← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§223-224

艾斯奇涅斯笔下苏格拉底的赞誉与柏拉图的对比

作者援引艾斯奇涅斯的对话,指出苏格拉底曾极力赞扬狄米斯托克利的才智,并将其与柏拉图的贬损进行对比,主张忠实记录对话的艾斯奇涅斯比借苏格拉底之名肆意文饰的柏拉图更值得信赖。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§223

καὶ αὐτὸς ὁ βασιλεὺς ὁ καταπολεμηθεὶς ὑπʼ αὐτοῦ ὑπὸ μόνου ἀνθρώπων ἐκείνου ᾤετο σεσῶσθαι. τοσοῦτον ἐκεῖνος τῷ φρονεῖν περιεγένετο. τοιγάρτοι φυγάδι ποτὲ αὐτῷ τῆς πόλεως γενομένῳ, ὡς σεσωσμένος ὑπʼ αὐτοῦ χάριν ἀπέδωκε, καὶ ἄλλα τε δῶρα πολλὰ ἐδωρήσατο καὶ Μαγνησίας ὅλης ἀρχὴν ἔδωκεν, ὥστε καὶ φεύγοντος αὐτοῦ τὰ πράγματα μείζω ἦν ἢ πολλῶν Ἀθηναίων καὶ καλῶν καὶ ἀγαθῶν δοκούντων εἶναι οἴκοι μενόντων. τίς ἂν οὖν ἐκείνῳ τῷ χρόνῳ δικαίως αἰτίαν ἔχοι μέγιστον δύνασθαι1 ἄλλος ἢ Θεμιστοκλῆς, ὃς τὸν τῶν ἀφʼ ἡλίου ἀνίσχοντος μέχρι ἡλίου δυομένου βασιλεύοντα στρατηγήσας τῶν Ἑλλήνων κατεστρέψατο; ἐνθυμοῦ οὖν, ἔφην ἐγὼ, ὦ Ἀλκιβιάδη, ὅτι ἐκείνῳ τοιούτῳ ὄντι οὐχ ἱκανὴ ἡ ἐπιστήμη τοσαύτη οὖσα ἐγένετο ὥστε φυλάξασθαι μὴ ἐκπεσεῖν μηδὲ ἀτίμῳ ὑπὸ τῆς πόλεως γενέσθαι, ἀλλʼ ἐνεδέησε. τί οὖν οἴει τοῖς τε φαύλοις τῶν ἀνθρώπων καὶ ἐν μηδεμιᾷ ἐπιμελείᾳ ἑαυτῶν οὖσιν;2 οὐ θαυμαστὸν εἰ καὶ τὰ μικρὰ δύνανται κατορθοῦν; καὶ μηδέν γʼ ἐμοῦ, ἦν δʼ ἐγὼ, ὦ Ἀλκιβιάδη, καταγνῷς ὡς πρὸς τὰς τύχας καὶ τὰ θεῖα πράγματα ἀλλοκότως καὶ ἀθέως ἔχοντος, εἰ προστίθημι ἐκείνῳ ἐπιστήμην πάντων ὧν ἔπραττε καὶ μηδεμίαν οἴομαι τύχην αἰτίαν τούτων τῶν ἔργων γεγενῆσθαι. πολὺ γὰρ ἂν ἐγώ σοι μᾶλλον ἔχοιμι ἀποδεῖξαι τοὺς τἀναντία ἐμοὶ δοξάζοντας ἀθέως ἔχοντας ἢ ʼκεῖνοι ἐμὲ, οἵτινες ἐξ ἴσου οἴονται τοῖς τε πονηροῖς καὶ τοῖς χρηστοῖς τὰς τύχας γίγνεσθαι, ἀλλὰ μὴ τοῖς καλοῖς κἀγαθοῖς εὐσεβεστέροις γε οὖσιν ἀμείνω τὰ παρὰ τῶν θεῶν ὑπάρχειν. οὐκοῦν ὁ αὐτὸς μέν ἐστι Σωκράτης ὁ λέγων κἀνταῦθα κἀκεῖ, φαίνεται δὲ ἐν μὲν τοῖς Πλάτωνος λόγοις διάκονον καὶ ὑπηρέτην ὀνομάζων καὶ μετὰ τῶν κολάκων τιθεὶς αὐτόν· ἐν οἷς δὲ νυνὶ παρεσχόμεθα, ἄριστον τῶν Ἑλλήνων ἡγεῖσθαι κελεύων καὶ προστιθεὶς ἐπιστήμην αὐτῷ τῶν πραγμάτων ἁπάντων, καὶ μηδεμίαν τύχην ἀξιῶν αἰτίαν γεγενῆσθαι, ἀλλὰ πάντʼ εἶναι τῆς ἐκείνου γνώμης. ἐγὼ τοίνυν τὸ μὲν τῆς προσθήκης τοῦτο οὐ δέχομαι, ἀλλʼ ἀξιῶ τὴν ἀγαθὴν τύχην ἁπάντων τῶν καλῶν ἡγεῖσθαι· ὅτι δὲ οὐχ ὁμολογεῖ ταῦτα ἐκείνοις ἐλέγχω. εἰ μὲν γὰρ ἅπαντα ταῦτʼ ἐστὶ λόγος ἀμφοτέρωθεν λεγόμενος καὶ πρὸς τὴν ὑπόθεσιν ἣν ἄν τις ἐνστήσηται δεῖ τὸ λοιπὸν ἅπαν περαίνειν, ὁμολογείσθω τοῦτο, καὶ οὐδὲν πλέον ζητοῦμεν· πάντως καὶ οὕτως ἀναίτιον τό γʼ ἡμέτερον. εἰ δʼ ἀπὸ σπουδῆς δικαίας λέγεται καὶ κρίσιν τῆς ἀληθείας ἔχει, ποτέροις χρὴ πιστεύειν, ὅταν ταῦτʼ ἐκείνοις ἐναντίως ἔχοντα φαίνηται; καὶ μὴν ἐξ ἴσου μὲν ἔγωγʼ οὐδέποτʼ ἂν θείην Αἰσχίνην Πλάτωνι, μήποθʼ οὕτω φιλονεικήσαιμι, ἀλλʼ ἀφείσθω τοῖς ἀτόποις τῶν σοφιστῶν ἡ κρίσις αὕτη· φημὶ δὲ ὅσῳ μείζων καὶ τελεώτερος Πλάτων εἰς λόγους, τοσούτῳ μᾶλλον ὑπέρ γε Θεμιστοκλέους ἐκεῖνα προσήκειν δέχεσθαι. τὸν μὲν γὰρ ἃ ἤκουσεν εἰκὸς λέγειν, ἢ ὅτι ἐγγυτάτω ἐκείνων, ὁ δὲ τῆς φύσεως οἶμαι κέχρηται τῇ περιουσίᾳ, ὥσπερ καὶ ἄλλα μυρία δή που διεξέρχεται ἐπὶ τῷ Σωκράτους ὀνόματι, περὶ ὧν ὁμολογεῖται μηδὲν ἐκεῖνον πραγματεύεσθαι, δίκαια μὲν οἶμαι ποιῶν κατʼ αὐτό γε τοῦτο καὶ ἀνδρὸς ἀρίστου, τὸ τὸν διδάσκαλον ἀξιοῦν κοσμεῖν, πλήν γε ὅτι καὶ τὸ μηδʼ ἄλλους τῶν οὐκ ἀξίων καταισχύνειν ἐθέλειν προσεῖναι προσήκει. ἃ μὲν τοίνυν περὶ τῶν ἀνδρῶν εἰκὸς ἦν εἰπεῖν μήτε τῶν ἀναγκαίων εἰρῆσθαι μηδὲν παριέντας μήτε πάντα ἐφεξῆς οἰομένους δεῖν λέγειν, ὡς ἂν μή τῳ δοκοίημεν ἀπειροκάλως ἔχειν, ταῦτά ἐστιν. ἰσχυρίζεται δʼ οἷς προσέπταισαν πρὸς τὸ δημόσιον, ὥσπερ εἴ τινες χεῖρον ἔγνωσαν περὶ αὐτῶν, αὐτοὺς χείρους ἡγεῖσθαι προσῆκον, ἢ τῷ καὶ ἄλλους τινὰς εἰς αὐτοὺς ἐξαμαρτεῖν οὐδʼ ἡμᾶς τοῦ προπηλακίζειν ἀπέχεσθαι δέον. ἐγὼ δʼ οὐδʼ ἄλλον τινὰ ἠξίουν ἂν ταῦτα ὀνειδίζειν, μή τί γε δὴ Πλάτωνα,3 ἀλλὰ

甚至连那位被他战败的波斯大王本人,也认为全人类中唯独因他一人而得救。他在智谋与远见上竟如此高超卓绝。因此,当他日后沦为城邦的流亡者时,大王念及受其拯救之恩而加以报答,不仅赐予他许多其他礼物,还将整个马格尼西亚的统治权赐给他,以至于哪怕在他流亡之时,其排场与境遇也要胜过许多留在家园且被公认为贤良雅士的雅典人。那么,在那个时代,除了统领希腊诸军并降服了统治着日出至日落之地的君主的狄米斯托克利之外,还有谁能当之无愧地享有拥有最大权势的名声呢?“因此,阿尔西比亚德斯啊,”我说道,“你且想想,像他这样的人物,拥有如此博大的知识,却仍不足以防范自己被驱逐出境或被城邦剥夺公民权利,反而有所欠缺。那么,你认为那些庸碌之辈以及对自己毫无修养关照之人又当如何呢?如果他们甚至能把微小的事情办好,岂非奇迹?阿尔西比亚德斯啊,”我说道,“若我将他所做的一切皆归功于他的知识,并认为没有任何机运构成了这些功业的原因,切莫判定我对命运和神圣之事抱有离奇且不敬神的态度。因为比起他们向你证明我是不敬神的,我更可以向你证明那些持相反见解的人才是不敬神的——那些人认为机运对恶人与善人是均等的,而不认为敬神更虔诚的贤良人士才拥有更多来自神明的善泽庇佑。” 因此,在两处说话的固然是同一个苏格拉底,但在柏拉图的言论中,他似乎将狄米斯托克利称作‘仆从’和‘役吏’,并将他列于谄媚者之中;而在我们刚才引用的言论中,他却命人将他视作希腊人中最优秀的人物,将对一切事务的知识归于他,不认同有任何机运充当了原因,反而认为一切皆归功于他的睿智。就我而言,虽然并不接受这种将一切归于知识的附加说法,反而认为良善的机运统领着一切美德与功业;但我指出的是,这些言论与那些言论互不相合。因为如果这一切都只是两头皆可成立的论辩,人人都只须根据自己所设定的前提去推演其余的一切,那么就且承认这一点吧,我们也不再多作深究;无论如何,我们的立场也是无可指摘的。但如果这番话是出于正当的真诚之意,且包含着对真理的评判,那么当这些言论显得与那些言论截然相反时,究竟应当相信哪一处呢?诚然,我绝不会把艾斯奇涅斯与柏拉图平起平坐——愿我永不致如此偏执好胜,且将这种评判留给那些荒唐的智者们吧;但我认为,柏拉图在文辞上越是伟大而完满,至少就狄米斯托克利而言,就越应当接纳〔艾斯奇涅斯〕那一边的言论。因为前者很可能只是记叙了他所听到的原话,或是极度接近原话的内容;而后者依我看则是施展了他过人天赋的丰赡,正如他以苏格拉底之名阐述了无数其他公认苏格拉底从未探讨过的事情一样。尽管我认为他在尊崇和装点自己的恩师这一层面上所行甚合正义,亦符合一位卓越者的风度,但本也应当具备不愿羞辱其他无辜之人的胸怀才对。 那么,关于这些伟人合乎情理的评说,既不遗漏任何不可不言之事,也不认为必须按顺序巨细靡遗地倾泄而出,以免让人觉得缺乏雅趣,所言者正是这些。然而柏拉图却执意抓住他们在公共事务中所遭遇的挫折,就仿佛某些人对他们作出了糟糕的评价,理应把他们本人视作下劣之人一般;或者就仿佛由于别人对他们犯了过错,我们便不必克制自己对他们的侮辱嘲弄一般。但在我看来,我决不认为有任何人理应以此加以责难,更不用说是柏拉图了;然而……

语法注3 条
  1. 223δικαίως αἰτίαν ἔχοι μέγιστον δύνασθαι

    短语 αἰτίαν ἔχω 后接不定式 μέγιστον δύνασθαι,构成表示“享有……的评价/名声”的习惯用法。尽管 αἰτία 常表示贬义的“指责、罪由”,但在上下文称赞狄米斯托克利丰功伟绩的语境中,带有“声望、名誉”的中性或褒义色彩。

  2. 223τί οὖν οἴει τοῖς τε φαύλοις τῶν ἀνθρώπων καὶ ἐν μηδεμιᾷ ἐπιμελείᾳ ἑαυτῶν οὖσιν;

    对话体中典型的省略句式。在 τί οἴει 之后紧跟与格短语(τοῖς φαύλοις...),表示“对于……你认为又会怎样?”与格在此充当关涉与格,依赖于省略的动词(如 γίγνεσθαι 或 συμβαίνειν)。

  3. 224μή τί γε δὴ Πλάτωνα

    在否定句后表示“更不用说……”、“何况是……”的习惯短语(相当于拉丁语的 nedum)。承接前文的 οὐδʼ ἄλλον τινὰ ἠξίουν ἂν ταῦτα ὀνειδίζειν(“我认为任何其他人都不应当以此责难”),进一步强调对柏拉图而言就更不应如此。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:223-224