- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:213-214
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者论证了地米斯托克利凭借建造三段帆船、决意海战以及掌握地利与战机而独力拯救了全希腊,进而斥责柏拉图无视称萨拉米斯为“神圣”的德尔斐神谕与诸神的助战而对地米斯托克利横加贬抑的荒谬。
διοικήσαντι μέμφεσθαι.1 τρισὶ γὰρ τοῖς μεγίστοις2 φαίνεται σχεδὸν εἰς τὸν Θεμιστοκλέα μόνον ἐλθοῦσα τῶν Ἑλλήνων ἅπασα ἡ σωτηρία, τῷ τε κατʼ ἀρχὰς συμβουλεῦσαι ποιήσασθαι τὰς τριήρεις, πρὶν καὶ προσδοκᾶν τινα τῶν πολλῶν ἥξειν τοὺς βαρβάρους, καὶ τῷ παρόντος τοῦ πολέμου πεῖσαι ναυμαχεῖν καὶ τῷ ποῦ τῆς θαλάττης συνοίσει προϊδεῖν. εἴτε γὰρ μὴ ἐποιήθησαν ἐξ ἀρχῆς αἱ τριήρεις, οὐδὲν ἂν ἦν ἄξιον τοῖς Ἕλλησι λόγου ναυτικὸν, οὐδʼ ᾧ θαρρήσαντες ἔμελλον οἱ λοιποὶ συστήσεσθαι· ὥστε τῶν μὲν κατὰ γῆν ἀπόρων ὄντων, ἐν δὲ τῇ θαλάττῃ δυνάμεως οὐχ ὑπαρχούσης ἀπώλλυτʼ ἂν ἀκονιτὶ πάντα τὰ πράγματα· εἰ δὲ αἱ μὲν νῆες ὑπῆρχον, ἄλλον δέ τινα αὐτοῖς ἔδοξε τρόπον τὸν πόλεμον διαφέρειν, οὐδʼ οὕτω πλέον οὐδὲν ἦν. καὶ μὴν ἥ γε φύσις τῆς θαλάττης ἄχρηστον τὸ πλῆθος τῶν νεῶν τοῖς βαρβάροις ἐποίησε. τοῦτο δʼ ἦν ὁ δεινὸς ἀγὼν Θεμιστοκλέους καὶ ὁ προαγὼν ἐν τοῖς Ἕλλησιν αὐτοῦ μεῖναι καὶ παύσασθαι πρὸς τὸν Ἰσθμὸν βλέποντας. λέγουσι δέ τινες καὶ τέταρτον ὑπὲρ Θεμιστοκλέους ὡς πρὸς τῷ τόπῳ καὶ τὸν καιρὸν ἐξεῦρε, στησάμενος τὴν ναυμαχίαν κατιόντος τοῦ πνεύματος. ὃ δὴ καὶ Φορμίων ὕστερον, ὡς ἔοικε, μιμησάμενος Λακεδαιμονίους περὶ Ναύπακτον κατεναυμάχησεν. οὕτω πολλοῦ δεῖ Θεμιστοκλῆς ἐθίσαι3 φεύγειν Ἀθηναίους ἢ διαφθεῖραι τὰ φρονήματα. ἀλλʼ ἐπάνειμι πρὸς τὰ λοιπὰ τοῦ χρησμοῦ. εἶεν. τίνα δὴ τἀπὶ τούτοις ἐφθέγξατο ὁ θεὸς καὶ πῶς κατεκόσμησε τὴν συμβουλήν; "ὦ θεία Σαλαμὶς ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν." ὁ μὲν τοίνυν θεὸς θείαν τὴν Σαλαμῖνα προσεῖπεν, ὡς ἐν αὐτῇ μελλόντων ἔργων ἔσεσθαι κρειττόνων ἢ κατὰ πάντα τἀνθρώπινα. Πλάτων δὲ τὸν ταῦτα κατειργασμένον καὶ τὸν κομίσαντα αὐτοὺς εἰς τὴν Σαλαμῖνα λυμήνασθαί φησι τοῖς πράγμασι καὶ τῶν πρὸς ἡδονὴν ὑπηρετούντων οὐδὲν γενέσθαι βελτίω. καὶ ὁ μὲν Ἴακχος ἐξεφοίτησε καὶ μετέσχε τῶν δρωμένων καὶ νέφη παρὰ ταῖν θεαῖν εἰς τὴν ναυμαχίαν ἐγκατέσκηψε καὶ θεοὶ καὶ ἥρωες οἱ κοινοὶ τῶν Ἑλλήνων σύμμαχοι συνηγωνίζοντο, καὶ συνεναυμάχουν τιμῶντες ἔργῳ Θεμιστοκλέα, καὶ ἡ προσηγορία τῇ Σαλαμῖνι πανταχόθεν ἠκριβοῦτο καὶ κατέστη θεία τοῖς ἅπασι. καίτοι ὅτε ἡ Σαλαμὶς τοῦτʼ ἤκουσεν, ἡ ναυμαχία δή που τοῦτο ἤκουσεν· οὐ γὰρ ἄλλης γέ τινος χώρας Σαλαμὶς τὸν πρὸ τοῦ χρόνον ἦν, ἀλλʼ ὁ θεὸς τὴν ναυμαχίαν θείαν διʼ ἐκείνης προσεῖπε· Πλάτων δὲ, ὡς ἔοικεν, ἀναίνεται τὴν νίκην καὶ θάνατον τῶν ταῦτα πραξάντων καταψηφίζεται καὶ προκρίνει σεμνῶς ἀπολωλέναι μᾶλλον ἢ νικᾶν μετὰ τῶν θεῶν. Ὅμηρος δὲ εἰ περιῆν, κἂν Διὶ μῆτιν ἀτάλαντον προσεῖπε τὸν ταῦτα συμβουλεύσαντα καὶ πράξαντα πολλῷ μᾶλλον ἐμοὶ δοκεῖν ἢ τὸν τῶν Κεφαλλήνων στρατηγὸν τὸν ἐπαλείψαντα τῇ μίλτῳ τὰς ναῦς. εἰ γὰρ ὁ μὲν Ζεὺς ἐδίδου τῇ Ἀθηνᾷ δωρεὰν τὰς ναῦς, ὁ δʼ Ἀπόλλων ταῦτα ἔφραζεν, ὁ δὲ ἐξ ἀρχῆς πρὸς ταῦτα ἥρμοστο κἀν τοῖς παροῦσι μόνος ταὐτὰ τοῖς θεοῖς ἐγίγνωσκε, πῶς οὐκ ἔμελλε τοῦτο τὸ πρόσρημα οἴσεσθαι; ἀλλʼ οὐ Πλάτων οὕτως, ἀλλʼ ἀντὶ τοῦ Διὶ τὴν γνώμην ὅμοιον καὶ θεῖον προσειπεῖν Σαράμβῳ4 καὶ τοῖς καπήλοις εἰκάζει πᾶσι. πῶς ἄν τις μᾶλλον μεγαλοπρεπείᾳ παρὰ καιρὸν ἐχρήσατο; φέρε δὴ κἀκεῖνο σκεψώμεθα, εἰ ὥσπερ τινὲς ἤδη λέγονται τῶν ἡρώων ἐν θεοῖς δικασταῖς κριθῆναι, οὕτω καὶ Θεμιστοκλῆς περὶ ὧν συνεβούλευσεν ἐκρίνετο ἐν τῷ Ἀπόλλωνι τῷ Πυθίῳ, ποτέραν ἂν ἤνεγκε τὴν ψῆφον ὁ θεὸς περὶ αὐτοῦ. πότερον τὴν καταγιγνώσκουσαν; ἀλλʼ ἄτοπον προειπεῖν μὲν αὐτὸν ταῦτα καὶ χρῆσαι, τοῦ δὲ ὑπακούσαντος καταψηφίζεσθαι. ὅπου γὰρ καὶ τὸν Ὀρέστην ἀφεθῆναι λόγος ἐν τοῖς ἄλλοις θεοῖς κρινόμενον εἰς τὸν Ἀπόλλω τὸ ἔργον ἀνενεγκόντα, ἦ που τόν γε παρʼ αὐτῷ τῷ Ἀπόλλωνι φεύγοντα5 ὑπὲρ ὧν μετʼ ἐκείνου κατέπραξεν
对于服从并施行了皮提亚为了活人的拯救和全希腊的卫护所作的吩咐之人横加指责,这无论如何也是毫无道理的。因为全体希腊人的得救,几乎完全归功于地米斯托克利一人的三项最大功绩:其一,他在众人尚未料到蛮族即将来犯的最初之时,便建议建造三列桨座战船;其二,在战争迫近之时,他说服众人进行海战;其三,他预先看清了在海上的何处作战方为有利。因为倘若当初没有建造这些三列桨座战船,希腊人就不会拥有任何值得一提的舰队,余下的众人也不会有任何可以倚仗以团结图存的凭据;如此一来,陆地上无计可施,海上又毫无力量,一切局势便会在毫无抵抗中归于毁灭。另一方面,纵使拥有了船只,倘若他们决定以其他某种方式来进行这场战争,也同样不会有任何益处。事实上,正是这片海域的自然地势使得蛮族数量庞大的舰队归于无用。而〔劝服他们〕留在此地、不再频频回顾地峡,正是地米斯托克利在希腊人中间最为艰难的抗争与前哨之战。甚至有人为地米斯托克利提出了第四项功绩:他不仅选定了地点,亦捕捉到了有利时机,在海风顺势下吹之际打响了海战。后来福尔米昂显然正是效仿了这一策略,在瑙帕克托斯附近的海战中彻底击溃了拉刻代蒙人。由此可见,地米斯托克利绝未让雅典人习于逃窜,亦未曾败坏他们的士气。 但我还是要回到神谕的其余部分。好吧。那么在此之后神明又宣示了什么,又是如何修饰这一进言的呢? “啊,神圣的萨拉米斯,你将毁灭妇人的子嗣。” 神明之所以称萨拉米斯为“神圣的”,是因为在那里将要发生超越一切凡俗人力的伟绩。然而柏拉图却宣称,促成这些伟绩并将他们带往萨拉米斯的那个人败坏了政事,且并不比那些迎合取悦之人有丝毫高明之处。然而伊阿科斯离位巡行并参与了这场战事,两女神送来的云雾降临于海战之中,希腊人共同的盟友——众神明与众英雄并肩作战,以实际行动尊崇地米斯托克利并一同进行海战;萨拉米斯的这一称号由此在各方面得到了印证,在所有人心中确立为神圣之地。然而,当萨拉米斯听到这一称号时,无疑是这场海战听到了这一称号;因为此前的萨拉米斯绝非别的什么地方,神明乃是通过萨拉米斯称这场海战为“神圣的”。可是柏拉图似乎拒绝承认这一胜利,对建此功勋之人判处死罪,并且宁愿庄严地灭亡,也不愿与神明一同获胜。倘若荷马尚在人世,依我看来,他称这位进言并成就这些事业之人为“足智多谋堪比宙斯者”,必定远甚于称呼那位用红赭石涂抹船只的凯法罗尼亚人将领。因为倘若宙斯将船只赐予雅典娜作为礼物,阿波罗宣告了这些神谕,而他自始至终顺应着这一天意,在危急存亡之秋唯有他一人能与诸神同心同德,他又怎会不得享这一美名呢?然而柏拉图却不这样认为;他不但没有称他为心智堪比宙斯的神圣之人,反而将他比作萨兰波斯和所有的小商贩。世上何曾有人比这更不合时宜地行使傲慢威严呢? 且让我们再来思考这一点:倘若如同传说中若干英雄曾在神明组成的法庭前受审那样,地米斯托克利亦因其所进的谏言而在皮托的阿波罗面前受审,神明会对他投下哪一票呢?难道是定罪之票吗?然而神明亲自预言并降下神谕,却反过来投票定罪遵奉其命令之人,这是极其荒谬的。因为既然连俄瑞斯忒斯在其他神明面前受审时,也因将罪责归于阿波罗而获释,那么在阿波罗本尊面前、为了与阿波罗共同成就的事业而作为被告的人,无疑……
- 213διοικήσαντι μέμφεσθαι
承接前一语段末尾的句式“οὐδʼ ἐκεῖνό γʼ ἔχει λόγον...”,不定式 μέμφεσθαι 作为其宾语从句的谓语,支配与格分词 τῷ πεισθέντι καὶ διοικήσαντι(“责难顺从并施行了……之人”)。
- 213τρισὶ γὰρ τοῖς μεγίστοις
原因/手段与格,其后由三个带冠词的不定式短语(τῷ τε κατʼ ἀρχὰς συμβουλεῦσαι..., καὶ τῷ... πεῖσαι..., 与 καὶ τῷ... προϊδεῖν)作同位语展开具体列举。
- 213πολλοῦ δεῖ Θεμιστοκλῆς ἐθίσαι
惯用表达 πολλοῦ δεῖ(“远未……”)的人称化变体结构,保留了主格的主语 Θεμιστοκλῆς 并接不定式 ἐθίσαι,而非使用非人称的对格不定式结构。
- 214Σαράμβῳ
指柏拉图《高尔吉亚篇》(518b)中提到的酒保/小贩萨兰波斯。柏拉图在该篇中将地米斯托克利等政治家比作厨子和酒贩,此处正是直接针对该比喻进行反驳。
- 214ἦ που τόν γε παρʼ αὐτῷ τῷ Ἀπόλλωνι φεύγοντα
由 ἦ που(“既然……那么无疑更加……”)引导,句末未完(顿绝或自然延续至下一语段)。φεύγοντα 为法庭专门术语,意为“(作为被告)受审者”。
