← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§231-232

柏拉图在西西里的挫败与四人政绩的比较

雅典政治家们向柏拉图提出质难,列举其在西西里教育僭主的惨败以及遭到囚禁并被当作奴隶贩卖的耻辱,以此论证自身的治国功业远比柏拉图的空想更为卓著。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§231

πεπρᾶχθαι, πότεροι βελτίονι καὶ δικαιοτέρῳ πράγματι τὴν ἀρχὴν ἐπέθεντο ἡμῶν; πότερον ὁ τὸν τύραννον παιδεύειν ἀξιῶν καὶ πλέων ἔξω τῆς πατρίδος τοσοῦτον, ἢ οἱ τοῖς πολίταις τοῖς ἑαυτῶν τὰ βέλτιστα ἐθελήσαντες συμβουλεῦσαι, καὶ τούτοις ἐκ τῶν δυνατῶν ἀμείνω τὰ πράγματα ποιεῖν; τί φῂς, ὦ Πλάτων, πρὸς ταῦτʼ, ἐροῦσι, καὶ ὅτε γε καθάπαξ οὐκ ἐκρατήσαμεν, πότεροι μᾶλλον τῆς γνώμης τῆς ἐξ ἀρχῆς ἐφικόμεθα; καὶ πότεροι πλέον προὐβιβάσαμεν; πότερʼ ἡμεῖς βελτίους Ἀθηναίους ἀπεφήναμεν, ἢ σὺ τοὺς τυράννους; καὶ μὴν ἐκείνοις μὲν πλὴν ἴσως ὀλίγων ἅπανθʼ ἡμάρτηται, τοῖς δὲ μεθʼ ἡμῶν ἅπαντα κάλλιον πλὴν ὀλίγων ἢ κατὰ πάντας ἀνθρώπους πεποίηται. τοσοῦτον ἡμεῖς ἀμείνους τοὺς ἡμῖν χρωμένους ἀπεδείξαμεν ἢ σὺ τοὺς σοί. εἰ δʼ ἐρεῖς ὅτι βελτίους οὗτοι τὴν φύσιν, καὶ ταύτῃ φρονιμωτέρους ἡμᾶς ἀποδεικνύεις, εἴ τινας ἐν τούτοις ἔσχομεν ἐλπίδας, οὐχ ὥσπερ σὺ τοῦ παντὸς διήμαρτες, ἐκείνοις διαλέγεσθαι προὔργου τι δόξας εἶναι. ἔπειτα ὥσπερ ἐν οἷς βελτίους ἑτέρων γεγόνασι τὴν φύσιν αἰτιᾷ, οὕτως εἴ τι καὶ προπετέστερον εἰργάσθαι σοι δοκοῦσι, τῆς φύσεως αὐτὸ θὲς τῆς αὐτῆς καὶ μὴ λάμβανʼ ἐφʼ ἡμᾶς, μηδʼ ἃ μὲν ἡμῶν ἡγουμένων κατέπραξαν, ἀποστέρει τοὺς συμβουλεύσαντας καὶ τοὺς συγκατεργασαμένους ἡμᾶς τῷ δοκεῖν τὰ βέλτιστα παραινέσαι, ἃ δʼ ἐπὶ σφῶν αὐτῶν ἐξήμαρτον εἰς ἡμᾶς, ταῦθʼ ὡς ἡμεῖς ἀδικοῦμεν λέγε. ἐκείνων μὲν γὰρ καὶ ἡμεῖς αἴτιοι τὸ μέρος, τούτων δὲ οὐδὲ μικρόν. ἀλλὰ ταῦθʼ, ὡς ἔφη Σοφοκλῆς, πεπονθότʼ ἐστὶ μᾶλλον ἢ δεδρακότα.1 καὶ μὴν εἴ γε τὸ προσκροῦσαι καὶ χρήσασθαί τινι συμφορᾷ κακίας ἔλεγχός ἐστι καὶ μέμψιν δικαίαν ἔχει τῷ πεπονθότι, σκόπει πρὸς τὰ ἡμέτερα καὶ τὰ σαυτοῦ. ποῖʼ ἄττʼ ἀπέλαυσας τῶν τυράννων οὓς παιδεύειν προῃροῦ; μὴ ἄρʼ οὐ Πολυκράτης τὴν ἔξωθεν τύχην οὐδʼ αὐτὸς ἡμῖν ἦσθα.2 οὕτω μὲν ἐξ ἀρχῆς εἱρχθεὶς ἐτρέφου παρὰ ἐλπίδα καὶ παρʼ ἀξίαν ἅπασαν σεαυτοῦ, καὶ εἰ μή σε ἀνὴρ Ἰταλιώτης ἐξῃτήσατο τῶν Πυθαγορείων, ὥσπερ σὺ φῂς τὸν πρύτανιν, ὅτι ἡμῶν ἕνα μέλλοντα εἰς τὸ βάραθρον ἐμπεσεῖσθαι διεκώλυσε,3 κἂν αὐτὸς ἴσως εἰς τὰς λιθοτομίας ἐνέπεσες, ἢ δή τοι τό γε δεύτερον οὐκ ἂν ὑπεξέφυγες Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα τοῦ πορθμοῦ, ἀλλʼ ἐτεθνήκεις ἂν αὐτοῦ ἐν Σικελίᾳ. νῦν δὲ Ἀρχύτας ἦν ὁ κωλύσας καὶ Διονύσιος Ἀρχύταν μὲν ἐπιστέλλοντα ᾐσχύνθη καὶ ἔδωκε τὴν χάριν, Πλάτωνα δὲ οὐκ ᾐσχύνετο, ᾧ συνῆν καὶ οὗ τοὺς καλοὺς ἐκείνους καὶ σεμνοὺς λόγους ἤκουσεν, ἀλλὰ τοσοῦτον ἔδει τιμᾶν ἢ πείθεσθαι λέγοντι ὥσθʼ,4 ἵνα σου τῆς φωνῆς μὴ ἀκούοι, καθείρξας εἶχεν ὡσεί τινα ἀτίμητον μετανάστην. καὶ περιειστήκει σοι τὸ τοῦ Κίμωνος, ὃ σὺ φῂς πρὸς αὐτὸν τοὺς Ἀθηναίους οὐκ ἐθέλειν αὐτοῦ τῆς φωνῆς ἀκούειν, οὐδὲ σοῦ τότʼ ἠξίου Διονύσιος, πλὴν ὅσον οὐκ ἐν τοῖς ἴσοις ἦσθα. ἐκεῖνον μὲν γὰρ Ἀθηναῖοι μετέστησαν ὅπως αὐτοῦ δέκα ἐτῶν μὴ ἀκροάσαιντο, σοὶ δὲ οὐδʼ αὐτὸ τοῦτο ἐξῆν μεταστῆναι καὶ πάνυ δή που βουλομένῳ τε καὶ ζητοῦντι, νοῦν ἔχοντι, ὡς ἐγώ φημι. ἀλλὰ τοῦτʼ ἦν ἡ δεινὴ συμφορὰ τὸ μὴ ἐξεῖναι ἀπελθεῖν, ἀλλὰ μένειν πρὸς βίαν καὶ μονονοὺ προσηλῶσθαι. καὶ παραδίδωσι δή σε μετὰ ταῦθʼ ὁ φίλτατος ἀνδρὶ Σπαρτιάτῃ Πόλλιδι, καὶ οὐδʼ ἐνταῦθʼ ἔστη τῆς ὕβρεως, ἀλλʼ ἀποδόσθαι προσέταξεν, ἀποδόσθαι τὸν ἄριστον οἴμοι τῶν Ἑλλήνων, ὥσπερ ἀνδράποδον τῶν ἐπʼ ἐξαγωγῇ. οὐκ ἂν ἡμῶν γε ζώντων καὶ τῶν τριήρων οὐσῶν τοῦθʼ ὕβρισεν ὁ θεοῖς ἐχθρὸς ἐκεῖνος. ὅμως δʼ ἐπέταξε καὶ Πλάτων ἐξήγετο ἐκ Σικελίας ὑπὸ Πόλλιδος καὶ ὁ Πόλλις αὖ πάλιν παραλαβὼν Διονύσιον μὲν καὶ ἀπόντα ᾐσχύνετο καὶ ὧν ἐπέσκηψεν ἐμέμνητο, σὲ δʼ ὁρῶν καὶ συνὼν παρʼ οὐδὲν ἐποιεῖτο, ἀλλʼ ἡ θαυμαστή σου δύναμις καὶ πειθὼ κατὰ τοὺς λόγους ἡττᾶτο τῶν ἐντολῶν τοῦ Διονυσίου· καὶ Πόλλις ἐκείνῳ μὲν συνεβάλλετο, καὶ ταῦτα τοιαῦτα

既然在这两方面皆存在着事情未能完全按照谏言者的意愿发展的情况,那么我们当中究竟哪一方着手从事了更善且更正义的事业?是那个自以为应当教育僭主而远渡海外远离祖国的人,还是那些意欲为自己的公民谋划至善、并竭尽所能改善其处境的人们?他们会问:‘柏拉图啊,对此你作何解释?当我们终究未能全胜之时,究竟哪一方更切近最初的目标?又是哪一方取得了更大的进展?是我们使雅典人变得更好了,还是你使僭主们变得更好了?’事实上,对于那些僭主而言,除少数几处外几乎全盘皆错;而对于追随我们的人们而言,除少数几处外,一切作为皆比全人类所做的更为卓越。我们使那些追随我们的人所展现出的卓越,远胜于你使那些与你交往的人所表现的。倘若你要说这些公民生性更为优异,那么在这点上你亦证明了我们更为明智,只要我们对他们寄予了某些希望,而未曾像你那样全然失策,自以为同那些僭主交谈乃是合宜之举。再者,既然你在他们优于旁人的地方归咎于其天性,那么同样,若你认为他们做出了任何鲁莽之举,亦当归诸同样的本性,而莫要将其算在我们头上;切莫在他们于我们领导之下成就大业时,剥夺了我们这些提出谏言与协力成就者的功勋,不承认我们给出了至善的劝告,而当他们自行对我们犯下过错时,反倒声称是我们犯下了罪过。因为对于前者,我们亦分担了部分原因,而对于后者,我们则毫无责任。相反,正如索福克勒斯所言,这些事情‘与其说是作为,毋宁说是承受’。况且,若遭受挫折并身陷某种灾祸乃是卑劣的明证、且使受难者蒙受公正的谴责,那么请将我们与你自身的遭遇加以对照。你从自己决意教育的那些僭主身上究竟得到了何种回报?难道你自己在外界的运势上对我们而言竟成了另一个波吕克拉泰斯不成?你就这样从一开始便违背常理、全然不称身份地遭到囚禁与供养;若非一位来自毕达哥拉斯学派的南意大利人为你求情——正如你所言,有位轮值主席阻止了我们当中的一人被抛入深坑——你或许自己亦会被投入采石场;或者至少在第二次时,你绝无法逃脱海峡那斯梯克斯之水的险峻激流,而定会当场死在西西里。然而事实上,正是阿尔库塔斯出面制止了他,狄奥尼修斯敬畏致信的阿尔库塔斯并准其所请,却丝毫不敬畏自己曾与之相处、并聆听过其那些美妙庄重言论的柏拉图;非但谈不上尊重或听从其言辞,反而为了不听闻你的声音,将你如同一介受辱的流亡者般拘禁起来。奇蒙的遭遇亦同样落到了你的头上——你曾以此指责奇蒙,称雅典人不愿听闻其声音——当时狄奥尼修斯亦不屑于聆听你的言辞,只不过你的境遇更为不堪。因为雅典人将奇蒙流放,是为了在十年内不听他说话;而你却连离开的自由都不曾拥有,尽管据我看来,作为一个明智之人,你确实极度渴望且力求离去。不得离开,反倒被强行滞留、几乎被钉死在原地,这才是那可怕的灾难。此后,这位最亲密的朋友竟将你转交于斯巴达人波利斯;其狂妄并未止步于此,反而下令将你卖掉——唉,将希腊最杰出的人物如出口奴隶一般卖掉!只要我们尚且在世、三列桨战船尚存,那个天杀的恶贼便绝不敢施加如此侮辱。然而他依然下达了命令,柏拉图被波利斯带离了西西里;而波利斯接手之后,对不在场的狄奥尼修斯心怀敬畏并谨记其嘱托,对亲眼所见且同行相处的你却视若无睹;你在言辞上那令人惊叹的能力与说服力,在狄奥尼修斯的命令面前败下阵来。波利斯与他达成协议,诸事皆是如此……

语法注4 条
  1. 231ἀλλὰ ταῦθʼ, ὡς ἔφη Σοφοκλῆς, πεπονθότʼ ἐστὶ μᾶλλον ἢ δεδρακότα

    援引了索福克勒斯《俄狄浦斯在科罗诺斯》第266-267行的名句。中性复数主语 ταῦτα 与单数动词 ἐστί(符合中性复数主语接单数动词的规则)及完成时分词中性复数 πεπονθότα、δεδρακότα 构成迂回完成构式,强调这些过患“与其说是自身施加的作为,不如说是被动承受的遭遇”。

  2. 231μὴ ἄρʼ οὐ Πολυκράτης τὴν ἔξωθεν τύχην οὐδʼ αὐτὸς ἡμῖν ἦσθα

    由 μὴ οὐ 搭配未完成过去时 ἦσθα 构成的修辞性反问或讽刺性论断。此句带有强烈的反讽意味:“难道你在外在运势上对我们而言竟成了另一个波吕克拉泰斯(以非凡幸运著称的萨摩斯僭主)不成?”意指柏拉图在西西里的遭遇非但毫无幸运可言,反倒狼狈之极。

  3. 232ὥσπερ σὺ φῂς τὸν πρύτανιν, ὅτι ἡμῶν ἕνα μέλλοντα εἰς τὸ βάραθρον ἐμπεσεῖσθαι διεκώλυσε

    前置先摄构文(prolepsis)。τὸν πρύτανιν 在结构上被提前放置,犹如 φῂς 的宾语,但实际上是后随 ὅτι 引导的从属分句的逻辑主语(διεκώλυσε)。此处影射了柏拉图《高尔吉亚篇》中轮值主席阻止将雅典领袖之一(米尔提亚德)投入深坑的典故。

  4. 232τοσοῦτον ἔδει τιμᾶν ἢ πείθεσθαι λέγοντι ὥσθʼ

    使用非人称动词 ἔδει 构成的习惯表达,相当于“不仅未曾尊重或服从,反而……”。τοσοῦτον ἔδει 与不定式 τιμᾶν ἢ πείθεσθαι 连用,随后通过 ὥστε 引导的结果从句引出截然相反的残酷现实(即反将柏拉图囚禁)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:231-232