- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:229-230
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说家构想了复活的四位领袖对柏拉图的反驳,借柏拉图未能使狄奥尼修斯父子变好这一事实,指出将民众过失归咎于领导者的逻辑同样反噬柏拉图自身。
ταύταις μὴ ἐπὶ τῷ κακῶς ἀντειπεῖν, ἀλλʼ ἐπὶ τῷ διὰ τῶν ἐκείνου τὰ ἑαυτῶν ἀπολύσασθαι,1 πῶς εἰρηκέναι γʼ αὐτὸν πρότερον κακῶς ἃ μηδεὶς ἐπηνάγκαζε καὶ διʼ ὧν χείρους ᾤετο ἐκείνους ἀποφαίνειν δεξιόν τι νομίζειν κελεύσει; ἐροῦσι τοίνυν, ὡς ἐγὼ νομίζω, ταυτὶ, μᾶλλον δʼ εἶπον ἂν, Ἡμεῖς, ὦ Πλάτων, πολλὰ καὶ βλάσφημα ἀκούσαντες ὑπὸ σοῦ οὐ τοῖς ἴσοις ἀμυνούμεθά σε οὐδʼ ἐροῦμεν κακῶς, ἀλλὰ καὶ ἄνδρα ἐν τοῖς πρώτοις καὶ ἄριστον τῶν Ἑλλήνων ἡγούμεθα, καὶ τῇ πόλει συγχαίρομεν, οὐ σοὶ μόνῳ, τῆς σῆς φύσεως. πάντως δʼ ἐξ ἀρχῆς ἕρμαιον ἡμῶν αὐτῶν ἐποιησάμεθα ὅ τι ἡ πόλις ἡμῶν κερδαίνοι. κάλλιστον δὲ πάντων κερδῶν ἡ τῶν ἀγαθῶν ἀνδρῶν φορά· ὧν καὶ ἡμεῖς ποτε ᾠόμεθα εἶναι, σὺ δὲ οὐ δίδως. ἐπειδὴ δὲ καὶ Μιθαίκῳ προσεικάζεις ἡμᾶς τῷ τὴν Σικελικὴν ὀψοποιίαν συγγεγραφότι, εἰκὸς μέν σέ γʼ ἄμεινον ἡμῶν ταῦτʼ ἐπίστασθαι. οὐ γὰρ ἡμεῖς γʼ ἴσμεν περὶ τοιούτων συγγραμμάτων οὐδὲν, οὐ γὰρ πυκνὰ ἐπεμίξαμεν τῇ Σικελίᾳ. ἀλλʼ ὥσπερ σὺ πρὸς τὰ πολιτικὰ ἀσχόλως ἔσχες ὑπὸ τῶν λόγων τῶν ἐν φιλοσοφίᾳ, οὕτως ἡμῖν ὑπὸ τῶν λόγων τῶν πολιτικῶν οὐχ ὑπῆρχε σχολὴ τῶν ἐκεῖ μαθεῖν οὐδέν. ἀλλὰ σέ γʼ οὐκ ἀπεικὸς προστυχεῖν τοιούτοις ἀνθρώποις καὶ συγγράμμασιν, εἰ καὶ μὴ ἑκόντα, ἀλλʼ ἄκοντα, ὥσπερ που καὶ ἄλλων πολλῶν καὶ ἑκουσίων πεῖραν λαβεῖν, ἅτε πολλάκις διὰ τοῦ Σικελικοῦ πελάγους κομισθέντα. φέρε δὴ πρὸς αὐτῆς τῆς ἐν Σικελίᾳ τραπέζης, εἴτε Μίθαικος αὐτὴν εἴτε καὶ ὁστισοῦν παρετίθει, τί σοι τεκμήριόν ἐστι τῆς ἡμετέρας φαυλότητος; ὅτι νὴ Δίʼ οὐ πάντας Ἀθηναίους δικαίους ἐποιήσαμεν. σὺ δʼ ἐποίησας βελτίω τί Διονύσιον, εἰ μὲν βούλει τὸν Ἑρμοκράτους, εἰ δὲ βούλει τὸν Διονυσίου; συνεγένου μὲν γὰρ ἀμφοτέροις. οἱ δὲ τί σοῦ καὶ τῆς σῆς συνουσίας ἀπώναντο; καίτοι διελέγου δή που πρὸς αὐτοὺς περὶ τοῦ δικαίου καὶ νόμου καὶ πολιτείας, καὶ τὴν ἰσότητα τὴν ἐν γεωμετρίᾳ καὶ πρὸς ἐκείνους ἐπῄνεις, καὶ οὕτω φιληκόως εἶχον ὥστε καὶ μετεπέμποντό σε, καὶ σὺ προθυμίας ἐνέλιπες οὐδὲν, ὅπως ἀγαθόν τι πράξωσι διʼ ἐκείνων αἱ πόλεις. ἐλελήθεις δὲ ἄρα σαυτὸν ἁπάσαις ταῖς παροιμίαις ἐνεχόμενος,2 εἰς πῦρ ξαίνων καὶ λίθον ἕψων καὶ σπείρων τὰς πέτρας. τί γὰρ τῶν σῶν νουθεσιῶν καὶ λόγων ἀπέλαυσαν ἐκεῖνοι; τί τῶν θείων ἢ τῶν ἀνθρωπείων ἄμεινον μετεχειρίσαντο μετʼ ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ σοὶ τὰ ὦτα ὑπέσχον; τίς αὐτοὺς μετάνοια τῶν πρόσθεν ἡμαρτημένων εἰσῆλθε; τίς ἔρως φιλοσοφῆσαι πάντα τἄλλα ὑπερβάντας; τί βέλτιον ἢ τῶν κατʼ αὐτὴν τὴν πόλιν ἔσχεν ἢ τῶν ἔξω; τίς Γελώων ἢ Λεοντίνων ἢ τῶν ἄλλων Ἑλλήνων τῶν ἐν Σικελίᾳ χρηστῶν καὶ δικαίων ἐκείνων ἔτυχε διὰ σὲ καὶ τοὺς σοὺς λόγους; εἰ δὲ μὴ τῶν Ἑλλήνων, τίσι τῶν βαρβάρων [τίνι τῶν ἐν Σικελίᾳ ὄντων] ἐνεδείξαντο ὡς βελτίους γεγόνασιν; εἶεν. ἀλλὰ τῶν μὲν Σικελίαν οἰκούντων οὐδενὶ, τῶν δʼ ἐν Ἰταλίᾳ βαρβάρων ἢ Ἑλλήνων τίσιν εἰπέ μοι κάλλιον ἢ πρὸ τοῦ προσηνέχθησαν; εἰς τί καὶ πρὸς τίνας ἀνθρώπους ἐποίησε βελτίους αὐτοὺς ἡ σὴ πολιτεία; τίνι Καρχηδονίων, εἰ μὴ τῶν Ἑλλήνων ἔχεις εἰπεῖν, ἢ τίνι τῶν ἄλλων τῶν ἐν τῇ Λιβύῃ βαρβάρων ἀρετὴν ἀσκῶν ἐπεδείξατο ὁ τύραννος, ἀφʼ οὗ τῶν Πλάτωνος δογμάτων ἠκροάσατο, εἴτʼ οὖν ὁ πρεσβύτερος λέγω εἴθʼ ὁ νεώτερος; καὶ μὴν εἰ μὲν τοῖς συμβούλοις ἀνατιθέναι χρὴ τὰ τῶν ἐν ταῖς ἐξουσίαις ἁμαρτήματα, τί μᾶλλον ἡμῶν ἢ σαυτοῦ φήσουσι κατηγορεῖς;3 ἐπειδή γε καὶ κατὰ σοῦ τὰ ἐκείνων ὑπάρχει λέγειν. εἰ δʼ οὐδὲν ἂν εἶναι ταῦτα φαίης πρὸς σὲ, τοῖς αὐτοῖς τούτοις καὶ ἡμᾶς ἀπολύεις, εἴ τι καὶ ὁ Ἀθηναίων δῆμος ἔξω τι τῶν ἡμῖν δοκούντων ἔπραξεν. οἶμαι τοίνυν οὐκ ἀρκέσειν τοῖς ἀνδράσι ταῦτα, ἀλλʼ ἐκεῖνο ἥδιστʼ ἂν αὐτοὺς ἤδη προσθεῖναι, τὸ ποῖον; τὸ ἐπειδὴ τοίνυν ἐν ἀμφοτέροις ἔνεστι μὴ πάνθʼ ὡς ἐδόκει τῷ συμβούλῳ
更何况,若他认为蒙受恶名者甚至不得出于借其言论洗脱自身罪名、而非为了恶言回击的目的而使用这些同样的抓手,那么他又怎能要求人们将他自己在无人强迫之下预先出言不逊、并企图借此证明那些领袖更为卑劣的行径视作某种高明之举呢? 因此,据我看来,他们会这样说,或者说他们本会这样说:“柏拉图啊,尽管我们从你那里听到了许多侮辱之辞,但我们绝不会以同等的伤害报复你,亦不会恶语相加;相反,我们认定你是希腊人中最杰出、最优秀的人物之一,并且不仅为你一人,更为城邦拥有你这样的天赋而由衷庆幸。因为从一开始,我们就将城邦所获得的一切收益全然视作我们自身的非凡幸运。而在一切收益中,最美好的莫过于优秀人才的辈出——从前我们也自以为属于此类人物,然而你却不予承认。既然你甚至将我们比作撰写《西西里烹饪法》的米泰库斯,那么你对此类事情懂得比我们更清楚也是情理之中。因为我们对此类著作一无所知,我们并未频繁造访西西里。然而,正如你因致力于哲学论辩而无暇顾及政治事务一样,我们亦因专注于政治论辩而无暇了解彼处的任何事情。不过,你即便并非出于自愿而是身不由己地遭遇到这样的人物和著作,正如你往往经历了许多其他自愿的体验一样,亦非不合常理,毕竟你曾多次航行穿越西西里海峡。请凭那张西西里的餐桌起誓——无论摆设它的是米泰库斯还是其他人——你手头究竟有何证据能证明我们的卑劣无能?莫非指着宙斯起誓说,是因为我们未能使所有雅典人皆成为正义之士吗?可是,你自己难道使狄奥尼修斯变好了分毫吗——不论你指的是赫谟克拉特斯之子,抑或狄奥尼修斯之子?因为你与两人皆曾过从甚密。而他们从你及你的交往中究竟得到了何种益处?诚然,你无疑曾向他们谈论过正义、法律与政制,你亦曾向他们称颂几何学的平等,而他们听得如此津津有味,以致屡屡派人召请你,你亦毫无保留地倾注热情,渴望城邦能借助他们而获得善果。然而,你竟浑然不觉自己已陷入了所有谚语所描述的困境:向火中梳理羊毛、煮石为羹以及在岩石上播种。他们究竟从你的劝诫和言论中获得了何种实惠?自他们向你倾听的那一天起,无论神事还是人事,他们究竟有哪一样处置得比以往更好?对于昔日的罪过,他们心中可曾升起过一丝悔意?可曾萌生过抛下其余一切而潜心哲学的渴望?城邦内部或外部的事态究竟有何改善?因着你和你的言论,盖拉人、莱翁蒂尼人或西西里的其他希腊人中,究竟有谁曾见证他们成为温良正义之人?若非希腊人,他们又向西西里的哪些异族人表明了自己已变得更好?姑且算作如此。可是,即便西西里的居民中无人受益,请你告诉我,对于意大利的哪些异族人或希腊人,他们表现得比以往更加体面?你的政制学说究竟在何事上、对何人使他们变得更好了?倘若你说不出任何希腊人,那么在迦太基人中,或在利比亚的其他异族人中,这位僭主——无论我指的是年长者还是年幼者——自听闻柏拉图的学说以来,究竟向谁展示过磨砺德行的成果?况且,倘若必须将掌权者的过错归咎于其谏言者,”他们定会说,“你凭什么指责我们而不指责你自己?因为指出那些僭主的过失同样适用于指责你。但若你声称这些过错与你毫不相干,那么只要雅典民众做出了任何违背我们意见的事情,你借由这完全相同的理由亦洗脱了我们的罪责。”因此,我认为那些伟人绝不会仅满足于这些话,反而极其乐意随之补充以下内容——那是何种内容呢?那就是:既然在这两方面皆存在着“事情未能完全按照谏言者的意愿发展”的情况……
- 229ταύταις μὴ ἐπὶ τῷ κακῶς ἀντειπεῖν, ἀλλʼ ἐπὶ τῷ διὰ τῶν ἐκείνου τὰ ἑαυτῶν ἀπολύσασθαι
指示代词 ταύταις 承接上一段落末尾条件句中的 λαβαῖς,并带有表示目的的介词短语 ἐπὶ τῷ 加不定式构成对照。它连接主句 πῶς ... κελεύσει,构成反诘:若连出于自我辩白而非恶意反击的目的而使用这些抓手都被认为不妥,他又怎能要求人们将他自己主动发起的诽谤视为高明之举。
- 230ἐλελήθεις δὲ ἄρα σαυτὸν ἁπάσαις ταῖς παροιμίαις ἐνεχόμενος
动词 λανθάνω 与反身代词 σαυτόν 及现在分词 ἐνεχόμενος 结合,表示“自身浑然不觉中陷入某种状态”。语气小词 ἄρα 表达事后发觉真相的讽刺或惊异。随后的三个分词(εἰς πῦρ ξαίνων, λίθον ἕψων, σπείρων τὰς πέτρας)罗列了希腊语中表示徒劳无益的经典谚语。
- 230τί μᾶλλον ἡμῶν ἢ σαυτοῦ φήσουσι κατηγορεῖς;
第三人称复数将来时动词 φήσουσι(“他们定会说”)作为插入语嵌入到疑问句的主干结构(τί μᾶλλον ἡμῶν ἢ σαυτοῦ κατηγορεῖς;)中。疑问代词 τί 直接与动词 κατηγορεῖς 关联,构成带比较级(μᾶλλον ... ἤ)的疑问句:“为何指责我们甚于指责你自己?”
