- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:225-226
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
辩者指出雅典民众惩处领袖的过错在于民众自身本性的欠缺而非领袖施教有失,并通过识字塾师、百工技艺的类比以及荷马史诗的诗句,论证为人师者不应为受教者的不肖与疏失承担罪责。
μεμνῆσθαι1 τοῦ τί δὲ χείρων ἐγὼ, ἂν ὁ δεῖνα ἐπὶ κόρρης ἀδίκως πατάξῃ με; τοῦ μὲν γὰρ ἢ φυγεῖν, ἢ χρήμασιν ἢ θανάτῳ ζημιωθῆναι, ἢ ἄλλʼ ὁτιοῦν τοιοῦτον παθεῖν ἡ τύχη κυρία δή που, τοὺς δὲ λόγους καὶ τὴν πολιτείαν αὐτῶν ἀφʼ ὧν προείλοντο δίκαιον σκοπεῖν, ὧν ἐγὼ μὲν ὅπως ἂν ἐμαυτῷ συγγνοίην ἀξιοῦντι κατηγορεῖν οὐκ ἔχω. οὐ γὰρ εἰκὸς, φησὶ, παιδευθέντας ὑπʼ αὐτῶν εἰς αὐτοὺς ἐξαμαρτεῖν, οὐδʼ ἐξ ὧν βελτίους ἐγένοντο, ἐκ τούτων ἄδικόν τι ψηφίζεσθαι. ἐγὼ δὲ οὐχ ᾧ βελτίους ἐγένοντο φήσαιμʼ ἂν ἁμαρτεῖν αὐτοὺς, ἀλλʼ ὅτι2 μὴ πάντʼ ἐκείνοις ἠδυνήθησαν ὅμοιοι γενέσθαι. τούτου δὲ πολλὴν συγγνώμην οὖσαν ἀμφοτέροις εὑρίσκω. οὔτε γὰρ μὴ πάντʼ ἀναμαρτήτους γενέσθαι, καὶ ταῦτα ὄντας δῆμον, οὔτε μὴ πάντας ἀναμαρτήτους δυνηθῆναι ποιῆσαι μεγάλης ἄν τις τῆς κατηγορίας ἄγοι. ὅπου γὰρ οὐδὲ ἄνδρα ἰδίᾳ καθάπαξ αἰτίαν ἐκφεύγειν ῥᾴδιον, ἴσως δʼ οὐδʼ ἐν δυνατῷ, ἦ που πόλιν γε τοσαύτην οἴεσθαι προσήκει. ἀλλὰ μὴν ὅπου γε καὶ τοῖς ἁμαρτοῦσιν αὐτοῖς εἰκὸς εἶναι συγγνώμη, ἦ που τοῖς γε ἄγουσιν αὐτοὺς πρὸς τὸ βέλτιστον καὶ οἷς ὅθʼ ἡμάρτανον οὐκ ἐπείθοντο, δεινὸν εἰ μὴ φήσομεν. Πλάτων τοίνυν ὡς μὲν ἐκείνοις χρώμενοι κατώρθουν οὐδὲν ἐᾷ σκοπεῖν, ἃ δʼ εἰς αὐτοὺς ἐκείνους ἐξήμαρτον, τοσοῦτον ἀπεῖχον τοῦ δοκοῦντά γʼ ἐκείνοις ποιεῖν, ὡς ταῦτα κατηγορεῖν. καὶ ἃ μὲν τῆς παιδείας αὐτῶν ἀπέλαυσαν ὑπερβαίνει, ἃ δʼ οὐχ ὧν ἐπαιδεύθησαν ἦν, ἀλλὰ τῆς ἀνθρωπείας φύσεως ἐμμεμενηκότα, ταῦτʼ ἐπʼ ἐκείνους ἄγει τοὺς ὅπως μηδὲν ἁμαρτήσονται πᾶν ὅσον ἦν ἐν αὑτοῖς πράττοντας, ὥσπερ ἂν εἴ τις τοὺς γραμματιστὰς τοὺς παραδείξαντας τοῖς παισὶ τὰ γράμματα καὶ δείξαντας γράφειν ἐκ τῶν δυνατῶν αἰτίους εἶναι φάσκοι τῶν περὶ ταῦτα ἁμαρτημάτων, εἴ τι μὴ καλῶς ὕστερον μηδὲ ὡς χρὴ γράφοιεν ἐφʼ αὑτῶν. ἀλλʼ οὐ ταῦτά γʼ ἐστὶν ὧν προϋπέδειξεν αὐτοῖς ὁ διδάσκαλος οὐδʼ ὧν ἐπαιδεύοντο, ἀλλʼ ἐκεῖνος μὲν ὅπως ὀρθῶς γράφωσιν εἰσηγεῖτο, καὶ ἅ γε σώζουσι, τῶν ἐκείνου μαθημάτων σώζουσι, ταῦτα δὲ αὐτῶν ἐστιν ἁμαρτήματα, εἴτʼ ἐνδείᾳ μαθήσεως εἴτε ῥᾳθυμίᾳ εἴθʼ ὅπως δή ποτε ἐπακολουθήσαντα, πλὴν οὐ διʼ ἐκεῖνόν γε οὐδὲ τὴν παρʼ ἐκείνου συντέλειαν, οὐ μᾶλλόν γʼ ἢ καὶ οἱ τῶν τροφῶν ἀποροῦντες διὰ τοὺς πορίσαντας καὶ διδόντας αὐτοῖς ἀποροῦσιν. ἀλλʼ οἶμαι τῆς ἐνδείας ἐστὶν ἅπαντα ταῦτα, οὐχ ὧν τις μετέσχεν οὐδʼ ὧν ὅσον οἷόν τʼ ἦν ἐκαρπώσατο. εἰ μὲν οὖν τι χεῖρον Ἀθηναίους ἐκεῖνοι προὐδίδαξαν, λεγέσθω τοῦτο κατʼ αὐτῶν, οὐδεὶς λόγος αὐτοὺς παραιτήσεται τὸ μὴ οὐ φαύλους εἶναι·3 εἰ δὲ μὴ πάντας ἐπαίδευσαν μηδʼ ὡς οἷόν τʼ ἀκριβέστατα μηδʼ ὡς μάλιστα ἐβουλήθησαν, τί τό γε ἐκπεφευγὸς τῆς ἐκείνων προστασίας ἄν τις τιθείη; οὐ γὰρ τῆς ἐκείνων ὁμιλίας τοῦτο ἀπώναντο, ἀλλʼ οὐκ ἀπώναντο ἐκείνων ἔτι τοῦτό γε. οὔκουν ἐξ ὧν προσεῖχον αὐτοῖς, ἐκ τούτων ἥμαρτον, ἀλλʼ ἐξ ὧν οὐ προσεῖχον ἐπλημμέλησαν. οὕτως ἅ γʼ ἐπείθοντο σαφῶς ἄρʼ οἱ πείθοντες ἔπειθον καλῶς. ἔπειτα μουσικὴν μὲν καὶ γεωμετρίαν καὶ τὰς ἄλλας τέχνας λέγω καὶ τὰς πάνυ φαύλας οὐ πάντες οἱ φοιτήσαντες παρὰ τοὺς διδασκάλους λαμβάνουσιν, ἀλλʼ ἐκ τῶν πολλῶν ὀλίγοι κομιδῆ τινες· καὶ οὐδʼ ἐν τούτοις οὐδεὶς ἐπαναγκάζει τοὺς διδασκάλους αὐτοὺς ὑπευθύνους εἶναι τοῦ διὰ παντὸς ἀκριβοῦς, οὐδʼ ἂν ὁ μαθὼν μὴ πάντα κατορθοῖ, μηδʼ ὅμοιος ᾖ τῷ διδάξαντι, οὐδεὶς τοῦτʼ ἀναμφισβήτητον κατʼ ἐκείνου τίθησιν, οὔθʼ ὡς οὐδὲν ἐπισταμένου τῆς τέχνης οὔθʼ ὡς ἑκόντος ὑποστειλαμένου οὔθʼ ὡς τὸ σύμπαν εἰπεῖν ἀδικοῦντος. ἀλλʼ ἴσμεν τὸν τοῦ Ὁμήρου λόγον ὃν περὶ τῶν παίδων ἔφη κἀπὶ τῶν τοιούτων ἰσχύοντα· "παῦροι γὰρ (φησὶ) παῖδες ὁμοῖοι πατρὶ πέλονται, οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους." καὶ διδασκάλῳ τὸν μὲν ὅμοιον συνέβη γενέσθαι, τὸν δὲ οὒ, καὶ ὁ μέν γε χείρων, ὁ δὲ βελτίων ἐγένετο. οὕτω
而更应当记取那句话:“倘若某人不义地掌掴我的面颊,我又怎会因此变得更加低劣呢?”因为对于流亡、被处以罚金或死刑、或遭受任何其他诸如此类的境遇,机运无疑起着支配作用;但对于他们的言论与治国方略,理应根据他们本人的抉择来评判,而若是我竟认为应当对这些抉择横加指责,我自己也是断难原谅自己的。柏拉图说:“受过他们教化的人,决不可能对他们自己犯下罪过,更不可能因使他们变得更善的教化,反而在投票中施加不义。”但我却要说,他们并非因使他们变得更善的那些品质而犯错,而是因为他们未能彻底变得与那些领袖一样。对此,我发现双方皆有充分的值得宽恕的理由。因为既不能因人们未能彻底做到毫无差错(更何况他们是平民大众),也不能因领袖未能使所有人毫无差错,就将其上升为重大的控告。既然甚至一个单个人要彻底免受指责都绝非易事,甚至或许根本不可能,那么难道还理应如此苛求这样一个庞大的城邦吗?况且,既然对于犯过者本身尚且理当予以宽宥,那么对于那些引导他们走向至善、而他们在犯错时根本未加听从的领袖们,如果我们反倒不予宽恕,岂非骇人听闻?然而,柏拉图不仅完全不允许人们考察当城邦依从他们时取得了何等成就,反倒将民众针对那些领袖自身所犯下的过错——民众犯下这些过错时,距离顺从领袖的心意何其遥远!——归咎为领袖的罪状。民众从其教化中享有的益处,他避而不谈;而那些并非源于教化、实乃根深蒂固于人性弱点的缺失,他却强加在那些尽其所能使民众不犯任何过错的伟人身上;这正如有人指责那些教孩子们识字并竭尽所能示范如何书写的启蒙塾师,声称孩子们日后自己书写时若有任何写得不好或不合规范之处,其过失全在塾师一样。然而,这些谬误绝非老师事先教给他们的范式,亦非他们所受的教化;相反,老师向他们传授的是如何正确书写,他们所保有的正确之处,皆保全自老师的教诲;而这些谬误乃是他们自身的过错,无论其由学业欠缺、疏忽大意、抑或任何其他缘由所致,唯独决非由于老师或源于老师的传授——正如缺粮之人并非因那些为其筹集并供给粮食的人而忍饥挨饿一样。依我看,这一切皆源于匮乏,而非源自一个人所分享的分量,亦非源于其尽力汲取的收获。因此,若那些领袖曾预先向雅典人传授了任何恶习,大可针对他们提出这番指控,没有任何言论会为其开脱以证明其并非卑劣;但若他们未能教化所有人,未能达到极致的精确,亦未能完全如其所愿,人们又怎能将逸出于其教导之外的过失归咎于他们呢?因为民众并非因与他们交往而受害招损,反而是因为未能完全汲取其教诲才犯下此错。他们并非因顺从领袖而犯错,乃是因未听从领袖而失足。如此看来,凡在民众听从之时,劝导者显然劝导得甚好。再者,且以乐艺、几何以及其他技艺,哪怕是极为平凡的技艺为例,并非所有师从先生的人都能彻底掌握,众多门生中仅有极少数人能够学成;甚至在这些技艺中,也绝无人强求教师本人必须为始终如一的完美精确承担责任;哪怕受学者未能处处成功,未能与授业者比肩,亦无人会以此作为针对教师的确凿罪状,既不能借此断定教师对该技艺一无所知,也不能断定其有意藏私,总之绝不能断定其犯有过错。我们深知荷马论及子嗣的那句箴言,它对此类事情同样有效: “盖肖其父之子委实稀少, 多数不及父辈,胜过父辈者寥寥无几。” 对于教师亦然,门生中有的肖其师,有的则不然,有的变得更差,有的则更胜一筹。同样地,
- 225μεμνῆσθαι
该不定式承接前一段落末尾的 ἀλλὰ,延续了前文关于应然或期待的语气(如承接省减的 δεῖ、προσῆκεν 或前文的 ἠξίουν ἂν,“倒不如说理应忆及……”)。此处引用了苏格拉底在《高尔吉亚篇》等篇章中关于“不义受辱并不使人蒙受品行之损”的著名原则。
- 225οὐχ ᾧ βελτίους ἐγένοντο φήσαιμʼ ἂν ἁμαρτεῖν αὐτοὺς, ἀλλʼ ὅτι
关系代词与格 ᾧ 表原因或手段(“并非因使他们变得更善的那个部分/品质”),与后文由 ἀλλʼ ὅτι 引导的原因从句(“而是因为……”)形成对仗。此结构驳斥了柏拉图在《高尔吉亚篇》中的推论,指出民众犯错并非出自从领袖处习得的教化,而是源于未能全然习得其品格的欠缺。
- 226τὸ μὴ οὐ φαύλους εἶναι
带有双重否定 μὴ οὐ 的定冠词不定式,受前面带有否定主语的动词短语 οὐδεὶς λόγος... παραιτήσεται(“没有任何言辞能为其开脱以使之免于……”)支配。当表示阻止、否认、辩解的动词本身被否定时,其后的不定式依规则使用 μὴ οὐ。
