- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:203-204
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者引用柏拉图《第八封信》中主张以王位封赏叙拉古解放者的论述,与米勒提阿得斯和地米斯托克利不求私利拯救全希腊的伟绩相对比,痛斥柏拉图将这两位雅典领袖贬低为城邦仆役的自相矛盾。
καὶ μὴν ὅτι γε οὐκ ἄτιμον οὐδὲ τοῦ τυχόντος ἀνδρὸς ἐλευθερῶσαι πατρίδα, μὴ ὅτι γε τὴν Ἑλλάδα,1 αὐτὸς Πλάτων, εἰ δὲ βούλει Δίων, ὑπάρχει μάρτυς, ἐπεὶ καὶ ταῦτα τῆς ἐκείνου ῥήσεως ἐπὶ δὲ τούτοις ξύμπασιν ἀδόλῳ γνώμῃ καὶ ὑγιεῖ μετὰ τῶν θεῶν βασιλέα στήσασθε πρῶτον μὲν τὸν ἐμὸν υἱὸν χαρίτων ἕνεκα διττῶν, τῆς τε παρʼ ἐμοῦ καὶ τῆς παρὰ τοῦ ἐμοῦ πατρός. ὁ μὲν γὰρ ἀπὸ βαρβάρων ἠλευθέρωσεν ἐν τῷ τότε χρόνῳ τὴν πόλιν, ἐγὼ δὲ ἀπὸ τυράννων νῦν δὶς, ὧν αὐτοὶ μάρτυρες ὑμεῖς γεγόνατε. ἆρʼ ὀλίγου τινὸς ἢ φαύλου τίθησι Πλάτων ἐλευθέραν ποιῆσαι πόλιν, ἢ μέλλουσαν ἄλλων ἔσεσθαι κωλῦσαι; ὅτε τοίνυν καὶ βασιλείαν ἄξιον ἀντὶ τούτου διδόναι, καὶ ταῦτά γε τοῖς ἐκγόνοις, καὶ μικροῦ τῆς ἐλευθερίας αὐτοῖς παραχωρῆσαι, διότι αὐτῶν οἱ πρόγονοι τὴν ἐλευθερίαν ἐφύλαξαν, ἦ που τούς γε αὐτοὺς ἐλευθερώσαντας οὐ μόνον τοὺς πολίτας, ἀλλὰ καὶ σύμπαν τὸ τῶν Ἑλλήνων γένος ἕν τι τῶν δεινοτάτων,2 μηδʼ αὐτοῦ τοῦ δοκεῖν ἐλευθέρους εἶναι μετέχειν ἐᾶν, ἀλλʼ ἣν ἔργῳ τοῖς ἄλλοις διετήρησαν, ταύτης αὐτοὺς τὸ γιγνόμενον τῆς ἐλευθερίας ἀφαιρεῖσθαι. φέρε δὴ κἀκεῖνο σκεψώμεθα, ὅσῳ καὶ κατὰ τοῦτο Μιλτιάδης καὶ Θεμιστοκλῆς Δίωνος δικαιότεροι καὶ βελτίους τὰ πολιτικὰ καὶ τὸ ἴσον μᾶλλον φυλάττοντες, εἴ γε οἱ μὲν ἀντʼ ἐκείνων τῶν ἔργων οὐδὲν πλέον ᾔτησαν οὔθʼ αὑτοῖς οὔτε παισὶν, ἀλλʼ ἐξαρκεῖν ὑπελάμβανον εὖ πεποιηκέναι τοὺς Ἕλληνας, Δίων δὲ, ὡς σὺ φῂς, καὶ τοιούτων δωρεῶν προσεδεῖτο, ἐν αἷς ἦν ἀκούειν τῶν ἐξ ἐκείνου τοὺς ἄλλους, μὴ ἐφʼ ἑκάστου τῶν καιρῶν μηδʼ ἐπὶ τῶν πραγμάτων αὐτῶν, ὅτι βέλτιον τῶν ἄλλων φρονοῦσιν ἢ λέγουσι πειθομένους, ἀλλʼ εἰσάπαξ στησαμένους βασιλέας, κἂν εἴ τινες αὐτῶν βελτίους ἐνεῖεν. ἆρʼ οὐ πανταχόθεν σαυτὸν ᾕρηκας; ὅπου γε δὴ καὶ τῆς ἰσότητος καὶ τῆς γεωμετρίας ἐκεῖνοι μὲν οὑτωσὶ μνημονεύοντες φαίνονται, Δίων δʼ οὐχὶ, οὐδʼ οἱ Δίωνος παῖδες, καὶ ταῦτα ὁμιλήσαντες τῷ δεινοτάτῳ γεωμετρίαν Πλάτωνι. τρίτον δὲ φησὶν ἡ ἐπιστολὴ προκαλεῖσθαι χρὴ βασιλέα γίγνεσθαι Συρακουσῶν ἑκόντα ἑκούσης τῆς πόλεως τὸν νῦν τοῦ τῶν πολεμίων ἄρχοντα στρατοπέδου, Διονύσιον τὸν Διονυσίου, ἐὰν ἐθέλῃ ἑκὼν εἰς βασιλέως σχῆμα ἀπαλλάττεσθαι, δεδιὼς μὲν τὰς τύχας, ἐλεῶν δὲ πατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν καὶ τάφους, μὴ διὰ φιλονεικίαν πάντως πάντʼ ἀπολέσῃ βαρβάροις ἐπίχαρτος γενόμενος. εἰ τοίνυν καὶ τῷ τοῦ τυράννου παιδὶ καὶ τῷ τοῦ τῶν πολεμίων ἄρχοντι στρατοπέδου καιρόν ἐστιν ἔχον3 διαλλάττεσθαι, ἐὰν βούληται βασιλεὺς ἀντὶ τυράννου γίγνεσθαι, ἐλεήσας πατρίδα καὶ ἱερῶν ἀθεραπευσίαν καὶ τάφους, ἦ που τοῖς γε τῶν Ἑλλήνων εὐεργέταις καὶ διʼ οὓς ἱερὰ καὶ τάφοι καὶ πάντα ἐσώθη καὶ οὐκ ἐπίχαρτος ἡ Ἑλλὰς τοῖς βαρβάροις ἐγένετο, εἰκὸς ἦν σπείσασθαι, καὶ τήν γε βλασφημίαν αὐτοῖς ἀνεῖναι, εἰ καὶ μηδὲν εἶχεν ἔργῳ νεῖμαι πλέον. φέρε γὰρ πρὸς θεῶν εἰ ὅτε ἦν ἐκεῖνα τὰ πράγματα, ὁ Θεμιστοκλῆς καλούντων αὐτὸν τῶν Ἀθηναίων καὶ βοηθεῖν ὅ τι ἔχοι κελευόντων, ἄλλο μὲν οὐδὲν ᾔτησε, μήτε τυραννίδα μήτʼ ἔννομον βασιλείαν, τοσοῦτον δὲ μή τι διάκονός γε ὑπʼ αὐτῶν κληθῆναι,4 μηδὲ τοιοῦτον ὄνειδος λαβεῖν, ἐὰν καταστήσῃ τὰ πράγματα αὐτοῖς, εἰ παρὼν ἔτυχε Πλάτων, τί ἂν τοῖς Ἀθηναίοις συνεβούλευσεν ὁ τοῖς Συρακοσίοις ταῦτα συμβουλεύων; ἆρʼ οὐ μετρίαν νομίσαι τὴν πρόκλησιν τοῦ Θεμιστοκλέους καὶ δοῦναι τὴν χάριν; ἐμοὶ μὲν γὰρ κἂν προσηγγυῆσθαι δοκεῖ ταῦτα ὑπὲρ τῆς πατρίδος. οὐκοῦν ἄτοπον μελλόντων μὲν ἔσεσθαι τῶν ἔργων καὶ ὅπως πραχθείη καὶ μόνον ταῦθʼ ὑπὲρ πάντων ὑπισχνεῖσθαι, ὄντων δὲ καὶ πεπραγμένων καὶ τῆς ἀρετῆς τῆς ἐκείνου φανερᾶς ἅπασιν Ἕλλησι καὶ βαρβάροις γεγονυίας, ὅμως ὑβρίζειν ἐπιχειρεῖν, καὶ μήθʼ ἱερὰ μήτε τάφους αἰσχύνεσθαι μήτʼ ἐπιγράμματα, ἀλλὰ κακῶς λέγειν ὃν ἐπαινεῖν βουληθέντα τῆς ἀξίας ἔργον ἦν τυχεῖν; καὶ μὴν οὐχ ὅμοιον ἐν μέσῃ τῇ θαλάττῃ περὶ τῶν ἐν τῷ
此外,解放祖国——更不用说解放希腊了——绝非不名誉之事,亦非寻常之辈所能为,对此柏拉图本人,或者如果你愿意的话,狄翁,便是一个明证;因为以下这番话也出自他的演说: “在这一切之上,当以纯全健全的心意,在诸神的庇佑下,首先立我的儿子为王,这是因着双重的恩惠:一则来自我,一则来自我的父亲。因为他在当年的时代把城邦从蛮族手中解救出来,而我如今则两度把城邦从僭主手中解救出来,对此你们自己正是见证人。” 那么,难道柏拉图把使城邦获得自由、或是阻止城邦沦入他人之手看作微不足道或卑小之事吗?既然因着这一功绩甚至值得奉上王位,并且还是封予后代,并且因其先祖捍卫了自由而几乎把自由让给他们,那么,对于不仅解放了本邦公民、更亲自解放了整个希腊民族的人,竟连享有自由之名都不予准许,反而从他们手中剥夺他们实际上为他人所捍卫的那份自由,这难道不是最骇人听闻的事之一吗?来吧,让我们再考察这一点:在这方面,米勒提阿得斯与地米斯托克利比狄翁不知公正多少、在政治上卓越多少、更恪守平等多少——假若他们为了那些功业,既未为自己也未为子女要求任何额外的酬劳,反而认为造福希腊人便已心满意足;而正如你所言,狄翁却还额外索求这般的奖赏:他人必须听命于他的后代,不是在每个关头以及事情本身上因信服他们在思想或言论上优于他人而听从,而是一劳永逸地将他们立为国王而听从,即便在臣民中存在着胜过他们的人。你难道不是在各个方面彻底击败了你自己吗?因为显而易见,前者以这种方式恪守平等与几何学,而狄翁则不然,狄翁的孩子们亦不然,而且他们还是在结交了在几何学上最登峰造极的柏拉图之后如此的。 “第三,”书信中说道,“应当敦请如今统领敌军阵营的狄奥尼修斯——即狄奥尼修斯之子——在城邦甘愿的前提下自愿成为叙拉古的国王,只要他愿意自愿退守到国王的身份,畏惧命运的无常,怜悯祖国、圣所之废弃以及陵墓,以免因好胜之争彻底毁灭一切并成为蛮族的笑柄。” 既然对于僭主之子、统领敌军阵营之人,只要他因怜悯祖国、圣所之废弃和陵墓而愿意弃僭主之位改任国王,与之和解便被视为合乎时宜;那么对于希腊人的恩人、那些使圣所、陵墓与一切得以保全、使希腊未沦为蛮族笑柄的人,即便在实际上无从再赋予他们更多奖赏,与之媾和并免除对他们的诋毁,岂不更是理所应当的吗?凭诸神的名义请说:假若在当年那些事态发生的时刻,雅典人召唤地米斯托克利并敦请他竭尽所能施以援手之时,他未曾提出任何其他要求,既不要僭主权柄,亦不要合法的王权,而仅要求若他为他们整顿好局面,便绝不被他们称作仆从,亦不蒙受如此耻辱——假若柏拉图当时在场,这位曾给叙拉古人提出那般建议的人,又会给雅典人提出怎样的建议呢?难道他不会认为地米斯托克利的请求十分适度,并答应施与这份恩惠吗?在我看来,他甚至会为了祖国而亲自担保这些条件。那么,在功业尚属未来、将如何成就尚不可知之时,为求万全仅承诺这一点;而在功业已然成就、他的德性已在所有希腊人与蛮族面前昭然若揭之后,却仍旧企图施加侮辱,既不顾忌圣所,亦不顾忌陵墓与碑文,反而恶语中伤一位纵使人们竭力赞颂也难以企及其价值的人物,这岂不是荒谬绝伦之事吗?况且,在大海之中关乎船上之人
- 203μὴ ὅτι γε τὴν Ἑλλάδα
成语习惯表达 μὴ ὅτι 意为“更不用说”、“毋庸论及”(相当于拉丁语 ne dicam)。在此表示层递:“解放祖国固然如此,更不用说解放整个希腊了”。
- 203ἦ που τούς γε αὐτοὺς ἐλευθερώσαντας ... ἕν τι τῶν δεινοτάτων
由叹词 ἦ που(“诚然、必定”)引导的感叹判断句。谓语是 ἕν τι τῶν δεινοτάτων [ἐστίν](“是最骇人听闻的事之一”),其后所统领的“对格+不定词”结构(τούς γε αὐτοὺς ἐλευθερώσαντας... μηδʼ ... ἐᾶν, ἀλλʼ ... ἀφαιρεῖσθαι)充当其主语从句。
- 204καιρόν ἐστιν ἔχον
由现在分词 ἔχον 与系动词 ἐστίν 构成的迂回表达(periphrasis),等同于 καιρὸν ἔχει(“是合乎时宜的”),其后接的不定词 διαλλάττεσθαι 充当真正的主语。
- 204διάκονός γε ὑπʼ αὐτῶν κληθῆναι
此处化用了柏拉图《高尔吉亚篇》(517b-c)中将雅典伟大政治家贬称为城邦“仆役/侍者”(διάκονοι)的名言。在句法上,不定词短语 μή τι διάκονός γε... κληθῆναι 与 τοσοῦτον(“仅仅这一点”)同格,作为前文谓语 ᾔτησε(“请求”)的宾语。
