς ἀθώους ἀφιέναι καὶ ἀποχρῆν ἅ τινες τῶν ἄλλων ἐξήμαρτον εἰς ἡμᾶς.” ταῦτʼ εἰπόντας ἂν αὐτοὺς οἶμαι ῥᾳδίως πάλιν πορεύεσθαι παρὰ τοὺς πλείονας,3 εἰ δὴ δεῖ κἀκείνους μετὰ τῶν πλειόνων κεῖσθαι δοκεῖν ὥσπερ ἔγωγε οὐκ οἶμαι. ἐγὼ μὲν οὖν ἥδιστʼ ἂν ἀμφοτέρων ἀποψηφιζοίμην· εἰ δέ τις ἄλλως γιγνώσκει, θρασυκάρδιον ἄν τινα αὐτὸν φαῖεν οἱ ποιηταί. φέρε δὴ καὶ τὰ παραδείγματα αὐτοῦ σκεψώμεθα.

敬畏我们共同的英雄与先祖,敬畏过去的记忆与未来的声誉,敬畏希腊人与蛮族一切人间公认为至关重要的事物;即使由此产生了出乎意料的变故,你为何要指责那些与你无关之事?再者,如果还需要补上一句的话,我们即使偶有失足,也是在达成了我们热切追求的事业之后才跌倒的,而你却是一开始便遭逢挫折。因此,如果遭遇某些困境对于谋士而言是一种耻辱与指责,那么你所遭遇的绝不比我们少,更有甚者,你所期望之事未有一件得以成功。但若理应就初衷本身加以审视,你的初衷固然无可指责,基于同样的原由,我们的初衷亦无可指摘;更有甚者,我们掌握了全局的成功,且这些功业不仅比你热切追求的更为宏大,亦大过我们自身所蒙受的挫折。因此,你自命有权驳斥我们,实则亦是在指责你自己;而我们为自己辩护,亦是在维护你的立场。或者不如说,你的辩护理由我们亦共同拥有,而我们所拥有的辩护资据你却未能尽有。因此,若有人宽宥我们,尚不知是否亦会宽宥你;但若有人判定你有罪,他或许仍会宽恕我们;而若有人连我们都不予宽宥,则更绝不可能宽宥你。如此看来,我们的胜利反倒是为了你的利益。对此,正如透克洛斯对某人所言:‘且看你自身,莫只看我之事’;请不要苛求以绝对精准来审察万事,亦不要在人所能关注的三件事——意图、实绩与命运——之中,抛弃前两者而仅抓住第三者,更何况即便就这命运而言,大部分亦在我们这一边。因为即便需要我们从一开始就预知这一切而断然为希腊献出自身,我们亦绝不会退缩,亦绝不会输给科德罗斯到如此地步;而我认为,你自己当时亦会给出这样的劝告。请以友谊之神的名义告诉我,你究竟更愿意选择哪一种:是通过我们所建立的功业从未为城邦成就,且公民中无一人对我们犯下过错——这样一来,其他人势必既对我们亦对他们犯下罪责——还是为了成就那些功业,即使必须承受这些苦难亦在所不惜?我认为自然是后者。因此,当你承认自己宁愿两者皆有而非两者皆无时,你便承认了我们的政治功绩具备一切应有的品质,且有助城邦声名之事远胜于遭受的指责。既然如此,你为何不理当赞美而非横加指责?因为对于那些冒犯我们之人而言,深思熟虑的谋划与成就尚且更为重要,若有人宽免他们这些〔过错〕亦非无理,那么我们这等在被控之罪上毫无瓜葛、而在应受赞誉之事上若愿吐露实情则居功至伟之人,岂不更理当免除一切指责?我们本有诸多可以自夸之处,如今皆予以略过。然而,为了让你知晓我们怀有多少宽容,知晓我们何等不欲占取不义之便宜,便让这一切归于共有吧:若你愿意,请除去上面所附加的一切,让我们在完全平等的条件下达成和解——我们无论如何绝非不知盟约之人——既不许你向我们提起不幸之灾,我们亦不对你以此相诘难。因为绝无折中之途,要么我们与你一同被这些指控所俘获,要么你与我们皆无罪获释,且其他某些人对我们犯下的过失便算足够。’我想,他们在说了这番话之后,便能泰然重返死者之列——如果真要认为他们亦与大多数人长眠于地下的话,尽管我个人并不这样认为。因此,我个人极乐意判定双方皆无罪;若有人持不同见解,诗人们定会称他为‘铁石心肠之人’。来吧,让我们再来审视他的那些例证。

语法注3 条
  1. 237ἥρωας καὶ προγόνους τοὺς κοινοὺς

    承接前一语段末尾的分词 αἰσχυνθέντες(敬畏)的宾语系列。在诸神称号与荣耀之后,并列了英雄、先祖、记忆与名望等宾格短语。

  2. 238ὅτʼ ἀμφότερʼ ἂν φαίης ἐθέλειν μᾶλλον ἢ μηδέτερα ὁμολογεῖς

    时间/条件连词 ὅτε (ὅτʼ) 引导带有 ἄν 的潜能希求法(ἂν φαίης),构成假设性前提(“当你会说……之时”),与主句直陈式动词 ὁμολογεῖς(“你便承认了”)相呼应。

  3. 238παρὰ τοὺς πλείονας

    短语 οἱ πλείονες(“多数人”)为希腊语中指代“死者”的委婉熟语。此处意指已故政治家们的亡魂重返冥府死者之列。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:237-238