← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§211-212

木墙神谕与地米斯托克利的战策

作者援引德尔斐关于“木墙”的神谕,论证地米斯托克利依托战船的策略完全契合神意,并反问若柏拉图身处当时之局,何以能够合法地违抗神谕。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§211

ταῦτʼ ἀνελὼν φαίνεται,1 ἐγὼ μὲν ὀκνῶ λέγειν, πᾶς δʼ ἄν τις συνίοι τὸ λοιπόν. ὁ δʼ οὖν Θεμιστοκλῆς λαμπρῶς ἀποφεύγει τὴν αἰτίαν. ἢ πρὸς τῶν θεῶν αὐτῶν, ὅταν μὲν δέῃ Σωκράτη σοφώτατον εἶναι δοκεῖν, εἰς ἀξιόχρεων μάρτυρα ἀνοίσομεν τὸν θεὸν τὸν ἐν Δελφοῖς καὶ τοῖς λογίοις ἰσχυριούμεθα, ἃ Χαιρεφῶν καὶ ὀλίγοι τινὲς ᾔδεσαν, οἷς ἔμελε Σωκράτους, ὧν δʼ οἱ Ἕλληνες ἅπαντες μάρτυρες καὶ ἃ τῶν πώποτε κοινότατα ἐφθέγξατο ἡ Πυθία καὶ οἷς ἅπαντα τὰ μέλλοντα ἠκολούθησε, ταῦτα δὲ οὐδαμοῦ θήσομεν εἰς λόγον, οὐδὲ τῇ Θεμιστοκλέους σοφίᾳ μέγιστα εἶναι μαρτύρια συγχωρησόμεθα; ὅπου γὰρ ταὐτὰ ἔδοξεν ἐκείνῳ καὶ τῷ θεῷ περὶ σωτηρίας τῶν ὅλων, τί χρὴ λέγειν ἄλλο; τίνʼ οὖν ἦν τὰ χρησθέντα; ἄρχεται μὲν ἄνωθέν ποθεν, ἔπειτά ἐστι τοῦτο ὃ πάντες θρυλοῦσι "τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς." ἆρά γε καὶ μόνον τοῦτο εἴρηκεν ὁ χρησμός; οὒκ, ἀλλʼ ὥσπερ ἐπισφραγίζεται τὴν γνώμην τῇ προσθήκῃ. τίς οὖν ἔσθʼ αὕτη; "μοῦνον ἀπόρθητον τελέθειν·" ἵνα μὴ τοῦθʼ οὕτως λεγόντων ἀρτίως αἵρεσιν εἶναι δοκῶσιν αὑτοῖς Ἀθηναῖοι2 ἢ κατὰ γῆν νικῆσαι ἢ κατὰ θάλατταν, μηδὲ τρυφῶσιν, ἀλλʼ εἰδῶσιν ὅτι ἐν ταῖς ναυσὶν ἅπαντα τὰ πράγματα ἕστηκε καὶ ἄλλως οὐκ ἔνεστι σώζεσθαι. ἔτι δὲ αὐτὸ μειζόνως ηὔξησεν ἐν τοῖς ἐφεξῆς, ἅτʼ ὢν μουσηγέτης ὁ θεὸς καὶ λέγειν ἄριστος δή που. προσέθηκε γὰρ "τὸ σὲ τέκνα τʼ ὀνήσει," τί τοῦτο λέγων τὸ σὲ τέκνα τʼ ὀνήσει; οὐ διὰ τοὺς παῖδας οὓς εἰς Τροιζῆνα ὑπεξέθεντο ἐμοὶ δοκεῖν, ἀλλὰ καὶ τοὺς ὕστερον μέλλοντας ἔσεσθαι. οὕτω συνεκληρώθησαν τῇ τύχῃ τῆς πόλεως αἱ τριήρεις. εἴ ποτε γὰρ εὖ πράττοιεν, κατὰ ταύτας εὖ πράττειν αὐτοῖς περιῆν ὅλως. καὶ οὐδʼ ἐνταῦθʼ ἔστη τῆς δημηγορίας, ἀλλʼ ὥσπερ προκαταλαμβάνων καὶ ὥσπερ ὑποτεμνόμενος τὰς Πλάτωνος ἐπιτιμήσεις ἔγκειται πάσας φωνὰς ἀφιεὶς καὶ λέγων ἐκ τοῦ εὐθέος ἤδη "μηδὲ σύ γʼ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα πολλὸν ἀπʼ ἠπείρου στρατὸν ἥσυχος, ἀλλʼ ἀναχωρεῖν." εἶτʼ ἐστὶν ἀκροτελεύτιον "ἔτι τοί ποτε κἀντίος ἔσσῃ." καὶ ἔγωγʼ ἡδέως ἂν ἐροίμην τοὺς τὰς βαθείας ὑπήνας ἕλκοντας, ἔφη τις τῶν κωμικῶν, καὶ μέχρι τούτου τὸν Πλάτωνα σεμνύνοντας, εἰ κατʼ ἐκείνους τοὺς χρόνους ἦν ἡμῖν Πλάτων, καὶ αὐτῷ τὰ πράγματα ἐπετέτραπτο, εἶθʼ ἧκεν ὁ χρησμὸς, τίνας ἂν λόγους λέγειν ᾤετο δεῖν, ἢ τί πράττειν ἠξίου τοὺς Ἀθηναίους. ἢ νὴ Δία, εἰ μὴ στρατηγῶν αὐτὸς ἐτύγχανε, τῷ γε Θεμιστοκλεῖ τί που ἂν συνεβούλευε; πότερον ταῦθʼ ἅπερ αἱ μαντεῖαι, ἢ τἀναντία τούτων; εἰ μὲν γὰρ οὐκ ἔμελλεν εἴσεσθαι τὸν νοῦν τῶν χρησμῶν, οὐ σοφοῦ πρᾶγμα ἔμελλε πείσεσθαι·3 εἰ δὲ γιγνώσκων καὶ συνιεὶς ἀντιλέγειν ἐπεχείρει, παντὸς μᾶλλον ἔργον διεπράττετο ἢ Πλάτωνος. δυοῖν γὰρ τοῖν ἐσχάτοιν ἀπόδειξις ἦν, ἀσεβείας εἰς τὸν θεὸν καὶ προδοσίας τῆς σωτηρίας οὐ μόνον τῆς πόλεως, ἀλλὰ καὶ τῶν Ἑλλήνων ἁπάντων. εἰ δὲ δὴ τὰ μάλιστα ἕτερα μὲν ὁ θεὸς προσέταττεν, ἑτέραν δὲ ἦγε Πλάτων, ποτέρῳ τὸν Θεμιστοκλέα πεισθῆναι προσῆκεν, ἢ ποτέρῳ μᾶλλον προσέχων ὀρθῶς ἂν ἔδοξε φρονεῖν; τουτὶ γὰρ ἕν μοι τῆς ἀπορίας διαλύσαντες σταθήτωσαν παρὰ τὸν τρίποδα τὸν ἐν Δελφοῖς, ὃν Ἕλληνες ἀπὸ τῶν βαρβάρων ἀνέστησαν. ἀλλὰ μὴν οὐκ ἦν πρὸς δαίμονα φωτὶ μάχεσθαι. καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἔχει λόγον τῶν μὲν ἐν τῇ Πλάτωνος πόλει καὶ πολιτείᾳ τελευτώντων τῇ Πυθίᾳ τὰς τιμὰς ἐπιτρέπειν αὐτὸν Πλάτωνα καὶ ταῦτα τίθεσθαι κύρια ἅττʼ ἂν ἐκείνῃ δοκῇ, ἃ δʼ ὑπὲρ τῆς τῶν ζώντων σωτηρίας καὶ φυλακῆς τῆς πάσης Ἑλλάδος ἡ Πυθία προσέταξε, ταῦτα τῷ πεισθέντι καὶ

既然神明也显然降下了这些神谕,我虽不愿明言,但余下的结论任谁都能领悟。 无论如何,地米斯托克利光明磊落地洗脱了这项罪名。难道凭诸神起誓,每当需要证明苏格拉底最为智慧之时,我们便援引德尔斐的神明作为可信的见证人,坚持引用唯有海勒丰以及少数关切苏格拉底之人知晓的神谕;而对于全体希腊人亲眼见证、皮提亚有史以来最广为人知的宣告、且后续所有事件皆随之而来的神谕,我们反而弃之不顾,不承认它们是对地米斯托克利之智慧的最大明证吗?既然在关乎全希腊安危的大事上,他与神明的见解完全一致,还有何话可说呢?那么,神谕的内容究竟是什么呢?它始于前面的若干诗句,接着便是人尽皆知的这一句: “广视的宙斯赐予特里托所生的女神一道木墙,”难道神谕仅仅说了这句话吗?并非如此,它反而借着补充之词为这一意图盖棺定论。那么这句补充之词是什么呢? “作为唯一不可攻破之物而存留;”这是为了防止由于方才人们那样谈论,雅典人便误以为自己拥有在陆地上取胜或在海上取胜的选择权,也不让他们心存侥幸,而是让他们知晓一切局势全系于战船,除此之外绝无获救的可能。此外,神明身为缪斯之主且无疑最善于辞令,在接下来的诗句中进一步强化了这一点。因为神明接着补充道: “它将造福于你和你的子孙,”神明说“它将造福于你和你的子孙”是何意呢?据我看来,这不仅是指他们转移到特罗曾的孩子们,亦指日后将要诞生的后代。三列桨战船就是这样与城邦的命运紧密相连的;因为倘若他们将来能够繁荣,完全有赖于通过这些船只来获得繁荣。神谕的宣示并未止步于此,而是仿佛预先料到并截断柏拉图的责难一般,竭尽全力发出呼声,径直明说道: “你切莫静候骑兵与从大陆前来的 浩荡步兵大军,而当退却,”随后是作为收尾的结语: “终有一日你必将与他们当面相对。” 我很乐意问一问那些正如某位喜剧诗人所言“拖着长长胡须”且对柏拉图尊崇至此的人们:倘若在那个时代柏拉图生活在我们中间,军政大权托付于他,随后神谕降临,他会认为应当发表何种议论,抑或要求雅典人做些什么?或者凭宙斯起誓,倘若他自己并未担任将领,他又究竟会向地米斯托克利进何种谏言呢?是神谕所昭示的那些,还是与此相反的意见?因为倘若他无法理解神谕的要旨,他势必会陷入非智者的境地;而倘若他在明知且理解的情况下仍企图出言反对,那他所做的便是任何人都可能做、唯独柏拉图绝不该做的事。因为那将是两大滔天大罪的明证:对神明的不敬,以及对不仅是本城邦乃至全体希腊人安危的背叛。倘若神明吩咐的是一套,柏拉图倡导的却是另一套,地米斯托克利理应听从哪一方,或者听从哪一方才会被视为具有端正的见识?让他们先为我解开这一个困惑,然后再站到希腊人用蛮族战利品在德尔斐建立的三脚祭坛旁去吧。毕竟凡人是不可能与神明抗争的。况且,在柏拉图自己的城邦和政体中,他亲自将逝去之人的荣誉交由皮提亚定夺,并以她认为合适的为准则;然而对于皮提亚为了活人的拯救和全希腊的卫护所作的吩咐,对于顺从神谕并……的人,他却横加指责,这无论如何也是毫无道理的。

语法注3 条
  1. 211ταῦτʼ ἀνελὼν φαίνεται

    承接前一语段末尾的从属分句 ἐπεὶ δὲ καὶ θεὸς(“既然神明也……”),主格阳性分词 ἀνελών(源自 ἀναιρέω,专门表示神明“降下神谕”)与主语 θεός 一致,与谓语动词 φαίνεται 构成分词补足结构,意为“神明显然降下了这些神谕”。

  2. 211ἵνα μὴ τοῦθʼ οὕτως λεγόντων ἀρτίως αἵρεσιν εἶναι δοκῶσιν αὑτοῖς Ἀθηναῖοι

    τοῦθʼ οὕτως λεγόντων 是独立属格结构,其逻辑主语为泛指的人们(“由于人们刚才以那种方式谈论”)。目的从句主语 Ἀθηναῖοι 与动词 δοκῶσιν 构成人称构式(搭配不定词 εἶναι),αὑτοῖς 则是受 δοκέω 支配的与格(“在他们自己看来”)。

  3. 212οὐ σοφοῦ πρᾶγμα ἔμελλε πείσεσθαι

    πείσεσθαι 是 πάσχω(“遭受、经历”)的将来时不定词,带宾格 πρᾶγμα 作为直接宾语,οὐ σοφοῦ 则是表示特征的属格(“非智者的行径/命运”)。整句表达“他势必将承受非智者的处境”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:211-212