- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:205-206
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
讲者驳斥了柏拉图指责地米斯托克利让公民登舰是助长逃跑与怯懦的观点,从当时的存亡绝境、阿提卡的地理必然性以及萨拉米斯海战的永恒荣耀出发为其辩护。
πλοίῳ λέγειν καὶ τὴν εὐψυχίαν τὴν αὑτοῦ δεικνύναι καὶ καθήμενον ἔξω τῆς ζάλης ὑπὸ τῷ τειχίῳ· ἃ Πλάτων παντὸς μᾶλλον καλῶς εἰδὼς ἑκὼν ὑπερβαίνει καὶ κατηγορεῖ Θεμιστοκλέους ἐμβιβάσαντος Ἀθηναίους εἰς τὰς τριήρεις, ἐν τούτοις μὲν οὐ τοῖς λόγοις, ἑτέρωθι δὲ, φάσκων αὐτοὺς ἐθισθῆναι φεύγειν ἐκ τούτου καὶ μὴ μάχεσθαι μένοντας. ὡς δὴ σὺ μὲν κἀγὼ πολλὰς τροπὰς ὁπλιτῶν ἐποιησάμεθα, Θεμιστοκλῆς δὲ οὐδὲν ἄλλο ἢ φεύγειν ἠπίστατο.1 ἐγὼ δʼ εἰ μὲν ἦν ἕτερον τρόπον νικῆσαι, ἢ καὶ σωθῆναι τὸ πρῶτον, τάχʼ ἄν τι τούτους ᾤμην εἶναι τοὺς λόγους· ὅτε δʼ ἦν αἵρεσις ἢ ναυμαχοῦντας κρατεῖν, ἢ κατὰ γῆν ἀπολωλέναι, πῶς ἦν ἴσον ἢ τίς ἡ θαυμαστὴ φιλοσοφία τεθνάναι μάτην, ἐξὸν μετὰ τῆς μεγίστης εὐδοξίας σωθῆναι;2 ἀρχὴν δʼ ἔγωγε οὐκ ἐπινοῶ ποῦ διακέκριται κατὰ γῆν μὲν νικῆσαι καλὸν εἶναι, ἐν θαλάττῃ δʼ αἰσχρόν· ἢ τὴν μὲν κρανίαν καὶ τὴν βύρσαν πολλοῦ τινος ἀξίαν εἶναι, τὰ δὲ νήια καὶ τοὺς κωπέας τοῦ μηδενός· ὥσπερ ἂν εἴ τις τὴν θάλατταν ἐξαιροῖ τῶν ὄντων, ἢ μάτην γενέσθαι λέγοι καὶ διαγράφοι τὴν τοῦ Ποσειδῶνος ἀρχὴν δεύτερα τῶν πάντων ἔχουσαν, ὥς φησιν Ὅμηρος. τί οὖν οὐχὶ καὶ περὶ τοῦ σίτου κατηγορήσομεν αὐτῶν, ὅτι χρῶνται ἐπεισάκτῳ τῷ πλέονι καὶ προσδέονται θαλάττης, ἐξὸν τῇ χώρᾳ στέργειν ἣν γεωργοῦσιν, ὦ θειότατε ἀνδρῶν· τοῦτο μὲν ἔστʼ ἀπολωλέναι λιμῷ. καὶ μὴν εἴ γε ἡ τοῦ σίτου κομιδὴ κατὰ θάλατταν αὐτοῖς ἀναγκαῖον καὶ σωτήριον, τῆς αὐτῆς ἕνεκα σωτηρίας καὶ τότε τῇ θαλάττῃ προσεχρήσαντο καὶ προσῆν ἡ τοῦ καλοῦ μερὶς τῇ χρείᾳ. καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ ἔστιν εἰπεῖν ὡς τὸν μὲν σῖτον ἔδει κατὰ θάλατταν αὐτοῖς φοιτᾶν, τῆς δὲ σιτοπομπίας οὐ χρῆν προϊδεῖν ὅπως ἔσονται κύριοι. οὐκοῦν ἔδει τριήρων καὶ τοῦ ναυμαχεῖν ἐπίστασθαι. πῶς οὖν ὁ ταῦτα συμβουλεύων περιειργάζετο, ἢ πῶς οὐχ ἡρμόττετο πρὸς τὴν φύσιν τῆς χώρας, ἵνα καὶ τοῦτο προσθῶμεν; ὅμοιον δʼ ἄν μοι δοκοῦμεν ποιεῖν εἰ ταῦτα κατηγοροῖμεν, ὥσπερ ἂν εἰ καὶ τῇ φύσει τῆς Ἀττικῆς μεμφοίμεθα, ὅτι αὐτὴν ἔχει θάλαττα κύκλῳ μικροῦ πᾶσαν. τί οὖν εἰ τοῖς κρείττοσιν οὕτως ἔδοξεν; ἀλλʼ ὅμως ἐῶ ταῦτα Πλάτωνος χάριν. ἔστω τὸ γειτόνημα ἁλμυρὸν, ὥς φησιν. εἰ μὲν τοίνυν Θεμιστοκλῆς νίκην ἀντὶ νίκης ἠλλάττετο, ἠδίκει τοὺς ναυπηγοὺς ἀντὶ τῶν δορυξόων κοσμῶν; καίτοι καὶ τὸ τῆς ναυμαχίας ἔργον εἰς τοὺς ὁπλίτας δή που τοὺς ἐπὶ τῶν καταστρωμάτων ἀφίκετο· ὧν τοὺς πλείους εἶναι χρὴ δοκεῖν τῶν Μαραθῶνι κινδυνευσάντων. εἰ δὲ διπλοῦν ἀνθʼ ἁπλοῦ τότε κίνδυνον μετέλαβον, τὸν μὲν πρὸς τοὺς πολεμίους, τὸν δὲ κατʼ αὐτὴν τὴν θάλατταν, οὐδὲν οἶμαι ταύτῃ φαυλότεροι. ἀλλʼ ἔγωγε καὶ ταύτας ἀφαιρῶ τὰς προσθήκας. ἔστω πᾶν ἁμάρτημα, εἴ τις ἄλλος πόρος ἦν τοῖς πράγμασι σωτηρίας. εἰ δʼ ἅπασα μὲν ἡ γῆ κατείληπτο, ἐπέρρει δὲ ὥσπερ θαλάττης ἐπίκλυσις ἡ στρατιὰ, πάντα δὲ ἄρδην ἀνηρπάζετο, ἀναβλέπειν δὲ οὐκ ἦν, ἀλλʼ οἱ μὲν ἑκόντες προσετίθεντο, οἱ δὲ ἄκοντες ἤγοντο, οἱ δʼ ἔφευγον εἰς τὸ εἴσω τῆς Ἑλλάδος ἀεὶ, μόνοι δʼ ἔξω κατελείποντο Ἀθηναῖοι, πρὸς δὲ τούτοις ἐκάλουν μὲν κἀνταῦθα τῶν πραγμάτων ὄντων τοὺς ἐν τῇ συμμαχίᾳ, καὶ προκινδυνεῦσαι τῶν ὑπολοίπων ἐκέλευον μεθʼ ἑαυτῶν ἀπαντήσαντας εἰς τὴν Βοιωτίαν, ὑπήκουε δὲ οὐδεὶς, ἀλλʼ ἐν τοῖς στενοῖς οὐ τῆς Πελοποννήσου μόνον, ἀλλὰ καὶ τῶν ἐλπίδων ἐκάθηντο, ἀπέκειτο δὲ μήτε γῆς μήτε θαλάττης εἶναι μηδαμοῦ, τί ταῦτα τοὺς Ἀχαιοὺς ἀπὸ τοῦ πύργου κρίνομεν;3 ἢ τί τὰ μηδαμῆ συμβαίνοντα κατηγοροῦμεν; ἐγὼ μὲν οὐ τοσαύτην αἰσχύνην ἔχειν ἡγοῦμαι τὴν ἐν Σαλαμῖνι ναυμαχίαν, ὥσθʼ αἱρετώτερον εἶναι πρὸ αὐτῆς ἀπολωλέναι, ἀλλὰ μᾶλλον τοῦ βίου καὶ τῆς σωτηρίας τῆς εἰς ἐκεῖνον τὸν χρόνον τοῦτο φήσαιμʼ ἂν ὡσπερεὶ κέρδος τοῖς τότε συμβῆναι,4 τὸ κατεργάσασθαι πρᾶγμα τοσοῦτον καὶ στῆσαι τρόπαιον κοινὸν ἁπάντων ἀνθρώπων ὡς εἰπεῖν καὶ κατὰ παντὸς τοῦ χρόνου. δοκοῦσι γὰρ ἔμοιγε οὐ μόνον τοὺς ἀνταγωνιστὰς νικῆσαι τῇ τόθʼ ἡμέρᾳ, οὐδὲ τοὺς παρόντας τῶν Ἑλλήνων, ἀλλὰ καὶ
在大海之中谈论船上之人,与坐在风暴之外的小墙底下展示自己的勇气,并不是一回事。柏拉图比任何人都更清楚这一点,却故意略过不提,反而指责地米斯托克利让雅典人登上三列桨战船——并非在这些对话中,而是在别处——声称他们由此习惯了逃跑,不再坚守阵地作战;就好像你和我曾多次击溃重装步兵的方阵,而地米斯托克利除了逃跑之外一无所知似的!就我而言,倘若原本有别的途径可以获胜,或者哪怕首先得以保全性命,我或许还会认为这些言论有些许道理;但是,当抉择仅仅在于要么通过海战取胜,要么在陆上灭亡之时,白白送命怎么可能是合理的,或者说,在本可以带着无上威名获得拯救的时候白白死去,算得上什么高超的哲学呢?我根本想不通,在何处曾划定过界限,说在陆上获胜是高尚的,在海上获胜就是可耻的;抑或山茱萸木枪与生牛皮盾价值连城,而船材与制桨木料却分文不值;这无异于有人要把大海从万有之中剔除,或者说大海是徒然产生的,并抹消波塞冬的统治权——正如荷马所说,他的统治权在万物中位列第二。既然如此,最神圣的人啊,我们为什么不也就粮食问题指责他们,说他们大部分使用进口粮食并依赖大海,而本可以安于耕种自己的土地呢?那无非意味着饿死!况且,如果经由海路运输粮食对他们而言是必不可少且性命攸关的,那么正是为了同样的保全,他们当时才借助了大海,而荣耀的份额本就伴随着这种必需。此外,也绝不能说粮食应当通过海路运抵他们手中,而他们却不必预先考虑如何掌控运粮船队。因此,拥有三列桨战船并通晓海战乃是势在必行。 那么,提出这些建议的人怎么能算作多管闲事,或者说,再加上这一点,他又怎么能说没有顺应国土的本性呢?在我看来,如果我们提出这些指责,就如同去责怪阿提卡的自然风貌,因为大海几乎将它全境环绕在内。若是更高的神明意愿如此,又能怎样呢?不过,看在柏拉图的面子上,我暂且搁置这些。就依他所言,承认这个邻居是‘苦咸的’吧。那么,即使地米斯托克利是用一场胜利换取了另一场胜利,他尊崇造船工匠而非削矛工匠,难道就犯了过错吗?何况海战的功业无疑最终还是落在了甲板上的重装步兵身上;应当认为他们当中的大多数人正是曾在马拉松冒过生命危险的勇士。倘若他们当时承受了双重而非单一的危险——既要面对敌人,又要面对大海本身——我认为他们绝不会因此而稍显逊色。然而,我甚至愿意抛开这些补充论据。如果局势真有其他求生之道,就算这一切全是过错吧。但是,如果整片土地已被占领,敌军如海啸般涌来,一切都被彻底洗劫,人们甚至无法抬头,有的自愿归顺,有的被迫顺从,有的不断逃往希腊腹地,唯独雅典人被孤立在外;除此以外,即便在局势到了这般地步之时,他们仍召唤同盟中的邦国,敦促他们赶赴波奥提亚与自己会合,为其余众人率先承担危险,却无一人听从,反而不仅蜷缩在伯罗奔尼撒的狭隘隘口,更蜷缩在希望的狭隘之中,注定无论陆地还是海洋都无立足之地——既然如此,我们凭什么如同坐在城楼上评判阿喀亚人那样评判他们呢?又为何要指责那些绝不可能发生之事呢?在我看来,萨拉米斯海战绝不带有如此的羞耻,以至于在它之前灭亡反倒更值得选择;相反,我要说的是,在那时的生命与保全之外,这对当时的人来说犹如一份额外的斩获:成就了如此伟大的功业,并树立了一座可以说属于全人类且跨越一切时代的共同战利品碑。因为在我看来,他们在当天的日子里不仅战胜了对手,不仅战胜了在场的希腊人,而且还
- 205ὡς δὴ σὺ μὲν κἀγὼ πολλὰς τροπὰς ὁπλιτῶν ἐποιησάμεθα, Θεμιστοκλῆς δὲ οὐδὲν ἄλλο ἢ φεύγειν ἠπίστατο.
连词 ὡς 与小品词 δή 连用,引出一种讽刺性的、虚妄的假设(“就好像……似的”)。此反讽构文生动突显了批评者脱离实际、纸上谈兵以指责地米斯托克利的荒谬性。
- 205ἐξὸν μετὰ τῆς μεγίστης εὐδοξίας σωθῆναι
非人称动词 ἔξεστι 的中性单数宾格分词 ἐξόν 构成非人称宾格绝对独立结构(accusative absolute),表示让步(“在本可以……的情况下”),与前文的不定词短语 τεθνάναι μάτην(“白白送命”)形成鲜明对照。
- 206τί ταῦτα τοὺς Ἀχαιοὺς ἀπὸ τοῦ πύργου κρίνομεν;
该典故出自《伊利亚特》卷三的“城楼观战”(Teichoskopia),即海伦在特洛伊城楼高处俯瞰并评点阿喀亚军队的场景。此处作为成语,指身处安全高处之人脱离危险、对冒死拼搏的当事者妄加评判。
- 206τοῦ βίου καὶ τῆς σωτηρίας τῆς εἰς ἐκεῖνον τὸν χρόνον τοῦτο φήσαιμʼ ἂν ὡσπερεὶ κέρδος τοῖς τότε συμβῆναι
属格短语 τοῦ βίου καὶ τῆς σωτηρίας... 修饰名词 κέρδος,表示在当时的性命与保全之外所获得的“额外收获/增益”。后文带冠词的不定词短语 τὸ κατεργάσασθαι...(“成就了如此伟业”)则是该不定词从句的同格实际主语。
