- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:233-234
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者叙述了斯巴达将领波利斯无视柏拉图的价值、将其遗弃于敌对的埃吉那并作为奴隶出卖,直至被安尼刻里斯赎身释放的始末,并批判柏拉图在此番奇耻大辱之后竟再度扬帆重返西西里。
ἐπιτάξαντι, σοὶ δʼ οὐδέν·1 προσθῶμεν δὲ ὅτι καὶ Σπαρτιάτης ὢν καὶ τεθραμμένος ἐν νόμοις καὶ πολιτείᾳ δεύτερα τῶν πασῶν ἐχούσῃ παρὰ σοὶ κριτῇ, μᾶλλον δὲ πρῶτα τῶν οὐσῶν. καί σοι μάτην, ὡς ἔοικε, τὰ πολλὰ ἐκεῖνα εἰς τὴν τῶν Λακεδαιμονίων πόλιν ὕμνητο. ὁ γοῦν τῶν Λακεδαιμονίων ποτὲ ναύαρχος τοσοῦτον διήμαρτε τῆς σῆς ἀξίας, ὅσον οὐδʼ ἂν εἷς Περσῶν ἢ Σκυθῶν, οἷς οὐκ ἦν συνεῖναι τῆς σῆς φωνῆς τὸ παράπαν. καίτοι γε εἰ μὲν ἠξίους αὐτὸν ἀμείνω γενέσθαι Διονυσίου περὶ σὲ καὶ βουλεύσασθαί τι βέλτιον, ὁ δὲ οὐ προσεῖχέ σοι τὸν νοῦν, ἀλλὰ τοῦ μὴ παρόντος ἦν καὶ τοῦ τὰ αἴσχιστα ἐντειλαμένου,2 πῶς οὐχ ἡττῶ πάμπολυ τοῦ τυράννου καὶ ποῦ δίκαιος εἶ προφέρειν εἴ τίς τινα πείθειν ἐγχειρῶν ἀπέτυχεν; εἰ δὲ σὺ μὲν στέργειν ἠξίους τοῖς παροῦσιν, ὁ δὲ οὐκ ᾐδεῖτό σου τὴν σιωπὴν οὐδʼ ἁπάντων λόγων ἡγεῖτο ἱκανωτέραν εἶναι τοὺς προσήκοντας αὐτῷ λογισμοὺς περὶ σοῦ παραστῆσαι, πῶς τῶν εἰκότων ἐτύγχανες, ἢ πῶς τὰ πρέποντα ἀπέλαυες τῆς φύσεως τῆς σεαυτοῦ; νὴ Δίʼ ἀλλʼ οὐδὲν σὺ χείρων, εἰ παρέπαιε Πόλλις καὶ Διονύσιος. οὐδέ γʼ ἡμεῖς, ὦ μακάριε, εἴ τις περὶ ἡμᾶς φαῦλος Ἀθηναίων ἐγένετο. εἰς τοίνυν τοῦθʼ ἧκεν ὁ Πόλλις ὑπερβολῆς καὶ οὕτω σφόδρα ἐσπούδασε κύριος καταστὰς βουλεύσασθαι περὶ ἀνδρὸς οἵου μηδʼ ὄναρ ἤλπισεν, εἶτα φανῆναί τι παμμέγεθες βεβουλευμένος καὶ ὑπερβάλλον φιλανθρωπίᾳ τε καὶ παιδείᾳ, ὥστε κομίσας εἰς Αἴγιναν, ἐν ᾗ θάνατος προείρητο εἴ τις Ἀθηναίων ἐπιβαίνων ληφθείη, ἐνταῦθα ἐκβιβάζει σε.3 κἀνταῦθα αὖ τὸ τοῦ Θεμιστοκλέους ἠτύχεις, μᾶλλον δὲ καὶ ηὐτύχεις. ἐκεῖνός τε γὰρ εἰς Μολοττοὺς ὡς Ἄδμητον ἐχθρὸν ὄντα αὐτῷ παραγίγνεται καὶ διʼ ἐκείνου σώζεται καὶ σοὶ παρὰ τοῖς ἐχθροῖς τοῖς κοινοῖς τῆς πατρίδος τῆς σαυτοῦ συνέβαινεν ἐξετάζεσθαι. καὶ εἰ μὴ ἐκεῖνοι βελτίους ἐγένοντο τοῦ τυράννου καὶ τοῦ διακόνου, —καὶ οὗτοί γε καλῶς ποιοῦντες τὴν Πλάτωνος φιλοσοφίαν καὶ δόξαν ᾐσχύνθησαν, —ἐτεθνήκεις ἂν αὐτόθι νῆσον ἀντὶ νήσου μεταλαβὼν, ἐν προθύροις τῆς πατρίδος, οὐκ ἐν Σικελίᾳ· τοσοῦτον ἔμελλες κερδαίνειν.4 ὁ δὲ χρηστὸς σύμπλους ὁ Σπαρτιάτης οὐδʼ ὣς ἐπελάθετο ὧν ἤκουσε παρὰ τοῦ Διονυσίου, ἀλλʼ ἐπώλησε τὴν ἱερὰν κεφαλήν· καὶ πωλοῦντος Πόλλιδος Ἑλλήνων μὲν οὐδεὶς ὠνεῖτό σε—οὕτω πάντες κατείχοντο ὑπὸ τῶν σῶν λόγων—Λίβυς δʼ ἄνθρωπος Ἀννίκερις ὄνομα, ὃν οὐδʼ ἠπίστατο ἀνθρώπων οὐδεὶς, εἰ μὴ ταῖς σαῖς συμφοραῖς ἀπεχρήσατο. νῦν δʼ οὐ Πλάτωνα ἐπρίατο, ἀλλὰ δόξαν αὑτῷ καὶ τὸ γιγνώσκεσθαι. καὶ τότε ἤδη Δίων τὰ θαυμαστὰ ἐφιλανθρωπεύετο πέμπων τὰ λύτρα τῷ Λίβυϊ. ἀλλʼ οὐδʼ ἐκεῖνός γʼ ἡττήθη τοῦ Δίωνος, ἀλλʼ ἀφῆκέ σε προῖκα, ὁ μηδεπώποτʼ ἰδὼν πρότερον μηδʼ ὁμιλήσας μηδαμοῦ μήτε νήσων μήτʼ ἠπείρου. ἐλθὼν τοίνυν οἴκαδε καὶ διαφυγὼν ὥσπερ τις Ὀδυσσεὺς οὐ θανάτους μόνον, ἀλλὰ καὶ δουλείαν, καὶ οὑτωσὶ σαφῶς ἐπὶ τῇ ἑτέρων κακίᾳ καὶ φιλανθρωπίᾳ γενόμενος χρόνον μέν τινα ἡσυχάσας· ὡς δὲ τελευτήσαντος τοῦ προτέρου Διονυσίου παραλαβὼν τὴν ἀρχὴν ὁ ἐξ ἐκείνου Διονύσιος μετεπέμπετο αὖθίς σε εἰς τὴν πολυύμνητον Σικελίαν, ὥσπερ μετὰ τῶν ἄλλων ὧν παρὰ τοῦ πατρὸς παρειλήφει καὶ τὴν εἰς σὲ ὕβριν παρειληφὼς, καὶ κληρονομῶν καὶ τοῦ σοι προστάττειν, ὥσπερ Συρακοσίοις ἢ τοῖς ἄλλοις τοῖς ἐν Σικελίᾳ, ᾤχου δὴ πλέων.5 καὶ ποίων
听从了下达命令之人,对你却未予理会;且我们要补充的是,他身为斯巴达人,并在你这位裁判看来位列所有制度中第二位、或者更确切地说是现存制度中第一位的法律与政制下成长。看来,你对斯巴达城邦所唱出的那许多赞歌全属徒劳!无论如何,这位昔日的斯巴达海军将领竟如此未能领会你的价值,以至于波斯人或斯基泰人中都绝无一人会如此不识泰山,而他们原本是完全听不懂你言语的。然而,若你曾指望他待你比狄奥尼修斯更好、并能做出更为良善的决断,但他却未曾理会你,反而站在那不在场的人与下达最可耻命令之人的一边,那么你岂非彻底败给了那个僭主?你又有何资格指责他人试图说服某人却遭到失败呢?倘若相反,你自愿甘受现状,而他却并未敬畏你的沉默,亦未认为你的沉默比一切言辞都更能向他唤起对你应有的敬意与思量,那你又何尝得到了合情合理的对待?你又何曾享受到了配得上你那天性应得的礼遇?‘凭宙斯起誓,但即便波利斯与狄奥尼修斯陷入狂乱,你也绝未因此变得低劣!’幸福的人啊,倘若雅典人中有人待我们卑劣,我们亦同样未曾因此变得低劣。波利斯竟然达到了如此过分的地步,且既然成为决断一位连做梦都未曾指望能落入其手的杰出人物命运的主宰,便极力逞能,企图显出自己做出了何等宏大、且在博爱与教养上超凡绝伦的决断,以至于将你带至埃吉那——当地曾有法令规定凡有雅典人踏足遭捕必处死刑——并在那里将你放下船。在此你又遭遇了地米斯托克利的命运,或者不如说你反而交了好运。因为正如他前往莫洛西亚人处投奔其宿敌阿德墨托斯并因他而获救,你亦同样落到了你自己祖国的共同敌人手中接受审断。若非他们表现得比那僭主及其走卒更为卓越——且这些人确实表现高尚,敬畏了柏拉图的哲学与声誉——你早已在当地丧命,换了一座岛屿,死在你祖国的门前,而非西西里;你注定所得的收益不过如此!然而,那位善良的同船斯巴达人即便如此亦未曾忘记从狄奥尼修斯那里所听闻之言,反而将这位尊贵的人物公开放售;当波利斯贩卖你时,希腊人中无一人购买你——众人都被你的言论深深震撼——唯有一位名叫安尼刻里斯的利比亚人除外,若非他利用了你的厄运,世人绝无一人会知晓其姓名。然而实际上,他购买的并非柏拉图,而是为自己购买了名望与知名度。此时狄恩方才展现出令人赞叹的博爱,将赎金送予这位利比亚人。然而那人亦未逊色于狄恩,反而将你免费释放,尽管他此前在各岛屿或大陆之上从未见过你,亦未曾同你交谈过片刻。于是,你在归家之后,如奥德修斯一般不仅逃脱了重重死难,更逃脱了沦为奴隶的命运,如此明显地任由他人的恶意与仁爱所摆布,并静养了一段时日;然而,当先代狄奥尼修斯去世、其子狄奥尼修斯接掌政权并再次召你前往那名闻遐迩的西西里时,就仿佛除了从父亲那里继承的其他一切之外,亦继承了对你的凌辱,并继承了向你发号施令的特权,正如对待叙拉古人或西西里的其他居民一般,你却毅然扬帆前往!究竟是何等的……
- 233ἐπιτάξαντι, σοὶ δʼ οὐδέν
承接上一段落末尾的 συνεβάλλετο,此处给格分词 ἐπιτάξαντι(对下达命令之人[照办/配合])与 σοὶ δʼ οὐδέν(但对你却什么也[不顾/不让])形成鲜明的省略对仗,主句谓语动词在此处承前省略。
- 233τοῦ μὴ παρόντος ἦν καὶ τοῦ τὰ αἴσχιστα ἐντειλαμένου
与 ἦν 连用的表语属格(所属属格),意为“属于/站在……一边”。两个带冠词的分词 τοῦ μὴ παρόντος(不在场的人)与 τοῦ τὰ αἴσχιστα ἐντειλαμένου(下达最耻辱命令的人)并列修饰狄奥尼修斯。
- 233ὥστε κομίσας εἰς Αἴγιναν, ἐν ᾗ θάνατος προείρητο εἴ τις Ἀθηναίων ἐπιβαίνων ληφθείη, ἐνταῦθα ἐκβιβάζει σε
在由 ὥστε 引导的结果从句内部,嵌套了一个关系从句(ἐν ᾗ...),其中又包含一个表示过去一般条件或间接引语的希求语气从句(εἴ τις... ληφθείη)。整个骨干结构为 ὥστε κομίσας... ἐνταῦθα ἐκβιβάζει σε(以至于在将你带至……之后,就在那里将你放下船),谓语动词使用了历史现在时。
- 234ἐτεθνήκεις ἂν αὐτόθι νῆσον ἀντὶ νήσου μεταλαβὼν, ἐν προθύροις τῆς πατρίδος, οὐκ ἐν Σικελίᾳ· τοσοῦτον ἔμελλες κερδαίνειν
过去的反事实假定(过去完成时直说语气加 ἄν:ἐτεθνήκεις ἄν,意为“你本已死在彼处”)。随后的 τοσοῦτον ἔμελλες κερδαίνειν(“这便是你注定能获得的微末利益”)运用了 μέλλω 的未完成过去时加不定词,以辛辣的反讽强调结局的凄惨与虚妄。
- 234ἐλθὼν τοίνυν οἴκαδε ... χρόνον μέν τινα ἡσυχάσας· ὡς δὲ ... ᾤχου δὴ πλέων
一组修饰主语(柏拉图)的长串主格分词结构(ἐλθὼν, διαφυγὼν, γενόμενος, ἡσυχάσας)。分词 ἡσυχάσας 顺接随后的时间从句 ὡς δὲ...,最终汇聚于主句谓语 ᾤχου πλέων(你便毅然扬帆离去),呈现出带有破格(anacoluthon)倾向的长句周期结构。
