← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§217-218

雅典人的气概与狄米斯托克利的教化功绩

演说者回顾了雅典人坚决拒绝波斯与斯巴达提议并宣布阿尔特米奥斯为敌的气概,论证狄米斯托克利的教导所塑造的崇高精神与柏拉图的政治哲学相通,理应获得最高的赞誉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§217

βραχέσι διελεῖν; Μαρδόνιος μὲν ὑπὲρ βασιλέως ἐπεκηρυκεύετο Ἀθηναίοις, ἔργῳ πεῖραν εἰληφὼς ὅτι ἐν ἐκείνοις ἐστὶ τῶν πραγμάτων ἡ ῥοπὴ, καὶ ὁποτέροις ἂν πρόσθωνται, τούτους ἀνάγκη κρατεῖν.1 ὁ δὲ πρεσβεύων ἦν Ἀλέξανδρος Μακεδόνων βασιλεύς. Ἀθηναῖοι δὲ ἀκούσαντες μὲν ὡς ἀνοικιεῖ τὴν πόλιν αὐτοῖς καὶ τὴν χώραν ἀποδώσει, ἀκούοντες δὲ ἑτέρας φιλανθρωπίας καὶ φιλίαν καὶ συμμαχίαν τὸν ἀεὶ χρόνον, οὐδενὶ τούτων ἐπήρθησαν, οὐδὲ κατῄσχυναν τῶν προϋπηργμένων οὐδὲν, ἀλλὰ τὸν μὲν κίνδυνον τὸν ὑπὲρ τῶν Ἑλλήνων ἀντὶ τῶν κατὰ τῶν Ἑλλήνων δωρεῶν ἐδέξαντο, τῷ δὲ πρεσβευτῇ τὸ μὴ ταὐτὰ τοῖς προτέροις ἀγγέλοις παθεῖν διὰ τὸ σχῆμα τῆς προξενίας ἀφεῖσαν,2 προσέταξαν δʼ ἐκποδὼν εἶναι παραχρῆμα καὶ τοῦ λοιποῦ τοιαύτας ἀγγελίας μὴ φέρειν. τοιαῦτα τῆς Θεμιστοκλέους πολιτείας καὶ στρατηγίας ἀπέλαυσαν. εἰς τοῦτο δʼ ἅπαντας προήγαγεν ἀνδρείας καὶ μεγαλοψυχίας καὶ τοῦ μισεῖν ἅπασαν ἀγεννῆ διακονίαν, ὥσθʼ ἑαλωκότος μὲν δεύτερον αὐτοῖς τοῦ ἄστεος, πέμποντος δὲ πάλιν Μαρδονίου τοὺς λόγους, ἐν Σαλαμῖνι τῆς βουλῆς οὔσης καὶ τοῦ κήρυκος Ἀθήνηθεν ἥκοντος, ἐπειδή τις εἶπεν ἐν τῇ βουλῇ δέχεσθαι, συλλεγέντες πάντες κατέλευσαν, αὐτοὶ μὲν αὐτὸν, αἱ δὲ γυναῖκες τὴν γυναῖκα αὐτοῦ, οὐδὲν ἀτιμότερον δήπουθεν, ὦ Πλάτων, ἔργον ἐργασάμεναι οὐδʼ ἐλάττονος ἄξιον εὐφημίας τῶν ἐν τῇ σῇ πόλει τρεφομένων γυναικῶν, ἃς σὺ κελεύεις μετὰ τῶν ἀνδρῶν συστρατεύεσθαι τὰ καὶ τὰ ποιούσας. ἆρά σοι διακονεῖν ὁ Θεμιστοκλῆς λέγων φαίνεται, ἢ ταῦτα παιδεύων τοὺς παρʼ αὑτὸν συλλεγομένους; ἐλθόντων τοίνυν Λακεδαιμονίων ὑπὸ τοὺς αὐτοὺς χρόνους Ἀλεξάνδρῳ καὶ παρακαλούντων ὑπὲρ τῶν Ἑλλήνων, καὶ ὑπισχνουμένων παῖδας καὶ γυναῖκας αὐτοῖς καὶ τοὺς ἔξω τῆς ἡλικίας θρέψειν, ἕως ἂν ὁ πόλεμος ᾖ, τοσοῦτον ἀπέσχε τοῦ ταῦτά γε θελῆσαι δέξασθαι ὥστε συγγνώμης αὐτοὺς ἀξιώσας ἀπέστειλεν, ὡς οὐκ εἰδότας παρʼ οὕστινας πρεσβεύονται. τοῦ δʼ αὐτοῦ φρονήματός ἐστι καὶ ἡ στήλη, ἣν ὕστερον τούτων ἔστησαν λέγουσαν τάδε, Ἄρθμιον τὸν Πυθώνακτος τὸν Ζελείτην ἄτιμον καὶ πολέμιον εἶναι τοῦ δήμου τῶν Ἀθηναίων αὐτὸν καὶ γένος, ὅτι τὸν ἐκ Μήδων χρυσὸν εἰς Πελοπόννησον ἤγαγεν. ἐγὼ μὲν οὐκ οἶδʼ ὅ τι τούτου ψήφισμα Πλάτων ἂν ἔγραψε κάλλιον ἢ σεμνότερον περὶ τοῦ αὐτοῦ πράγματος. σκοπῶ δὲ κἀκεῖνο ὅτι τῆς αὐτῆς φιλοσοφίας ἐστὶν ἄμφω τὼ δόγματε·3 ὁ μὲν γὰρ τοῖς φύλαξιν ἀπεῖπε μὴ κτάσθαι χρυσίον, ὁ δὲ τὸν κομίσαντα τὸ ἐκ Μήδων χρυσίον πολέμιον τῆς πόλεως ἀνέγραψε, κἄν τις ἀποκτείνῃ, μὴ εἶναι δίκας.4 οὐκοῦν ἣν Πλάτων τῆς ἄριστʼ οἰκουμένης πόλεως φυλακὴν ὑπελάμβανε, ταύτην ἐκεῖνος τῆς Ἑλλάδος ἠξίου ποιεῖσθαι, καὶ ταύτην τὴν στήλην καθιέρωσαν Ἀθηναῖοι τῇ θεῷ παραστήσαντες τῷ ἀγάλματι τῷ Μαραθωνόθεν, νομίζοντες οὐδὲν ἀτιμοτέραν οὐδὲ ἀχρηστοτέραν εἶναι τῶν ἄλλων ἀναθημάτων· ἐν ᾗ τοῖς διαφθείρειν ἐπιχειροῦσι τοὺς Ἕλληνας ὅπως δεῖ χρῆσθαι γέγραπται. ἀμφοτέροις δέ μοι δοκεῖ τοῖς ἔθνεσι προσήκειν ἅπασαν ὑπὲρ Θεμιστοκλέους ψῆφον φέρειν ἀγαθήν. ὅσοι τε γὰρ τὴν σωτηρίαν οἰκειότατον καὶ πρῶτον νομίζουσι, Θεμιστοκλῆς ἐστιν ὁ βεβαιώσας αὐτὴν ἅπασι τοῖς Ἕλλησιν, ὅσοι τε φρονήματι κρίνουσι τὰ πράγματα καὶ τοὺς ὑπὲρ τῶν καλῶν κινδύνους καὶ τὴν εὐδοξίαν τοῦ ζῆν ἀσφαλῶς ἐντιμότερον ἡγοῦνται, οὐκ ἔχουσι τῶν ἐκείνου καλλίω παραδείγματα. ὥστʼ ἀμφοτέροις ἂν τοῖς κριταῖς νικῴη δικαίως. καὶ γάρ τοι μετὰ τὴν ναυμαχίαν συλλεγέντων εἰς τὸν Ἰσθμὸν ἁπάντων καὶ φερόντων τὴν ψῆφον ἀπὸ τοῦ βωμοῦ τοῦ Ποσειδῶνος περὶ τῶν ἀριστείων, ἔξεστι μέν τι καὶ ἄγνωμον ἐνταῦθα κατηγορῆσαι τῶν

是否应当简略地加以区别?马尔多纽斯代表国王向雅典人派使讲和,因为他在实践中确信,时局的枢纽掌握在他们手中,无论他们倒向哪一方,那一方就必然取胜。而担任使节的则是马其顿国王亚历山大。雅典人虽然听说他将为他们重建城邦并归还领土,又听到其他恩惠以及永久的友好与同盟的承诺,却没有被其中任何条件所打动,也未曾玷污他们过去的任何功绩,反而宁愿为了希腊人承担危险,也不愿接受不利于希腊人的礼物。至于对那位使节,看在他作为邦宾的身份上,免去了他遭受与先前的使者相同的下场,但命令他立即离开,日后不得再带来此类口信。他们从狄米斯托克利的治国方略与统帅之才中享受到了这样的果实。他将众人提升到了如此崇高的勇敢、宽宏以及对一切卑劣仆役行为深恶痛绝的境界,以至于当他们的城邦第二次陷落,马尔多纽斯再次派使谈判时——当时议事会设在萨拉米斯,传令官从雅典赶来——议事会中一旦有人发言主张接受条件,所有人便聚集起来,用石头将其砸死,男人们砸死他本人,妇女们则砸死他的妻子。柏拉图啊,她们所做的事,恐怕绝不比你那城邦中所培育的妇女低下,也绝不更少受到赞誉,而你却命令那些妇女与男子一同出征并承担各种劳作。在你看来,狄米斯托克利难道是在言辞上充当仆役,还是在以这种精神教导聚集在他身边的人?此外,在与亚历山大几乎同时,拉刻代蒙人也赶来为希腊人求情,并承诺只要战事持续,就为他们抚养孩子、妇女和超龄长者,但他不仅完全不愿接受这些条件,反而宽宥并遣返了他们,认为他们根本不知道自己是向谁出使。体现同一种气概的还有他们在此之后树立的石碑,上面刻着如下文字:“泽勒亚的皮托纳克斯之子阿尔特米奥斯,其本人及后裔皆剥夺公民权并为雅典人民之公敌,因其将来自玛代人的黄金带入伯罗奔尼撒。”我不知道柏拉图就同一桩事,还能起草出怎样比这更优美、更庄严的法令。我还注意到这一点:这两项主张属于同一种哲学。因为一人禁止其卫士拥有黄金,而另一人则将运送玛代黄金者定为城邦之敌,并规定若有人将其杀死,不受法律追究。因此,柏拉图所认为的最善之治城邦的防御措施,那个人却认为应当为全希腊实行之。雅典人将这块石碑立在马拉松战利品所造神像之旁奉献给女神,认为它丝毫不比其他奉纳物低下或无用;其上刻着应当如何处置企图腐蚀希腊人的人。在我看来,两类人都应当将一切赞成票投给狄米斯托克利。因为凡是将生存视为最贴身、最首要之事的人,狄米斯托克利正是为全希腊人确立生存保障的人;而凡是凭崇高志气评判事务、认为为了崇高事业承担危险与声誉远比苟安生活更尊贵的人,也没有比他的作为更美好的榜样。因此,在这两类裁判者面前,他都会理所当然地获胜。事实上,海战之后,当众人聚集在地峡并从波塞冬祭坛上为头等战功投票时,尽管人们可以在此指责某些不公……

语法注4 条
  1. 217ὁποτέροις ἂν πρόσθωνται, τούτους ἀνάγκη κρατεῖν

    泛指关系从句 ὁποτέροις ἂν πρόσθωνται(προστίθεμαι 支配与格,意为“加入某一方”)由代词 τούτους 承接;τούτους 在由非人称表达式 ἀνάγκη [ἐστί] 引出的不定词 κρατεῖν 中充当主格性宾格(意义上的主语)。

  2. 217τῷ δὲ πρεσβευτῇ τὸ μὴ ταὐτὰ τοῖς προτέροις ἀγγέλοις παθεῖν διὰ τὸ σχῆμα τῆς προξενίας ἀφεῖσαν

    动词 ἀφεῖσαν(源自 ἀφίημι,意为“免除、宽宥”)支配人的与格 τῷ πρεσβευτῇ,并以带中性定冠词的不定词短语 τὸ μὴ ταὐτὰ ... παθεῖν 作为直接宾语(宾格),意即“鉴于使节的身份,免于使其遭受与先代使者相同的下场”。

  3. 218τῆς αὐτῆς φιλοσοφίας ἐστὶν ἄμφω τὼ δόγματε

    属格短语 τῆς αὐτῆς φιλοσοφίας 与系动词 ἐστίν 连用,构成表所属或特征的谓语性属格,意为“这两项主张/定论皆属于同一种哲学”。

  4. 218κἄν τις ἀποκτείνῃ, μὴ εἶναι δίκας

    间接引语中的条件句结构,原本的原话为 ἐάν τις ἀποκτείνῃ, οὐκ εἰσὶ δίκαι,因受动词 ἀνέγραψε 的支配而转为带不定词(εἶναι)的结构,否定词由 οὐ 变为不定词常用的 μή,表示“即使有人将其诛杀,亦不追究法律责任/无惩罚”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:217-218