← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§215-216

阿波罗的神谕与海军未削弱陆战之勇

辩者指出阿波罗亲自在先予以称赞并宣告无罪,柏拉图却予以指责是毫无道理的;他以赫拉克勒斯后裔走海路进入伯罗奔尼撒的先例作比,并通过随后的诸场陆战证明建立海军并未削弱雅典人在陆地上的武德。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§215

οὐδεὶς λόγος ἦν ἁλῶναι.1 εἶθʼ ὃν οὐκ ἦν ἑλεῖν παρὰ τῷ θεῷ κριτῇ, τούτου Πλάτων ἠξίωσε κατηγορεῖν; καὶ εἰ μὲν Ἀθήνησιν ἐκρίνετο μηδεμιᾶς τοιαύτης λέγω μαντείας προϋπαρχούσης, ἔπειτʼ ἔδοξεν ἐκείνοις ἐπιτρέψαι τῷ θεῷ καθάπερ πρότερόν φασι τὸ περὶ τῶν φυλῶν, εἰ καλῶς αὐτῷ βεβουλεῦσθαι ἀνεῖλεν, ἀφεῖσθαι λοιπὸν ἔδει, καὶ μηδενὶ μηδὲν ἐξεῖναι παρὰ ταῦθʼ ἕτερον λέγειν· ἐπεὶ δʼ ἔφθη πρὸ τῆς αἰτίας αὐτὸν ἀφεὶς ὁ θεὸς καὶ πρότερον τὰς πράξεις ἐπῄνεσε, πρίν τινα ἀνθρώπων εἰδέναι εἰ πραχθήσονται, καὶ μόνον οὐ συνεῖπεν αὐτῷ περὶ ἁπάντων ἐξ ἀρχῆς καὶ τὴν γνώμην ἣν εἶχε προεξήνεγκεν, ὅμως οὐκ ἀπέσχηται Πλάτων, ἀλλʼ ἐναντία τῷ χρησμῷ πεφιλοσόφηκε καὶ κατηγόρηκε τῶν πεπραγμένων, ἃ πρὶν γενέσθαι τῶν κρειττόνων τις ἐπῄνεσε. τί οὖν οὐ καὶ τοὺς Ἡρακλείδας, ὦ βέλτιστε, ᾐτιάσω, διότι οὐ κατὰ γῆν εἰς Πελοπόννησον εἰσῆλθον, ἀλλʼ ἀπὸ τοῦ Ῥίου πρὸς τὸ Ῥίον περαιωθέντες; ἀλλʼ οἶμαι κἀκείνοις ταυτὸν ἦν, ὅπερ τοῖς Ἕλλησι τοῖς περὶ Θεμιστοκλέα· κατὰ γῆν μὲν γὰρ ἔδει κρατεῖσθαι, κατὰ θάλατταν δὲ ὑπῆρξε καὶ σώζεσθαι καὶ κρατεῖν. μέγα δὲ σημεῖον· ἕως μὲν γὰρ διʼ Ἰσθμοῦ τῆς εἰσβολῆς ἐπειρῶντο, ἠτύχουν, ἐλθόντες δὲ ἐπὶ τὸν πόρον τὸν Ἀχαϊκὸν, εὗρον αὐτὸν πόρον ὄντα τῆς σωτηρίας αὐτοῖς. διόπερ ἐκείνοις ὁ θεὸς διὰ τῶν στενῶν τούτων ἐπιχειρεῖν προὔλεγεν· οἱ δὲ ἀγνοήσαντες καὶ τὴν ἑτέραν τραπόμενοι μικροῦ καθάπαξ ἀπώλοντο. τὸ δὲ αὐτὸ καὶ τοῖς Ἕλλησι περιειστήκει τότε. οἱ μὲν γὰρ ἐν Πύλαις ἀπωλώλεσαν αὐτῶν, οἱ δʼ ἐν ταῖς ναυσὶν ἐνίκων πανταχοῦ. στενὰ δʼ ἦν, ὡς ἔοικεν, ἀμφοτέρωθι· ὧν τὰ μὲν φυλάξασθαι προσῆκε, τοῖς δὲ χρήσασθαι. διὸ καὶ τότε οἶμαι Θεμιστοκλῆς τὸν Ἰσθμὸν παντὸς μᾶλλον φεύγειν ἠξίου, ὥσπερ ἄλλο τι ἀρχαῖον κακὸν φυλαττόμενος, καὶ τὴν Σαλαμῖνα προὐβάλλετο. καὶ μὴν οὐδέν γε ἀτιμότερον οὐδʼ ἀδοξότερον τὴν Πελοπόννησον ἐκεῖνοι τότε ἔσχον παρὰ τὰς ναῦς,2 ἀλλὰ πολλῶν κἀγαθῶν ὁπλιτῶν πρόγονοι κατέστησαν καὶ οὓς οὐδʼ ὁ Πλάτων οὐδαμοῦ πώποτε ἐμέμψατο τῶν εἰς τοὺς πολέμους ἕνεκα, καὶ πλείω τοὺς ἐκγόνους αὐτῶν ἢ τὴν ἄλλην δόξαν.3 αὐτὸς γὰρ Πλάτων ὑμνεῖ τὸ Δωρικὸν τοῦτο στρατόπεδον. τούτου τοίνυν οὐχ ἧττον ἐν καιρῷ τοῖς Ἕλλησι τὸ Θεμιστοκλέους τοῦτο στρατόπεδον φαίνεται γενόμενον. ὅτι τοίνυν οὐδὲ χείρους ἐγένοντο ἐκ τούτων Ἀθηναῖοι τὰ κατʼ ἤπειρον ἔδειξε μὲν ἡ Πλαταιᾶσι μάχη, ἐν ᾗ μόνους Λακεδαιμονίους ἐφαμίλλους ἔσχον· ἔδειξε δʼ ἡ ἐν Μυκάλῃ, ἐν ᾗ μόνοι προὐκρίθησαν· ἔδειξε δʼ ἡ ἐν Οἰνοφύτοις ὕστερον, ἐξ ἧς τὴν Βοιωτίαν ἔσχον καὶ Λοκροὺς καὶ Φωκέας. εἰ δέ ποθʼ ὕστερον καὶ προσέπταισαν, οὐδʼ ἐν ταῖς ναυσὶν ἐνίκων ἀεὶ νικήσαντες τότε, ἀλλʼ οὐ Θεμιστοκλῆς γε οὐδετέρου τῶν πταισμάτων τούτων αἴτιος οὐδαμοῦ, οὗ γε καὶ ζῶντος καὶ μετὰ τὴν τελευτὴν οὐκ ὀλίγον χρόνον τοσοῦτον ἴσχυον ἀμφότερα. τὰ μὲν δὴ μέχρι τῆς ναυμαχίας καὶ τῆς φυγῆς τῆς βασιλέως Θεμιστοκλέους ἔργα καὶ πολιτεύματα τοιαῦτα, οἷα προσῆκεν ἀνδρὸς εἶναι τὸ μὲν κολακεύειν, ὡς ἐγὼ νομίζω, πλεῖστον ἀνθρώπων ἀποφυγόντος, συνέσεως δὲ καὶ τόλμης ἐπὶ πλεῖστον ἥκοντος μετὰ σωφροσύνης καὶ δικαιοσύνης ἁπάσης. τὰ δʼ ὕστερον ποῖʼ ἄττα, ὡς ἐν

毫无被定罪的道理。那么,柏拉图竟然认为有理由去指控一位在作为法官的神明面前绝不可能被定罪的人吗?倘若在雅典受审时,我的意思是,预先并不存在任何此类神谕,随后他们决定如同传说中此前就部落问题所做的那样,将此事托付给神明裁断,而神明降下神谕宣布他进言得当,那么此后本就应当将他无罪开释,任何人都不许再作任何相违的异议。然而,既然神明在指控提出之前便已抢先将他赦免,在世人无人知晓其事是否成真之前便预先称赞了他的壮举,几乎自始至终在一切事情上为他辩护,并预先宣布了自己的旨意,柏拉图却依旧不肯罢休,反而违背神谕进行哲学议论,指控了那些早在发生之前就已受到某位神明称赞的作为。那么,我最尊贵的朋友,你为何不连赫拉克勒斯的子孙们也一同怪罪,怪他们当初没有走陆路进入伯罗奔尼撒,而是从里翁横渡到里翁呢?但我认为他们所面临的情形,与地米斯托克利身边的希腊人毫无二致:在陆地上他们注定要被击败,但在海上他们却得以既保全自身又赢得胜利。这有一个重大的明证:当他们试图通过地峡入侵时屡遭挫折,而当他们来到阿该亚海峡时,却发现这正是通向他们拯救的通路。因此神明曾预先指示他们应当通过这些狭道进军;而他们未能参透,折向另一条道路,险些彻底全军覆没。当时希腊人所处的境地亦完全相同。因为在塞莫皮莱的那些人已经牺牲,而在战船上的那些人却处处获胜。看来两处都是峡口,但其中一处应当提防避开,另一处则应当善加利用。正因如此,我认为地米斯托克利在当时才认定最应当避开地峡,将其视为某种古老的灾难而加以防范,并将萨拉米斯推到了最前线。再者,他们当时绝未因动用了船只就以任何更不光彩或更无声望的方式领有了伯罗奔尼撒,反倒成为了众多英勇重装步兵的先祖,就连柏拉图在任何地方也从未在战事方面非难过这些人,对他们后裔的推崇甚至超过了对其他一切名望的赞许。因为柏拉图本人就曾颂扬过这支多利斯人的军营。由此可见,地米斯托克利建立的这支营阵在希腊人看来,其合乎时宜绝不下于前者。因此,雅典人并未因这些战事而在陆地上变得懦弱无能,普拉提亚之战便证明了这一点,在那场战斗中唯有拉刻代蒙人能与他们匹敌;米卡勒之战亦证明了这一点,在那场战斗中唯有他们独占鳌头;其后的俄诺菲塔之战同样证明了这一点,正是由于这场胜利,他们将维奥蒂亚、洛克里斯和福基斯收入囊中。纵使后来某时他们遭遇了挫败,他们在那时获胜之后也并非在海上永葆胜绩;但无论在哪一桩挫败中,地米斯托克利都绝非罪魁祸首,因为在他生前以及死后颇长的一段岁月里,陆海两方面的力量都是如此强盛。 因此,直至海战以及波斯国王溃逃为止,地米斯托克利的伟业与施政皆是如此,正如依我之见,这一切正应当属于一位比世上任何人都要远离谄媚、并在智谋与胆略上登峰造极、同时兼具一切审慎与正义的人物。至于后来的事情又是如何,

语法注3 条
  1. 215οὐδεὶς λόγος ἦν ἁλῶναι

    承接上一语言块结尾处的条件结构,构成其归结分句。非人称短语 λόγος ἐστί(有……的理由/余地)后接动词 ἁλίσκομαι 的第二不定式 ἁλῶναι(具有被动意义:被定罪、被捕获),构成法庭辩论常用句式,意为“绝无被定罪的理由”。

  2. 216παρὰ τὰς ναῦς

    介词 παρά 接宾格在此处表示原因(“由于……”、“因……之故”)。παρὰ τὰς ναῦς 意为“由于使用了船只/因船只之故”,说明赫拉克勒斯后裔并未因采取海路乘船回归而在领有伯罗奔尼撒时受到任何名誉上的损害。

  3. 216καὶ πλείω τοὺς ἐκγόνους αὐτῶν ἢ τὴν ἄλλην δόξαν

    承接前句由 ἐμέμψατο(指责)所构成的否定句脉络,在此省略并补充了“赞赏/看重”的积极动词涵义。πλείω 作副词性中性宾格(“更加”)或修饰用,表述柏拉图对其后裔的推崇更甚于对其他一切声誉的赞赏。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:215-216