← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§235-236

柏拉图受辱与为希腊大义尽责的政者

演说者指出柏拉图曾三度前往大小狄奥尼修斯处并备受凌辱与控制,甚至不及诗人菲洛克塞诺斯那般有骨气;进而反驳称,柏拉图若以为了狄恩为由为自己辩解,就绝无资格指责那些为了共同祖国与全希腊之正义而历经磨难的政治家。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§235

τινῶν ἀπέλαυσας πάλιν αὐτὸς οἶσθα, ὡς οὔθʼ ὧν ἀπῆρας χάριν διεπράξω ἠνέσχου τε πολλὰ καὶ παντοῖα, καὶ παντὸς μᾶλλον ἢ σαυτοῦ, τοσοῦτον εὐτυχήσας μόνον, εἰρήσεται γὰρ, ὅσον οὐ μετέσχες τῆς Φιλοξένου τοῦ διθυραμβοποιοῦ τύχης, καίτοι πράττων μάλιστά πως ἀντίπαλα ἐκείνῳ. μή τοι νομίσῃς ἡμᾶς ἀγνοεῖν τοὺς σοὺς λόγους ἢ μὴ συγχωρεῖν ἀληθεῖς εἶναι, ὡς οὐ θέμις ἀνδρὶ βελτίονι ὑπὸ χείρονος οὔθʼ ὑβρίζεσθαι οὔτε βλάπτεσθαι. σύνισμεν ταῦτα καὶ μαρτυροῦμεν ὡς ἀληθῆ λέγεις, ὅμως δέ γε ὁ θαυμαστὸς ἐκεῖνος ἐραστής σου οὐδʼ ὁτιοῦν ὕβρεως καὶ ἀσελγείας ἀπέλιπε. καὶ σὺ μὲν ἴσως οὐδὲν ὑβρίσθης, ὁ δʼ οἷς ἡγεῖτο ὑβρίζειν, πλείω ταῦτʼ ἔπραττεν ἢ διʼ ὧν ᾔδει τιμήσων. καὶ οὐδʼ οὕτω κατέλυσας τὴν πρὸς ἐκεῖνον ὁμιλίαν καὶ τὸ πλεῖν, ἀλλʼ οὕτω παρʼ ἐλπίδα καὶ παρʼ ἀξίαν ἀπαλλάξας καὶ ἀγαπητῶς ἀποσωθεὶς πάλιν οἴκαδε τοσοῦτον ἀπέσχες τοῦ ἑτέροις τι δύνασθαι συμβουλεῦσαι ὥστʼ οὐδὲ σαυτῷ συνεβούλευσας, ὅπερ λοιπὸν ἦν. ἀλλʼ ἡ μὲν παροιμία καὶ Ὅμηρός φησι, ῥεχθὲν δέ τε νήπιος ἔγνω·1 σὺ δʼ ὁ τῶν Ἑλλήνων σοφώτατος οὐδʼ οὕτως ἐπαιδεύθης, ἀλλὰ πάλιν σε χειροῦται Διονύσιος, ἐλπίδας φιλανθρώπους ὑποτείνας, καὶ πάλιν αὖ τῶν τῆς τυραννίδος κακῶν ἐπειρῶ, τὸ τρίτον πλεύσας ὥσπερ οἱ παλαισταὶ παλαίουσι, δὶς μὲν πρὸς τὸν αὐτὸν προσπταίσας, τρίτον δʼ ὅλως πρὸς τύραννον καὶ τυραννικὴν οἰκίαν. οὕτως οὐδʼ αὐτὸς ἐξ οὐρίας τὰ πάντα ἔθεις. τί οὖν ἡμῖν τὴν τύχην προφέρεις αὐτὸς τοιαύτης πεπειραμένος; ὥσπερ ἂν εἰ Ὀδυσσεὺς τῷ Μενέλεῳ τὴν πλάνην ὠνείδιζεν, ὦ οὗτος, ἧκον μὲν οὐδʼ αὐτὸς μετὰ πάντων, μετὰ πλειόνων δὲ ἢ σὺ καὶ θᾶττον ἢ σὺ, καὶ πλεύσας οὐκ ἴσα· καὶ πρός γε οὐ περιεργασάμενος, ὥσπερ σὺ καθήμενος ἐν Σικελίᾳ παρὰ τῷ Κύκλωπι. ἀλλʼ ὦ πάντων θαυμάσιε Πλάτων, μὴ διʼ ἀμφοῖν ὤθει,2 καὶ ταῦτʼ οὐ διὰ τῶν φίλων ἑνὸς καὶ τῶν ἐχθρῶν, ἀλλὰ διὰ σαυτοῦ τε καὶ τούτων, οὓς φίλους εἰκὸς ἦν μᾶλλον ἡγεῖσθαι, εἰ δὲ μὴ, σκόπει μὴ ὅ τι ἐγκαλέσεις, ἀλλʼ ὅ τι ἀπολογήσει πρότερον· τοσαῦτʼ ἐστὶ καὶ τὰ σά. καίτοι σὺ καὶ τῶν διθυραμβοποιῶν ἀξιοῖς καταγελᾶν ὡς πρὸς τὴν ἡδονὴν καὶ τὸ χαρίζεσθαι μόνον ὡρμημένων. φαίνεται δὲ Φιλόξενον μὲν τὸν Κυθήριον οὐ δυνηθεὶς αὖθις ὑφʼ αὑτῷ λαβεῖν Διονύσιος, ἀλλʼ οἰμώζειν ἐκεῖνος ἐλευθέρως γράφων αὐτῷ, σοῦ δέ γε δεύτερον καὶ τρὶς ἐγκρατὴς γενόμενος μετὰ τὰς πρώτας ἐκείνας διατριβάς. φήσεις καλὴν εἶναί σοι τὴν πρόφασιν· ὑπὲρ γὰρ τῶν Δίωνος πραγμάτων ἅπαντα ταῦτα ποιεῖν καὶ λέγειν· καλῶς γε σὺ καὶ λέγων καὶ ποιῶν. σκόπει δὴ καὶ τὴν ἡμετέραν πρόφασιν, κἂν εὕρῃς ἀτιμοτέραν, ἢ μικρῶν ἕνεκα ἡμᾶς πολυπραγμονήσαντας, στίξον λαβὼν καὶ γενοῦ Διονύσιος ἀντὶ Πλάτωνος εἰς ἡμᾶς. εἰ δʼ ὥσπερ σὺ Δίωνος χάριν καὶ τῆς ἐκείνου ξενίας καὶ ἑταιρίας ἅπαντα ταῦθʼ ὑπέμεινας, οὕτως ἡμεῖς ὑπὲρ τῆς ἑστίας τῆς κοινῆς πατρίδος καὶ ὑπὲρ τῶν κοινῶν σπονδῶν καὶ δικαίων οἱ μὲν τῆς πόλεως, οἱ δὲ καὶ τῶν Ἑλλήνων, ὁτιοῦν καὶ λέγειν καὶ πράττειν καὶ πάσχειν ὑπέστημεν, αἰσχυνθέντες μὲν ἁπάσας τὰς τοῦ Διὸς ἐπωνυμίας, αἰσχυνθέντες δὲ τὰς τῶν ἄλλων ἁπάντων θεῶν ἐπωνυμίας τε καὶ τιμὰς, ἔτι δʼ

……究竟又得到了何等待遇,你自己心知肚明:你既未实现扬帆起航的目的,又忍受了种种屈辱,经历了除配得上你自身之外的万般际遇,所侥幸者——不妨直言——仅仅是没有落得与酒神赞歌诗人菲洛克塞诺斯同样的下场,尽管你的境遇在极大程度上与他相差无几。请万勿以为我们不知晓你的道理,或不承认其真实性,即更优秀之人绝无道理受到劣等之人的侮辱或伤害。我们深知这一点,并为你所言合乎真实作证;然而,你那位令人称奇的崇拜者却未曾放过任何施加侮辱与骄横之举。即使你自身或许未受实质侮辱,但他自以为是在羞辱你而做出的事,却远多于他深知以此可以尊崇你而做出的事。即使在那时,你亦未曾终止与他的交往和航海;相反,你在出乎意料且违背自身尊严地脱身之后,虽万幸安全返乡,却非但未能为他人提供劝告,甚至未能给自己提出劝告——而这本是理当做到的。但正如谚语和荷马所云:‘事既已成,愚人亦知’;而你身为希腊人中最有智慧之人,却甚至未以此为鉴,反而在狄奥尼修斯抛出充满仁善的希望时再次被他玩弄,又一次领教了僭主制度的恶果;你第三次扬帆远航,就如角力者搏击一般,在同一人身上跌倒两次,总计在僭主与僭主家族身上跌倒三次。 可见,你自身亦绝非处处顺风顺水。既然你自己经历过这般运命,为何还要把命运的责任甩在我们头上?这正如奥德修斯向墨涅拉奥斯责难其漂泊流浪:‘喂,老兄,我自己虽也未带齐所有人归来,却比你带回了更多的人,归期比你更快,航程也与你不同;而且我并未徒事多管闲事,像你那样坐在西西里独眼巨人的身旁。’然而,在万事上令人惊叹的柏拉图啊,请莫要〔挥剑〕刺穿双方,更何况刺穿的不是你的一位朋友和〔一位〕敌人,而是你自己以及这些本更理应被视作朋友的人;否则,且先想想你将如何自我辩护,而非你将如何指控别人,因为你自身的过失同样多得数不胜数。然而,你还自命有权嘲弄酒神赞歌诗人们,斥责他们只受快乐与谄媚所驱使。但事实表明,狄奥尼修斯未能再次将基西拉人菲洛克塞诺斯网罗于股掌之间,那人反而自由地修书让他自讨苦吃,对你却在初次逗留之后又第二次、第三次掌握了控制权。你定会辩称自己的借口冠冕堂皇:所言所行全是为了狄恩的利益;你所言所行固然极好。那么亦请审视我们的借口,若你发现它更为卑劣,或我们是为了琐碎私利而多管闲事,你便可抓捕我们、施以烙刑,对我们化身为狄奥尼修斯而非柏拉图。但若正如你为狄恩之故及其款待与友谊而忍受了这一切,我们同样是为了共同祖国的祭坛、为了共同的盟约与正义——我们中有人是为了城邦的,有人更是为了全希腊人的——而承担起说、做、承受一切后果的重任,敬畏宙斯的一切称号,敬畏所有其他诸神的称号与荣耀,且……

语法注3 条
  1. 235ῥεχθὲν δέ τε νήπιος ἔγνω

    直接引用源自荷马(《伊利亚特》卷17第32行、卷20第198行等)的格言。ῥεχθέν 是 ῥέζω(“行、作”)的不定过去时被动分词中性单数宾格,在此作带有时间意味的宾语(“既成之事”),受主动词 ἔγνω(箴言性不定过去时,主语为 νήπιος)支配。

  2. 236μὴ διʼ ἀμφοῖν ὤθει

    短语 διʼ ἀμφοῖν ὤθει(省略了 τὸ ξίφος 等)意为“〔挥剑〕刺穿双方”,化用希罗多德《历史》3.78.5 中戈布里亚斯与麻葛斯扭打时呼喊大流士“把剑刺穿我们两人(ὤθει καὶ διʼ ἀμφοτέρων τὸ ξίφος)”的典故。后文 διὰ τῶν φίλων ἑνὸς... 与 διὰ σαυτοῦ τε καὶ τούτων 承接此语,告诫柏拉图其指责不仅刺向这些政治家,也会刺穿他自己。

  3. 235καὶ ποίων τινῶν ἀπέλαυσας πάλιν αὐτὸς οἶσθα

    承接上一段落末尾 καὶ ποίων 的间接疑问句。ποίων τινῶν(“何等性质的/何种样式的”)作动词 ἀπέλαυσας(ἀπολαύω,此处反讽性地表示“承受/领教不良后果”)所支配的属格宾语,主句动词 οἶσθα 后置。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:235-236