- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:207-208
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者将萨拉米斯海战确立为人间记忆中最伟大的壮举,并援引阿尔凯奥斯的诗句,为地米斯托克利撤离雅典的决断辩护,指出这并非背弃城邦,而是如戏剧换装般顺应时势。他通过以海代陆战胜薛西斯,为全体城邦民众树立了宁冒万险也绝不蒙羞的英勇典范。
πάντας ἀνθρώπους μεγέθει τόλμης καὶ νίκης σεμνότητι παρελθεῖν. εἰ γὰρ ἓν ἐξ ἁπάντων εἰπεῖν δεῖ τῶν εἰς μνήμην ἡκόντων, μέγιστον ἐκεῖνό τις ἂν τὸ ἔργον λέγοι δικαίως. μόνος δέ μοι δοκεῖ πάντων ἀνθρώπων ἢ κομιδῆ γε ἐν ὀλίγοις δεῖξαι Θεμιστοκλῆς ἀληθῆ τὸν λόγον ὄντα, ὃν πάλαι μὲν Ἀλκαῖος ὁ ποιητὴς εἶπεν, ὕστερον δὲ οἱ πολλοὶ παραλαβόντες ἐχρήσαντο, ὡς ἄρα οὐ λίθοι οὐδὲ ξύλα οὐδὲ τέχνη τεκτόνων αἱ πόλεις εἶεν, ἀλλʼ ὅπου ποτʼ ἂν ὦσιν ἄνδρες αὑτοὺς σώζειν εἰδότες, ἐνταῦθα καὶ τείχη καὶ πόλεις. οὔκουν τῷ γε ἀληθεστάτῳ τῶν λόγων ἐκλιπεῖν τὴν πόλιν ἡγεῖτο, ἀλλὰ μετασκευάζειν ὥσπερ ἐν σκηνῇ πρὸς τὸ παρεστός·1 οὐδὲ γὰρ ἐν τοῖς δράμασιν οὐδένα τῶν ἀγωνιστῶν ἀπολλύναι τὴν ἑαυτοῦ φύσιν, ἐὰν πρὸς τὸ παρὸν μεταμπίσχηται· καὶ τότε τοῖς Ἀθηναίοις ἐπιβάλλειν θαλαττίων σχῆμα προσθέσθαι καὶ δεῖξαι τὴν πόλιν ἐν τούτῳ. διὰ ταῦτα τὴν μὲν χώραν καὶ τοὔδαφος τῆς πόλεως προεῖτο, τὴν δʼ ἀξίαν κάλλιστα ἀνθρώπων διεσώσατο, καὶ πρότερον τείχη καὶ ἑστίας καὶ νεὼς ἢ τὴν τοῦ φρονήματος τάξιν προὔλιπε καὶ ἃ πεπεικὼς αὑτὸν ἦν. ᾔδει γὰρ ὅτι, εἰ μὲν ἐκείνων ἀντέχοιτο καὶ περὶ αὐτὰ φιλοψυχοίη, ταχέως κἀκείνων στερήσεται καὶ τοὺς ἄνδρας αὐτοὺς προσαπολεῖ καὶ πάσας εἰσάπαξ τὰς ἐλπίδας ἐκβαλεῖ, εἰ δὲ τὰς ναῦς προβάλοιτο αὐτῶν καὶ τόν γε αὐτῆς τῆς κρίσεως χρόνον ἐκσταίη, καθάπερ τις ἀγωνιστὴς ἐπʼ ἄθλοις ἀποδημῶν ῥᾳδίως ἤλπιζεν, ὥσπερ τότε τὴν θάλατταν ἀντὶ τῆς γῆς ᾑρεῖτο, οὕτω πάλιν ἐκ τῆς θαλάττης εὑρήσειν καὶ τὴν χώραν καὶ τὴν πόλιν καὶ οὐδὲν χείροσι χρήσεσθαι. ταῦτα δὲ ἐνθυμηθεὶς τοὺς δρομέας ἐμιμήσατο τοὺς ἐκ πολλοῦ τοὺς πρόσθεν αἱροῦντας· καὶ παραχωρήσας οὐ μόνον τῆς Ἀττικῆς, ἀλλὰ καὶ τῆς γῆς ἁπάσης Ξέρξῃ καὶ προλαβεῖν ἐάσας, καὶ τῆς θαλάττης τοσοῦτον ἀπολαβὼν, ὅσον ταῖς ναυσὶν ἤρκει, περιέτρεψεν ἁπάσας αὐτῷ τὰς ἐλπίδας, καὶ τὴν Ἑλλάδα ἐρρύσατο, οὐ ναύτας ἀνθʼ ὁπλιτῶν ἐθίζων Ἀθηναίους εἶναι, οὐδὲ φυγῆς ἐφόδιον τὰς τριήρεις αὐτοῖς ἐξευρὼν, οὐδʼ ἵνα τὸν πάντα χρόνον τὴν θάλατταν οἰκῶσιν, ὥσπερ τὸν Γλαῦκόν φασι τὸν Ἀνθηδόνιον, ἢ τὸν Σάρωνα τὸν ἐπώνυμον τοῦ πελάγους, ἀλλὰ τοὐναντίον πᾶν, ὦ θαυμάσιε, ὅπως μηδὲν πλῆθος τῶν πολεμίων φοβῶνται μηδὲ φεύγωσιν,2 ἀλλὰ κἂν τὴν γῆν ἅπασαν δέῃ προλιπεῖν, κἂν τῶν σωμάτων αὐτῶν ἀποστῆναι, ῥᾳδίως ὑπομένωσιν ὑπὲρ τοῦ κρείττονος, καὶ μὴ τοῖς κτήμασι δουλεύωσι μηδʼ ἱκανὴν πρόφασιν μηδεμίαν νομίζωσι τοῦ γενέσθαι χείρους, μὴ πλῆθος πολεμίων, μὴ ἰσχὺν, μὴ πάντας ἀνθρώπους δουλεύειν συγκεχωρηκότας, μὴ πάντʼ ἄνω καὶ κάτω γιγνόμενα, ἀλλὰ καὶ θάλατταν οἰκειοτέραν καὶ πάντα κίνδυνον ἀνεκτότερον ἡγῶνται τοῦ ζῆν μετʼ αἰσχύνης. τοῦτο καὶ ὁπλίταις ἀγαθὸν παράδειγμα καὶ ἱππεῦσι καὶ τοξόταις καὶ τριηρίταις καὶ πᾶσι πόλεως πληρώμασιν. οὐ χρὴ, φησὶ, τοῖς ἐναντίοις διδόναι τὰ νῶτα οὐδὲ αἰσχρὰν σωτηρίαν ζητεῖν, οὐδʼ ἀφέντας τοὺς περὶ τῶν δικαίων λογισμοὺς ἐφεῖναι τῷ φέροντι, οὐδὲ φεύγειν ὅπως τις μὴ μάχηται. οὔκουν ἔγωγε, φησὶ, φεύγων ᾠχόμην εἰς Ἰταλίαν, οὐδʼ ἐκεῖ πόλιν ἠξίουν οἰκίζειν, καίτοι τῶν μάντεων κελευόντων, ἀλλʼ ἔμενον τὰς τριήρεις ἔχων, οὗ καιρὸς ἦν ὑπὲρ τῆς Ἑλλάδος ἀντιτάξασθαι. καὶ ἐπειδὴ τἀν τῇ γῇ κατείληπτο, ἤρκει μοι τῆς θαλάττης μικρὸν μέρος· καὶ σοὶ, φησὶ, παραινῶ μένειν καὶ σώζειν τὴν τάξιν, ἐάν τε ὁπλιτῶν ἀγῶνα ἀγωνίζῃ ἐάν τέ τινʼ ἱππέων ἄν θʼ ὁντινοῦν. ἐὰν δὲ καὶ πάντων ἐξείργῃ, γενοῦ μοι θαλάττιος
在勇气的伟大与胜利的崇高上超越了全人类。因为倘若必须在所有载入史册的功业中指出一件,人们理应称那桩伟业为最伟大者。 在我看来,唯独地米斯托克利一人,或至少在极少数人之中,证明了诗人阿尔凯奥斯早先所言、后来被众人承袭引用的那句话确为真理:城邦既非石头,亦非木材,更非工匠的技术,而是凡有懂得拯救自身的男子汉存在之处,那里便有城墙与城邦。因此,若依最真实的道理,他并不认为雅典人抛弃了城邦,而是犹如在舞台上根据当下的情境变换装束;因为即便是在戏剧中的演员,若为了眼下的剧情更换服饰,也绝不会丧失他自身的本性;在那时,雅典人正当披上航海者的装束,并将城邦显现于其中。为此,他放弃了国土与城邦的土地,却在世人中以最光彩的方式保全了其尊严;比起放弃自己坚定的志向与深信不疑的信念,他宁可先放弃城墙、家灶与神庙。因为他深知,倘若执着于那些事物并为此贪生怕死,很快就会连同它们一并丧失,并把民众自身也白白葬送,彻底抛弃所有的希望;但倘若以战船作为防线,哪怕仅仅在这决战的关头暂避锋芒,正如奔赴异乡角逐桂冠的竞技者那样,他便轻而易举地寄希望于:正如当时选择海洋而非陆地一样,他也将再次凭借海洋收复国土与城邦,且所享有的绝不逊色于从前。在深思了这些之后,他效仿了那些从远处后发制人、超越前者的奔跑者。他不仅将阿提卡、而且将整片陆地让给薛西斯并任其抢占先机,而自己仅占据足以容纳战船的那一部分海域,便彻底瓦解了他的全部希望,拯救了希腊。这并不是为了让雅典人习惯成为水手而非重装步兵,也不是为了给他们寻找三列桨战船作为逃跑的手段,更不是为了让他们像安忒冬人格劳科斯、或那片海湾得名于其的萨隆传说的那样终生居于海上,而是完全相反——令人赞叹的人啊——乃是使他们面对任何庞大数量的敌人也绝不畏惧、绝不逃跑,哪怕必须抛弃整片土地,甚至舍弃自己的身躯,也能为了更崇高之物坦然承受,不沦为财产的奴隶,也不将任何借口视为堕落的充分理由——无论是敌人的众多、兵力的强盛、全人类都已屈从于奴役,抑或万物颠倒翻转——而是认为哪怕海洋也更为亲近,哪怕任何危险也比带着羞耻活着更容易忍受。这对于重装步兵、骑兵、弓箭手、三列桨战船的水兵,乃至城邦的一切编制阶层而言,都是极好的典范。“绝不可向敌人示弱转背,”他说,“也不可寻求可耻的苟活,更不可放弃对正义的思量而随波逐流,或为了不作战而逃跑。至少我自己,”他说,“绝未在逃亡中远遁意大利,尽管预言者们如此催促,我也未曾打算在那里建城安居;相反,我率领着三列桨战船留守在有良机为希腊列阵抗敌之处。当陆上的一切均被占领之时,大海的一小部分对我便已足够。我也劝勉你,”他说,“无论你是在进行重装步兵的战斗、骑兵的战斗,还是任何一种战斗,都要坚守岗位、保全阵线。但倘若你真的被阻绝于一切之外,那就为我成为航海者吧”
- 207οὔκουν τῷ γε ἀληθεστάτῳ τῶν λόγων ἐκλιπεῖν τὴν πόλιν ἡγεῖτο, ἀλλὰ μετασκευάζειν ὥσπερ ἐν σκηνῇ πρὸς τὸ παρεστός
由主动词 ἡγεῖτο(主语为地米斯托克利)统领两个形成对比的不定词 ἐκλιπεῖν 与 μετασκευάζειν 构成的间接引语结构。不定词的逻辑主语根据上下文为雅典人(或地米斯托克利与其率领的同胞)。该句表明,他认为民众撤出故土并非在最本真的意义上“遗弃”(ἐκλιπεῖν)城邦,而是犹如演员在舞台上更衣般顺应眼前局势“变换装束/形态”(μετασκευάζειν)。
- 208ἀλλὰ τοὐναντίον πᾶν, ὦ θαυμάσιε, ὅπως μηδὲν πλῆθος τῶν πολεμίων φοβῶνται μηδὲ φεύγωσιν
紧接前文一系列否定表目的/手段的表述(οὐ ναύτας... ἐθίζων... οὐδʼ ἵνα...)之后的强烈转折对照句。引导目的从句的连词 ὅπως 统领一连串现在时虚拟式动词(φοβῶνται, φεύγωσιν, ὑπομένωσιν 等),揭示出地米斯托克利的真正目的。
