- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:209-210
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
发言者指出地米斯托克利利用海军仅为权宜之计,战后雅典立即得以重建;并援引柏拉图自身的航海经历以及神话与战术的先例,论证依托海洋作战或战术性撤退绝非怯懦。
τοῦτον τὸν χρόνον, ἐνταῦθʼ ὁπλίτευσον, προβαλοῦ τὴν ἀσπίδα ἀπὸ τῆς νεὼς, εἰ δʼ οἷόν τε καὶ ἐξ αὐτῆς τῆς θαλάττης ὑπὲρ τοῦ ῥοθίου φέρε. ταῦτα ἐδίδασκε Θεμιστοκλῆς, καὶ τοῦτο ἠδύνατο αὐτῷ τὸ εἰς τὰς τριήρεις μεταστῆσαι τὴν πόλιν·1 διὰ ταῦτα κενὴν ἀνθρώπων ἠξίωσε τὴν χώραν πρότερον ποιῆσαι ἢ ληφθέντα τινα ἐν αὐτῇ δουλεῦσαι. τούτων οὐ γεγόνασι λογισμοὶ καλλίους οὐδὲ πράγματα ἐντιμότερα, οὐδὲ μᾶλλον ὁμοῦ σύνεσιν καὶ μεγαλοψυχίαν καὶ ἀνδρείαν ἔχοντα· ἐπεὶ ὅτι γε οὐ καθάπαξ αὐτοὺς ἠξίου τῆς πόλεως ὑπεριδεῖν οὐδὲ κύκλῳ φεύγειν ἐπὶ τῶν τριήρων, ἀλλὰ τοῖς παροῦσι καιροῖς ταῦτα συμφέρειν ὑπελάμβανε, καὶ στρατοπέδῳ τῇ Σαλαμῖνι χρησάμενος τὸν αὐτὸν τρόπον ὅνπερ οἱ πρότεροι τῷ Μαραθῶνι πάλιν τῶν ἐξ ἀρχῆς ἐμέμνητο, ἔδειξεν οὐκ εἰς μακράν.2 ἀπελθόντων γὰρ τῶν βαρβάρων, εἴς τε τὴν πόλιν ἦγεν εὐθὺς αὐτοὺς ἄνω καὶ συνῴκιζε κατὰ τὰ πρότερα, καὶ μείζω γε τὸν περίβολον, ὥς φασιν οἱ ἐξηγηταὶ, ἐξήγαγε πανταχῆ, τειχίσαι τε δεῆσαν μόνος ἐξ ἁπάντων εὗρεν ὅπως δυνήσονται. πῶς οὖν αὐτοὺς φεύγειν εἴθισεν, ἢ κατὰ ποίαν τύχην, ὅς γε ἐν μὲν τοῖς ἐσχάτοις κινδύνοις ὄντας αὐτοὺς διώκειν, οὐ φεύγειν εἴθισε, νικήσαντας δὲ καὶ τὰ μέγιστα εὖ πράττοντας καὶ παρὸν ἥντινα βούλονται χώραν καὶ πόλιν αὐτοὺς λαβεῖν, εἰς τἀρχαῖα ἐπανῆγε, καὶ οὐκ εἴα τῶν ὑπαρχόντων ἀμνημονεῖν; πρὸς Διὸς, ὦ Πλάτων, εἰ δὲ δὴ σοῦ τις λαβόμενος κατηγόρει λέγων ὅσα διέπλεις ἐν ὁλκάσι τὴν θάλατταν καὶ πλάνην ὁπόσην πεπλάνησαι περὶ τὴν χάρυβδιν, ὁμοῦ τοῖς ναύταις ἐσκηνωμένος καὶ δεόμενος τῆς κώπης καὶ τοῦ τροπωτῆρος, καὶ ταῦθʼ οὕτω δυσχεραίνων τὰ ναυτικὰ καὶ τοῖς ὁπλίταις προσκείμενος, ἆρʼ οὐκ ἐκεῖνο μὲν οὐκ ἔμελλες ἐρεῖν, ἅτε ὢν μουσικὸς καὶ πάλαι κατεγνωκὼς τοῦ ῥήματος, τὸ ποῖον δὴ λέγω, ὦ μοχθηρὲ μελαγχολᾷς, εἶπες δʼ ἂν οὑτωσί πως,3 ὦ δαιμόνιε, ἐγὼ ταῦτα ἔπραττον, οὐ τὸν τῶν ναυτῶν βίον ᾑρημένος, οὐδʼ ἐκείνους ἀντὶ τῶν ὁπλιτῶν κοσμῶν, οὐδʼ ἐν γήρᾳ ναυτίλλεσθαι μεταμανθάνων, οὐδὲ τοῖς κατʼ ἤπειρον πράγμασι λυμαινόμενος, ἀλλʼ οὐκ ἦν ἄλλως ἐλθεῖν εἰς Σικελίαν; ταῦτʼ ἂν εἶχες, οἶμαι, λέγειν, ὥσπερ καὶ ἡμεῖς ὑπὲρ Θεμιστοκλέους, ὅτι οὐκ ἦν ἄλλως τοῖς Ἕλλησι σωθῆναι. καὶ μὴν οὐδʼ ἐκεῖνό τις ἂν φήσειεν ὡς ὑπὲρ μὲν τῶν Δίωνος πραγμάτων ἔδει πλεῖν εἰς Σικελίαν καὶ μήτε γῆρας μήτε κίνδυνον μήτε τὸ πολλάκις ἐξηπατῆσθαι μήτʼ ἄλλο μηδὲν ὑπολογίζεσθαι πρὸς τὸ δίκαιον καὶ τὴν ἐκείνου χρείαν, ὑπὲρ δὲ τῆς Ἑλλάδος καὶ τοσούτων πραγμάτων οὐκ ἄρʼ ἔδει ταῖς ναυσὶ χρήσασθαι, ἀλλʼ ἀναίνεσθαι τὴν θάλατταν. οὐδʼ ἂν εἷς ταῦτα φήσειεν. ὁ δέ γε Βελλεροφόντης, ὦ ἄριστε, ὥς φασιν οἱ ποιηταὶ, τὴν χίμαιραν ἐχειρώσατο οὐκ εἰς τὴν θάλατταν ἐμβὰς, ἀλλʼ εἰς τὸν ἀέρα ἀναβὰς ἐπὶ τοῦ Πηγάσου, καὶ ὅμως οὐκ ἔδοξε δειλὸς εἶναι, ὅς γε καὶ λόχους ὅλους διαφθείρειν ἐδόκει δύνασθαι. ἀλλʼ οἶμαι πρὸς τὸ πῦρ οὐκ ἦν χαμόθεν ἀντισχεῖν. οἶδα δὲ ὑπὲρ Θεμιστοκλέους ὅτι κἂν εἰ τὸν Δαίδαλον οἷός τʼ ἦν μιμήσασθαι καὶ πτερώσας ἑαυτὸν ὑπὲρ τῶν Ἑλλήνων ἐπιθέσθαι τῷ βαρβάρῳ, οὐδὲ τοῦτο ἂν ὤκνησεν, ἢ κἂν εἰ μάχην πεζὴν μέλλων συνάψειν ἐκ τῶν ὑψηλοτέρων ἐπῄει, δειλίαν ὀφλήσειν ἔμελλε.4 Λακεδαιμονίους δέ γε αὐτὸς σὺ φῂς τὴν ἐν Πλαταιαῖς μάχην μαχομένους οὐκ ἐθέλειν μένειν, ἀλλʼ ὑπάγειν τοὺς Πέρσας πρὸς τὸ συμφέρον αὑτοῖς. ἐῶ γὰρ Σκύθας ὅσα δὴ φεύγοντες νενικήκασιν. ὅπου τις πλέον ἕξειν ἡγεῖται, ἐνταῦθα ἀμυνέσθω τοὺς πολεμίους, ἄλλως τε κἂν μηδὲν τῶν μειζόνων παραβαίνῃ δικαίων. εἰ μὲν τοίνυν αὑτοῦ γνώμῃ μόνον περὶ τούτων ἐκέχρητο Θεμιστοκλῆς, ἐκείνου τις ἂν εἶπεν αὐτὸν τὴν κατηγορίαν πεποιῆσθαι, ἐπεὶ δὲ καὶ θεὸς
“在这段时间里;在船上充任重装步兵吧,从船上架起盾牌,若有可能,甚至从海水中将盾牌举过浪涛。”这些正是地米斯托克利所教导的,对他而言,将城邦转移到三列桨战船上的意义便在于此;为此,他宁愿事先让这片土地空无一人,也不愿有任何人在其中被俘而沦为奴隶。世上从未有过比这更卓越的谋略,也未曾有过更体面的作为,更没有哪种行动能将洞察力、崇高心胸与勇气如此完美地融为一体。因为他绝非主张他们彻底弃置城邦,亦非主张他们乘着三列桨战船四处逃窜,而是认为这正合乎当下的危局;并且他把萨拉米斯当作阵地,正如先辈们利用马拉松那样,重新铭记最初的根基,这一点他不久便以行动证明了。因为当蛮族撤离之后,他立即率领他们回到内陆的城邦,如从前那般重新集聚定居;正如注释家们所言,他在各个方向上都扩大了城墙的周界;而在必须修筑城墙之时,他在所有人中独自找出了他们能够做到的办法。既然如此,他又怎能说是让雅典人习惯了逃跑,抑或在哪种情形下如此呢?他使他们在面临绝境时习惯于追击而非逃跑;在他们获胜并处于极盛之时,在他们本可以随意占领任何想要的土地和城邦之时,他却将他们引回故土,不容他们遗忘原本拥有的基业。 凭宙斯起誓,柏拉图啊,倘若有人抓住你并提出指控,列数你乘坐商船渡过了多少次海洋,在卡律布狄斯周围经历了多少次漂泊,与水手们同宿一处,离不开船桨与系桨皮条——而且这一切还是在如此厌恶海事、偏爱重装步兵的情况下所为——难道作为一位有教养的人,并且早就摒弃了那种言辞的你,竟会说出——我说的是哪句话呢?——“恶徒,你疯了吗!”?相反,你大概会这样说吧:“我可敬的朋友,我做这些事,并非因为我选择了水手的生活,亦非为了推崇他们而贬抑重装步兵,更不是到了晚年重新学习航海,或破坏陆地上的事业,而是因为除了渡海之外别无途径前往西西里。”我想,你本该能这样说,正如我们为地米斯托克利辩护时所说的那样:希腊人除了这样做之外别无获救之道。此外,任何人都不可能声称:为了狄翁的事业尚且应当航行至西西里,在正义与他的需求面前,既不顾及年迈,不顾及危险,不顾及多次受骗,亦不顾及任何其他顾虑;而为了希腊和如此重大的事业,反倒不应当使用战船,而应当拒绝海洋。绝无一人能说出这番话。 最卓越的人啊,正如诗人们所言,柏勒洛丰制服喀迈拉并非通过进入大海,而是骑上珀伽索斯腾空而起,然而他并未因此被视为懦夫——他甚至被认为有能力歼灭整支部队。但我认为,从地面上是无法抵御烈焰的。我也确信关于地米斯托克利的一点:倘若他能够效仿代达罗斯,为自己插上羽翼,为了希腊人而向蛮族发起进攻,他也绝不会在此犹豫;抑或倘若他为了进行陆战而从更高处攻下,他也绝不会因此蒙受怯懦的污名。甚至你自己也说过,在普拉提亚作战的拉栖代梦人并不愿死守原地,而是为了自身利益引诱波斯人——且不说斯基泰人退却时赢得了多少次胜利!一个人认为自己在何处能占优势,便应当在何处抵御敌人,尤其是当他并未违背任何更重大的正义原则之时。因此,倘若地米斯托克利在这些事上仅仅依据了他个人的见解,人们尚且可以说他〔柏拉图〕的指控是针对那个人而发的;然而既然连神明也……
- 209τοῦτο ἠδύνατο αὐτῷ τὸ εἰς τὰς τριήρεις μεταστῆσαι τὴν πόλιν
主语为带冠词的不定式短语 τὸ εἰς τὰς τριήρεις μεταστῆσαι τὴν πόλιν。动词 δύναμαι 与中性代词 τοῦτο 搭配,意为“意味着、等于有……的效力”,与格 αὐτῷ 作关涉与格或判断者与格(“对他而言”)。
- 209ἐπεὶ ὅτι γε οὐ καθάπαξ αὐτοὺς ἠξίου τῆς πόλεως ὑπεριδεῖν οὐδὲ κύκλῳ φεύγειν ἐπὶ τῶν τριήρων, ἀλλὰ τοῖς παροῦσι καιροῖς ταῦτα συμφέρειν ὑπελάμβανε, καὶ στρατοπέδῳ τῇ Σαλαμῖνι χρησάμενος τὸν αὐτὸν τρόπον ὅνπερ οἱ πρότεροι τῷ Μαραθῶνι πάλιν τῶν ἐξ ἀρχῆς ἐμέμνητο, ἔδειξεν οὐκ εἰς μακράν.
该句的句式核心是 ἐπεὶ ... ἔδειξεν οὐκ εἰς μακράν(“因为他不久便表明了……”)。充当动词 ἔδειξεν 宾语的 ὅτι 从句(ὅτι γε οὐ καθάπαξ... ἐμέμνητο)被大幅度前置,且其内部嵌套了对照结构(οὐ καθάπαξ... ἀλλά...)与分词结构(στρατοπέδῳ... χρησάμενος),构成语序倒装的长难句。
- 209ἆρʼ οὐκ ἐκεῖνο μὲν οὐκ ἔμελλες ἐρεῖν, ἅτε ὢν μουσικὸς καὶ πάλαι κατεγνωκὼς τοῦ ῥήματος, τὸ ποῖον δὴ λέγω, ὦ μοχθηρὲ μελαγχολᾷς, εἶπες δʼ ἂν οὑτωσί πως
在期待肯定回答的疑问小辞 ἆρʼ οὐκ 之后紧接 οὐκ ἔμελλες ἐρεῖν,构成双重否定:“难道你不是绝不想说出……吗?(=你绝不会说出)”,并通过 μὲν ... δέ 与后半句的虚拟语气(εἶπες δʼ ἂν ... “而大概会这样说吧”)形成鲜明对照。
- 210κἂν εἰ μάχην πεζὴν μέλλων συνάψειν ἐκ τῶν ὑψηλοτέρων ἐπῄει, δειλίαν ὀφλήσειν ἔμελλε.
由 κἂν εἰ 引导的条件句。其归结句中未加 ἄν,仅由 ἔμελλε 搭配将来不定式(ὀφλήσειν)表达过去事态中的虚拟必然性(“难道他就会蒙受……吗?”)。这属于古希腊语中表示应当、必然的动词(如 ἔμελλον, ἔδει 等)在虚拟归结句中常规省略 ἄν 的经典语法现象。
