← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§227-228

技艺的限度与四领袖的假想反驳

演说者以诸般技艺及医术皆无法彻底克服人性弱点或使所有人臻于完美为喻,论证了柏拉图对雅典四位领袖之指责的不公。随后,他设想这四位伟人自冥府中复活,亲自运用柏拉图自身的逻辑对其非难展开有力回击。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§227

ταῦτʼ ἔχοντα σύνισμεν καὶ ἐν γένεσι καὶ ἐν τέχναις· τὴν δὲ πολιτικὴν εἰ μὴ πάντας ἐπαίδευσαν Ἀθηναίους Θεμιστοκλῆς καὶ Περικλῆς καὶ Μιλτιάδης καὶ Κίμων, μηδʼ ἅπαντας ἐφεξῆς βελτίους ἐποίησαν κατὰ φυλὰς καὶ κατʼ ἄνδρα ὥσπερ θεωρικὸν τὴν ἐπιστήμην διανέμοντες, εἶθʼ ὑπερφυές τι φήσομεν1 κατʼ αὐτῶν εὑρηκέναι, ὡς οὐδʼ αὐτοὶ βελτίους οὐδενὸς ἦσαν εἰς ταῦτα; καὶ τοῦ μὲν χυτρέως οὐ κατηγορεῖς ὅτι μὴ πάντας ἐφεξῆς πλάττειν ἐδίδαξε, τῶν δʼ ἄκρων ἐν τοῖς Ἕλλησι κατηγορεῖς ὅτι μὴ πάντας ἑαυτοῖς προσομοίους ἐποίησαν; καὶ οὐκ ἀγαπᾷς τὸ τοῦ σοῦ Πρωταγόρου, εἰ καὶ καθʼ ὁσονοῦν προὐβίβασαν τοὺς πολλοὺς εἰς τὸ βέλτιον, ἀλλʼ εἰ μὴ πάντʼ ἀνεγκλήτως ὁ δῆμος καὶ ὥσπερ ἂν εἷς ἀνὴρ μετεχείρισε, τοῦτʼ ἤδη κατὰ τῶν προστατῶν ἐστί σοι. καὶ μὴν ὁρῶ μέν γε καὶ τοὺς ἰατροὺς καὶ τοὺς πάνυ χρηστοὺς εἶναι δοκοῦντας οὐ καθάπαξ οὕτως ἐξαιροῦντας τὰ νοσήματα ὥστε μηδὲ ἴχνος ἐμμεῖναι τῷ σώματι, ἀλλὰ καὶ τῶν ἀρχαίων πολλάκις ἐγκαταλιπόντας καὶ τὸ πραῧναι χάριν ἀρκοῦσαν τιθεμένους, καὶ ταῖς παντελέσι θεραπείαις τήν γε φύσιν οὐχ οἵους τε ὄντας ὑπερβῆναι, ἀλλὰ ταύτης μὲν ἀπήλλαξαν τῆς νόσου, ἑτέραν δʼ οὐδὲν ἐκώλυσαν ἐπελθεῖν ὕστερον. οὐ γάρ ἐσθʼ ἡ τέχνη διὰ τέλους ἀξιόχρεως, ἀλλʼ ἡ φύσις νικᾷ. τί οὖν θαυμαστὸν εἰ κἀκεῖνοι πολλὰ καὶ χρηστὰ συμβουλεύσαντες Ἀθηναίοις καὶ πολλὰ τῶν δυσχερῶν κωλύσαντες μὴ διὰ τέλους αὐτοὺς ἠδυνήθησαν κατασχεῖν μηδʼ ἀθάνατα ἰάσαντο, ἀλλʼ ἡττήθησαν τῆς δήμου φύσεως, εἴτε καὶ τῆς κοινῆς ἀνθρώπων δεῖ λέγειν, καὶ μὴ ἠδυνήθησαν καθάπαξ ἐκ τῆς πόλεως ἐξελεῖν ἀδικίαν, ὥσπερ γεωργοὶ τὰ λυμαινόμενα τῇ χώρᾳ καθʼ ἕκαστον ἐνιαυτὸν ἐκκόπτοντες, εἶτʼ οὐκ ἐφικνούμενοι διὰ παντὸς τοῦ σπέρματος. εἰ τοῦτον τὸν τρόπον κἀκείνους ἐθέλοντας καθαίρειν τὴν πόλιν ἐξέφυγε καὶ ἐνέμεινε σπέρμα ἀναγκαῖον ἀδικίας καὶ ἀγνωμοσύνης, καὶ οὐ πάνθʼ ὑπήκουσεν αὐτοῖς, ἀλλʼ ἔσθʼ ἃ καὶ καθʼ αὑτὸν ὁ δῆμος ἐβουλεύσατο, τίνα ταῦτʼ ἔχει τοῖς ἀνδράσι φαυλότητα, ἢ τί δεῖ τὰ ἑτέρων ἐκείνοις λογίζεσθαι, ὥσπερ ἂν εἰ καὶ στάσεως οὔσης ἐν τῇ πόλει καὶ τούτων τῆς ἑτέρας ἡγουμένων τῆς τῶν ἐπιεικῶν, εἶτα τὰ τῶν ἑτέρων ἁμαρτήματα καὶ τῶν εἰς τούτους πλημμελούντων αὐτοῖς τούτοις τις προσετίθει;2 καὶ τίνʼ ἔχει φύσιν, οἳ μήτʼ ἔδρων ταῦτα καὶ προσέτι κωλύειν ἠξίουν; ἀλλʼ ἴσως οὐκ αὐτοῖς ἐγκαλεῖν, ἀλλʼ ὑπὲρ αὐτῶν ἄξιον ἐγκαλεῖν. καὶ δῆτʼ ἔγωγʼ ἐνεθυμήθην ὡς λυσιτελούντως αὐτῷ Πλάτωνι τὰς αἰτίας ἀπολύομαι καὶ ὁποίας τινὰς αὐτὸς καθʼ αὑτοῦ δίδωσι τὰς λαβὰς ἐκ τῶν ἐγκλημάτων τούτων, εἴ τις αὐτὸν βούλοιτο μιμήσασθαι. φέρε γὰρ πρὸς θεῶν, εἰ καθάπερ τὸν Πρωτεσίλαόν φασι παραιτησάμενον τοὺς κάτω γεγενῆσθαι μετὰ τῶν ζώντων, ἢ καὶ ὥσπερ τῶν κωμικῶν τις ἐποίησε τέτταρας τῶν προστατῶν ἀνεστῶτας, ἐν οἷς δύο τούτων ἔνεισιν, οὕτως οἱ τέτταρες ἡμῖν οὗτοι, περὶ ὧν ἡ νυνὶ διαδικασία, ἀνάστασιν εὕροντο, ὥστε συγγενέσθαι Πλάτωνι μίαν μόνην ἡμέραν ἐπὶ τοῖς λόγοις τούτοις, ἔπειτα ἔλεγον τὸν Περικλέα προστησάμενοι, εἰ δὲ βούλει τὸν Θεμιστοκλέα, οἵπερ ἡμῖν ἐπὶ κέρως τῶν ῥητόρων—καὶ ὅπως μηδεὶς ἐμοὶ τὸ τραχὺ τῆς ἀποκρίσεως λογιεῖται·3 μάλιστα μὲν γὰρ οὐδʼ ἔσται τοιοῦτον οὐδὲν, ἀλλʼ εἰς ὅσον οἷόν τε ἐπανήσομεν, ἔπειτʼ αὐτῶν ἐκείνων οἴεσθαι χρὴ τοὺς λόγους εἶναι καὶ οὐκ ἐμούς. τὸν ξύοντα δʼ ἀντιξύειν καὶ τοῖς ὄνοις ἡ παροιμία δή που δίδωσι. Περικλέα δὲ κἂν τοῖς λέουσι μᾶλλον ἢ τοῖς ὄνοις εἰκάζειν φαῖεν ἂν Ὁμηρίδαι. ὥστε τοσοῦτόν γʼ ἐξέσται μεταδοῦναι παρρησίας αὐτῷ, ὅσον εἰ μηδεὶς ἀξιοῖ Πλάτωνος καταψηφίζεσθαι, εἰ μηδʼ ἐκεῖνον ἐκ τῶν αὐτῶν τούτων ἐνείη μὴ κεκωλῦσθαι διδάσκειν. εἰ δέ τις ἀχθεσθήσεται τούτοις ὑπὲρ Πλάτωνος, αὐτόχρημα τἀναντία οἷς βούλεται ποιήσει. οἷς γὰρ τὸν Πλάτωνα συκοφαντεῖσθαι φήσει, τούτοις ὅπως συκοφαντεῖ βεβαιώσει. ἀλλὰ μὴν εἴ γε μηδὲ κακῶς ἀκούσασι καλῶς ἔχειν οἰήσεται ταῖς αὐταῖς χρήσασθαι λαβαῖς, καὶ

我们深知,这种情况无论在家族血统中还是在诸般技艺中皆是如此;然而,倘若地米斯托克利、伯里克利、米尔提阿得斯以及客蒙未能使全体雅典人皆通晓政治之术,未能按部落和个人循序渐进地使所有人皆变得更加优秀——仿佛像分发观戏金一样分发这种知识——难道我们就能声称针对他们发现了一条了不起的罪状,断定他们自己在此事上也绝不比任何人更胜一筹吗?对于陶匠,你并不因其未能逐一教会所有人塑陶而加以责备,却因希腊人中最杰出的伟人未能使所有人肖似他们自己,便横加指控吗?哪怕他们在丝毫程度上引导大众变得更好,你也不照你那位普罗泰戈拉所说的那样感到满足,反倒仅仅因为民众未能毫无瑕疵地、仿佛一人般处理一切事务,这在你看来就已成了针对领袖们的指控罪状。 况且,我确实看到,即便是医者,即便是那些被公认为极为精湛的医者,也绝非能彻底根除一切病症,以致体内不留丝毫痕迹;他们往往留存一部分宿疾,而将缓解病痛视作足以称道的恩泽;他们即便施以周全的治疗,亦无法战胜自然本身,虽能消除当下的疾患,却无法阻止日后另生新疾。因为技艺终究并非无所不能,唯有自然居于上位。既然如此,那些领袖虽曾屡屡向雅典人提出良谟,力阻诸多祸患,却未能将民众自始至终彻底约束,未能予以永绝后患的根治,反被民众的本性——抑或更当说是全人类共通的本性——所压倒,未能一劳永逸地将不义自城邦中连根拔除(正如农夫虽年年铲除害田之物,却始终无法除尽所有草籽),这又何足为奇呢?若依此理,纵使领袖们竭力欲荡涤城邦,不义与愚昧那不可避免的种子却仍避其耳目而留存,民众亦非事事顺从他们,反倒有些事自行决断,那么这一切又表明领袖们有何卑劣之处?抑或为何要将他人的过失归咎于他们,正如城邦若发生内讧,而他们率领着两个派系中另一方即温和正直者的派系,随后竟有人将另一派系的过错以及侵害这些领袖之人的劣迹,全数栽赃到这些领袖自身头上一样?既然他们非但未行恶事,甚至力图加以阻止,这种指控究竟合乎何种道理?或许我们理当做的并非谴责他们,而是代他们提出控诉。事实上,我自己也曾思忖,我为柏拉图本人洗脱罪名是何等有益,而若是有人决意效仿他,他自己又通过这些控告留下了何等可趁之机以反噬自身。凭诸神起誓,试想一下,若如传说中普罗特西拉奥斯央求冥神而重返生者之列,又如某位喜剧诗人所写的那样,四位领袖死而复生(其中亦包含眼前四人中的两位),倘若涉及当下这场争辩的这四位领袖果真得以复活,仅仅为了这些论辩而与柏拉图相聚一日,随后推举位于我们演说家前翼的伯里克利——或者你若愿意,推举地米斯托克利——为首领发言……且请诸位切勿将答辩的严苛归咎于我;盖因首要之义,绝不会有任何这般苛酷之词,我等将尽力温和克制;次要之义,理当认为言论出自他们本人,而非出于我手。谚语无疑承认,甚至驴子亦有权回蹭那蹭它之人;而荷马传人定会断言,伯里克利更当比拟于雄狮而非驴子。因此,只要无人主张判定柏拉图有罪,那么即便出于同样这些缘由,连柏拉图也不可能在施教上不受阻碍,便完全有理由给予伯里克利同等的直言之权。但若有人为了维护柏拉图而对这番言辞深感愤懑,其行径必将与其愿望适得其反。因为他声称柏拉图受到诬告的那些论据,恰恰坐实了柏拉图自己是如何诬告他人的。况且,倘若他认为甚至蒙受恶名者亦无权使用同样的抓手进行回击,那么

语法注3 条
  1. 227εἶθʼ ὑπερφυές τι φήσομεν

    助词 εἶτα 置于条件从句前件(εἰ μὴ πάντας ἐπαίδευσαν...)之后的归结句(后件)之首,构成修辞性反问句,用以对荒谬的推论表达强烈的愤慨与抗议。随后的 ὡς 从句则引导与 ὑπερφυές τι 同格的实质内容(“即断定他们自己在此事上也……”)。

  2. 227ὥσπερ ἂν εἰ καὶ στάσεως οὔσης ἐν τῇ πόλει καὶ τούτων τῆς ἑτέρας ἡγουμένων... προσετίθει

    短语 ὥσπερ ἂν εἰ 引导与事实相反的假设性比喻,其主动词采用直陈式未完成过去时(προσετίθει),构成非真实条件比较句。比喻的背景由两个插入的独立属格结构(στάσεως οὔσης... 与 τούτων τῆς ἑτέρας ἡγουμένων...)交代,其句法呼应跨越了断行处。

  3. 228καὶ ὅπως μηδεὶς ἐμοὶ τὸ τραχὺ τῆς ἀποκρίσεως λογιεῖται

    省略了主句动词(如 ὅρα 或 ὁρᾶτε)的独立 ὅπως + 将来时直陈式(λογιεῖται)结构,起到警诫性或命令性的功能(“务使绝无人将……归咎于我”)。该句作为插入成分,旨在预先撇清讲话者自身对随后严厉言辞的责任,并将其客观化为历史人物之言。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:227-228