← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§219-220

第二名投票与斯巴达殊荣所证明的卓越

演说者指出海战后将领们在投票中一致将狄米斯托克利选为第二名,叙述了斯巴达授予他的空前殊荣,并通过战前、战中、战后三个关键时期的功绩论证了他无可置疑的卓越治国才能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§219

Ἑλλήνων, ἔξεστι δὲ τὸ λοιπὸν τῆς εὐγνωμοσύνης ἐπαινέσαι καὶ λαβεῖν ὑπὲρ Θεμιστοκλέους. ἕκαστος γὰρ ἑαυτὸν πρῶτον φέρων, δεύτερον συνεξέπιπτον ἅπαντες φέροντες1 Θεμιστοκλέα. ἡ μὲν οὖν τοῦ πρωτείου ψῆφος, οἶμαι, τοῦ φύσει πᾶσιν ἀνθρώποις συμβεβηκότος ἦν, τοῦτο δʼ ἐστὶ μηδένα ἑαυτοῦ μᾶλλον φιλεῖν· ὥστʼ οὔτʼ ἰσχυρὸν εἶχεν οὐδὲν οὔτε συγγνώμης ἀπήλλακτο. ἡ δὲ ὑπὲρ τῶν δευτέρων σαφῶς ἤδη σύμβολον ἦν τῆς ἀληθείας, καὶ ὅτι οὐκ εἶχον ἑτέρως θέσθαι. ὥστʼ εἰ προείρητο ἐξ ἀρχῆς μηδένα ἑαυτὸν φέρειν, ἀλλʼ ἕτερον, Θεμιστοκλέα πάντες οἴσειν ἔμελλον, ὅν γε καὶ παντὸς ἄλλου πᾶς τις προὔκρινεν αὐτῶν, καὶ ὁμοίως ἂν πρῶτος ἐγίγνετο ὥσπερ τότε δεύτερος. οὕτω καὶ νῦν δεύτερον εἶναι ψηφισάμενοι προσόμοιον ἐποίουν ὥσπερ ἂν εἰ πρῶτον ἐψηφίσαντο. οὐ μὴν οὐδʼ οὕτως ἔλαττον ἔχων ἀπῆλθεν, ἀλλʼ ἀμφοτέροις ἐνίκησε. τὰ μὲν γὰρ πρῶτα καὶ παρὰ τῆς ἀληθείας καὶ παρʼ αὑτοῦ λαβὼν εἶχε· τὸ γὰρ αὐτὸ τοῖς ἄλλοις ἐποίησε μόνος τῶν ἄλλων δικαίως· τὰ δὲ δεύτερα ἤδη συνεκεχωρήκει· ὥστʼ ἐξ ἁπάντων πρῶτος ἦν. ἀναχωρησάντων δὲ τῶν Ἑλλήνων καὶ διαλυόντων τὸν σύλλογον, ὡς εἶδον τὸ συμβαῖνον, κἀνταῦθα δὴ καλῶς αὐτοὺς ἐξελεγξάντων ὡς οὐχ ἁπλῶς οὐδὲ πολιτικῶς ἔχουσιν, οὐδʼ ἐκεῖνα ἐπὶ πᾶσι δικαίοις ἐψηφίσαντο, ἀλλʼ ὑπʼ ἐσχάτης ἀνάγκης τῶν πραγμάτων ἀγχόμενοι καὶ οὐ πρὸς χάριν οὐδὲ πρὸς εὔνοιαν, τοσοῦτον ἁπάντων κατεγέλασεν ὥστʼ ἐν μὲν τῷ παραχρῆμα οὐδʼ ὁτιοῦν ἐφρόντισε, καταστάντων δὲ τῶν πραγμάτων ἦλθεν εἰς Λακεδαίμονα ὥσπερ ἐπίτηδες. οὕτω φαῦλός τις ἦν τοὺς τρόπους καὶ αὐτόχρημα διάκονος.2 Λακεδαιμόνιοι δὲ οὐ κατέσχον πρὸς τὴν ἐπιδημίαν αὐτοῦ, ἀλλὰ καὶ παρόντα ἐτίμησαν ὡς οὐδένα τῶν παρʼ αὐτοῖς βασιλέων, καὶ ὡς ἀπῄει, προέπεμψαν τριακοσίοις λογάσι τῶν νέων ἄχρι τῶν ὅρων τῆς Λακωνικῆς, μόνον Ἑλλήνων καὶ βαρβάρων καὶ τῶν πρότερον καὶ τῶν ὕστερον. τοσοῦτον αὐτοῖς ἔδοξεν ὑπὲρ ἅπαντας ἀνθρώπους Θεμιστοκλῆς εἶναι. καίτοι ὅτε τῶν Ἑλλήνων οἱ κράτιστοι τὰ κατʼ ἤπειρον οὐκ ᾐσχύνοντο προπέμποντες ἐκεῖνον μέχρι τῶν ὁρίων τῆς χώρας τῆς ἑαυτῶν, πῶς ἔνεσθʼ ἡμῖν τῶν ὁπλιτῶν ἕνεκα ψέγειν; ἢ πῶς μὴ ἐθέλειν ἐπαινεῖν, ὃν οἱ ἀντίπαλοι δοκοῦντες εἶναι καὶ ἄκοντες ἐτίμων ἃ μηδένα τῶν πώποτε; τριῶν τοίνυν ὄντων καιρῶν ἀφʼ ὧν τις ἐξετάσειε Θεμιστοκλέα, κατὰ πάντας ἀνὴρ ἄριστος καὶ πρῶτος φανήσεται. πρὶν μὲν γὰρ ἥκειν τοὺς βαρβάρους, τάς τε πόλεις διήλλαξε καὶ τοῖς ἀπὸ τῆς πόλεως πολίταις ἀνῆκε τὰ ἐγκλήματα· συμβάντων δὲ τῶν ἀγώνων, Λακεδαιμονίοις μὲν οὐ διηνέχθη, τοὺς πολεμίους δʼ ἐξέωσε μόνος· καταστάντων δὲ τῶν πραγμάτων καὶ Λακεδαιμονίων ἐθελόντων ἐκσπόνδους τὰς πόλεις ποιεῖν, ὅσαι μετὰ τῶν ἐναντίων ἐγένοντο, ἀντεῖπε καὶ διεκώλυσε, νομίζων ὅμοιόν τι συμβήσεσθαι τῷ τὴν Ἑλλάδα ἔκσπονδον αὐτὴν ὑφʼ αὑτῆς ἀποφανθῆναι.3 πλέον γὰρ ἢ τριάκοντα πόλεις ἔδει τῇ συμφορᾷ ταύτῃ περιπεσεῖν. οὔκουν ἡγεῖτο προσήκειν εὐτυχηκυῖαν τὴν Ἑλλάδα λαμπρῶς οὕτω καὶ τῶν ἐχθρῶν κρείττω γεγονυῖαν τοσοῦτον ἐλάττονʼ ἢ πρότερον γενέσθαι. πῶς ἂν κρείττων ἀνὴρ ἐγένετο, ἢ πῶς δεξιώτερος τὰ πολιτικά; ἔχων δὲ λέγειν καὶ περὶ τῶν ὕστερον αὐτοῦ συμφορῶν, καὶ

希腊人的,但另一方面也可以称赞他们仅存的公正,并为狄米斯托克利接受这笔功绩。因为每个人在第一名上都投给了自己,而在第二名上所有人却一致投票给了狄米斯托克利。依我看,那张争夺首位的选票出于一切人类天生共通的习性,那就是没有人爱别人胜过爱自己;因此它既无实据,也不是不可原谅。然而关于次位的选票,此时却清楚地成为了真理的象征,证明他们别无选择。因此,如果一开始就规定不得投票给自己,而必须投给他人,那么所有人都会投给狄米斯托克利,因为他们中的每一个人都将他置于其他所有人之上;这样他就会像当时成为第二名那样,同样成为第一名。因此,他们如今投票判定他为第二名,实际上相当于投票判定他为第一名。诚然,他离去时并未处于劣势,而是在两方面都赢得了胜利。因为他不仅从真理也从自己那里获得了第一名——他是所有人中唯一正当做出与他人相同之举的人——,而第二名又早已公认归他所有;因此他在所有方面都是第一人。 希腊人看到事态的发展便撤离并解散集会,在此也彻底暴露了自己既不坦诚也不具公民风度,对于那些决议也并非全凭正义而投,而是迫于局势的极端必然性,既非出于恩惠亦非出于善意;狄米斯托克利对此极其嘲弄,以至于当时毫不在意,待局势平定后,他甚至像是有意为之一般前往拉刻代蒙。他在性情上是如此卑劣,当真是一个“仆役”!但拉刻代蒙人面对他的到访毫不克制,反而在他在场时尊崇他,超过尊崇他们本国的任何国王;当他离去时,他们派出由三百名精选青年组成的卫队护送他直达拉科尼亚边境,无论希腊人还是蛮族,前人还是后世,唯有他一人获此殊荣。在他们眼中,狄米斯托克利竟卓越至如此凌驾于全人类之上的境地。然而,当陆战中最强大的希腊人尚且不以护送他直至本国边境为耻时,我们又怎能因为重装步兵的缘故而责难他?或者我们怎能不愿赞美一个连那些被视为对手的人在违心之下都给予其空前尊荣的人? 因此,有三个时期可供人们考察狄米斯托克利,在所有时期中,他都会显得是最优秀、最卓越的人物。因为在蛮族到来之前,他调解了各城邦之间的争端,并赦免了〔流亡〕在城外的公民的罪责;当争战爆发时,他没有与拉刻代蒙人发生龃龉,反而独自驱逐了敌人;当局势稳定而拉刻代蒙人企图将所有站在敌方阵营的城邦逐出盟约时,他挺身反对并予以阻止,认为这无异于希腊自己宣布将自身置于盟约之外。因为三十多个城邦本将不可避免地陷入这一不幸。他断然不认为,在希腊取得了如此辉煌的成功并战胜了敌人之后,理应变得比以往如此大为削弱。还有谁能成为更优秀的男子,或在政治事务上更为娴熟?虽然我对他后来的不幸也有话要说,而且

语法注3 条
  1. 219συνεξέπιπτον ἅπαντες φέροντες

    动词 συνεξέπιπτον(συνεκπίπτω 的未完成过去时,意为“偶合”、“不谋而合”)与分词 φέροντες(意为“投票”)连用,构成补充说明,表示“众人在此完全一致地投了同一张票”。

  2. 219οὕτω φαῦλός τις ἦν τοὺς τρόπους καὶ αὐτόχρημα διάκονος.

    对柏拉图在《高尔吉亚篇》中指责狄米斯托克利等政治家只是满足民众欲望的“仆役”(διάκονος)而非真正教导者的直接反讽。作者反语道其“性情如此卑劣、确是仆役”,意在强调他在斯巴达受到超越任何国王的尊崇,绝非仆役所能企及。

  3. 220τῷ τὴν Ἑλλάδα ἔκσπονδον αὐτὴν ὑφʼ αὑτῆς ἀποφανθῆναι

    带冠词的被动不定式与格 τῷ ... ἀποφανθῆναι 由前面的形容词 ὅμοιον(与……相似)所支配。宾格 τὴν Ἑλλάδα 作不定式的逻辑主语,ἔκσπονδον 作主语补足语,意为“希腊自身被自己宣布为被逐出盟约者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:219-220