← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§201-202

柏拉图的自相矛盾与雅典所捍卫的自由

作者援引柏拉图在后文(如书简中)对先祖拯救希腊之功的赞颂,指出其与贬低雅典政治家的自相矛盾。他论证了雅典人拒绝屈服于蛮族并捍卫自由的完全正当性,并辩明他们所奠定的自由并非放纵,而是植根于正义与节制的中道之德。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§201

οὐκοῦν ἐν τούτοις ἐπαινεῖ τοὺς τῆς σωτηρίας αἰτίους τοῖς Ἕλλησι καταστάντας, καὶ χάριτάς γέ φησι δεῖν ἐκτίνειν αὐτοῖς, καὶ ταύτας οὐ φαύλας, ἀλλʼ οἵας οὐδʼ ἂν αὐτὸς ἄν τις ῥᾳδίως αἰτήσειε, καὶ πρὸς τὸν δυσχεραίνοντά φησιν ὅτι τὸ μέγιστον ἔσωσαν οἱ πρόγονοι ἀπὸ βαρβάρων τοὺς Ἕλληνας. οὐκοῦν ἢ ʼκεῖνʼ ἀπαλείφειν προσῆκεν, ἢ ταῦθʼ ὑπʼ ἐκείνων ἐξελήλεγκται. οὐ γὰρ ἐκεῖνό γʼ ἔστιν εἰπεῖν ὡς τοῖς μὲν τοὺς ἐν Σικελίᾳ σεσωκόσι τῶν Ἑλλήνων χάριτας καὶ δωρεὰς εἰκὸς ὑπάρχειν, τοῖς δʼ ἅπασαν μὲν τὴν ἀρχαίαν Ἑλλάδα, καὶ τῆς δʼ αὐτῆς ὁδοῦ1 τῆς πολιτείας καὶ Σικελίαν καὶ Ἰταλίαν καὶ τοὺς ὅπου δὴ γῆς καὶ θαλάττης Ἕλληνας, τούτοις οὐδὲ λόγου δεῖ μετεῖναι φιλανθρώπου, οὐδʼ ὡς χρηστοί γʼ ἦσαν ἀκούειν ὑπάρχειν. καὶ μὴν αὐτός γε σὺ φῂς οὐ τῶν ἐν Κυρήνῃ μᾶλλον ἢ τῶν Ἀθήνησι κήδεσθαι. εἶτα σὺ τοῖς ἐκγόνοις αὐτῶν ἐφεὶς λέγειν περὶ δωρεῶν, αὐτοὺς κακῶς λέγειν ἠξίωσας, καὶ ἅμα μὲν τοὺς τυράννους ἐλέγχεις, ἅμα δὲ τοὺς τῆς ἐλευθερίας αἰτίους τοῖς Ἕλλησι ψέγεις. κἀνταῦθα ὁ κολοφὼν τοῦ λόγου, ὡς οὐδʼ ἡ ἐλευθερία πάνυ τι σεμνὸν, ἀλλὰ καὶ πολλοῖς ἄμεινον ἀκούειν ἑτέρων2 ἢ ἐλευθέροις εἶναι. καλῶς. ἆρʼ οὖν καὶ τότε τοῖς Ἀθηναίοις ἄμεινον ἦν ἀκοῦσαι; καὶ μὴν οὐ πόρρωθεν, ἀλλʼ ἐξ αὐτῶν ὧν ἔπραττον ἄξιοι τῆς ἐλευθερίας ὄντες ἐδείκνυσαν. ἔτι δʼ οὐ Διοσκούροις, οὐδὲ Θησεῖ τῷ Ποσειδῶνος, οὐδʼ Ἡρακλεῖ τῷ κοινῷ πάντων προστάτῃ, οὐδὲ τοῖς ἀρίστοις καὶ δικαιοτάτοις τῶν ἡμιθέων ὑπακοῦσαι κίνδυνος ἦν, ἀλλʼ ἀνθρώποις ὕβρεων καὶ κακῶν μεστοῖς, ὑφʼ ὧν ἀγαθὸν μὲν οὐδʼ ὁτιοῦν ἔμελλον δή που μαθήσεσθαι, πάντα δὲ πείσεσθαι τὰ αἴσχιστα καὶ δεινότατα. ὥστε πῶς οὐκ ἂν αἴσχιστα πραγμάτων συνέβη, εἰ πρότερον τοὺς Ἡρακλείδας εἰς ἐλευθερίαν ἀφαιρούμενοι3 τότʼ αὐτοὶ τοῖς βαρβάροις ὑπέκυψαν ἐν φαύλῳ θέμενοι; ἀλλὰ μὴν εἰ μήτʼ αὐτοὶ δουλεύειν ἄξιοι μήθʼ οἱ ἐπιόντες βελτίους ἐκείνων, ὅ τε κίνδυνος περὶ τῶν ἐσχάτων κρατηθεῖσι, πῶς οὐκ ἐνταῦθα εἴπερ που καιρὸς ἦν δεῖξαι δουλείαν θανάτου μᾶλλον πεφοβημένους; ἐπιθήσω γὰρ τὰ Πλάτωνος αὐτοῦ ῥήματα. εἰ δὲ τοῦτο παντὶ γνώριμον καὶ πᾶσι ταῦτʼ ἦν ἄριστα καὶ σπουδαιότατα καὶ μόνα τοῦ λόγου τοῦ βελτίονος καὶ τῆς πολιτικῆς ἀρετῆς, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐπʼ ἔσχατον ἥκοντα, πῶς τούς γε εἰς ταῦτα παρασχόντας ἑαυτοὺς καὶ βεβαιώσαντας ἅπασι μετὰ τῆς σωτηρίας τὴν ἐλευθερίαν ὀλίγου τινὸς ἀξίους ἢ τοῖς πολίταις ἢ τοῖς Ἕλλησι νομιστέον; καὶ μὴν οὐδʼ ἀνειμένην γε τὴν ἐλευθερίαν ἐποίησαν αὐτοῖς· οἵ γε πρὸς μὲν τοὺς βαρβάρους οὕτως εἶχον ὥστε μηδὲ φωνὴν ἐθέλειν ἀκούειν, πρὸς δὲ τοὺς Ἕλληνας οὕτω κοινῶς καὶ φιλανθρώπως ὥσθʼ εἶξαν τῆς ἡγεμονίας ἑκόντες Λακεδαιμονίοις, προέχοντες πλεῖστον ὁπόσον4 αὐτῶν. καὶ γάρ τοι παρʼ ἑκόντων πάλιν αὐτὴν τῶν Ἑλλήνων ἐκομίσαντο. οὕτως οὐκ ἄνευ δικαιοσύνης οὐδὲ σωφροσύνης, ὦ Πλάτων, ἐνέπλησαν τὴν πόλιν συμμάχων καὶ φόρων καὶ φλυαριῶν, ὡς σὺ φῂς, ἀλλʼ ἀπὸ σώφρονος καὶ δικαίας καὶ θαυμαστῆς ἀρξάμενοι τῆς ἀρχῆς, καὶ τοὺς τῆς ἐλευθερίας ὅρους κάλλιστα ἐφύλαξαν, μέσην αὐθαδείας καὶ ταπεινότητος ἄγοντες5 τοὺς πολίτας, καὶ οὐ τὴν ἀνέδην, οὐδὲ ἣν οὑτωσί τις ἂν φήσειεν ἐλευθερίαν εἰσάγοντες, ἀλλὰ τὴν μετὰ τοῦ δικαίου καὶ τοῦ σωφρονεῖν.

因此,在这些话中,他赞扬了那些成为希腊人拯救成因的人,并声称必须向他们报以感恩,而且这感恩绝非寻常,乃是任何人自身都难以轻易企求的那种;并且他对不满者说,先祖们从蛮族手中拯救希腊人是最伟大的功业。因此,要么理当涂抹掉那先前的言论,要么这些话已被那些言论所驳倒。因为绝不能说:对于在西西里拯救了希腊人的人,合当享有感恩与奖赏;而对于拯救了整个古希腊、并在政制的同一路径中也拯救了西西里、意大利以及陆上和海上无论何处的希腊人的人,这些人却连一句人道的言辞都不配分得,连被称作贤德之人的名声也不配享有。更何况你自己就说过,你关照昔兰尼的人并不甚于关照雅典的人。继而,你既准许他们的后裔谈论奖赏,却又自以为有权恶语中伤他们本人;你一方面驳斥僭主,另一方面却又责难那些为希腊人带来自由的人。在此便达到了论证的顶峰(极端之辞):自由根本不是什么了不起之物,对许多人而言,听命于他人反倒胜过做自由人。 很好。那么难道在当时,对雅典人而言听命服从也是更好的吗?然而,他们并非从远处,而是从他们所实行的功业本身,证明了自己配享自由。此外,当时面临的危险并非是要顺从狄奥斯库洛伊兄弟、波塞冬之子忒修斯、万民的共同保护者赫拉克勒斯,或是最优秀最正义的半神,而是要顺从充满了狂暴与恶念的凡人——从这些人身上他们当然决不可能学到丝毫美善,却注定要遭受一切最可耻、最可怕的磨难。因此,倘若他们先前曾把赫拉克勒斯的后代解救到自由之境,当时自己却等闲视之而屈服于蛮族,岂不会成为万事中最可耻者?然而,如果他们自身既不配沦为奴隶,来犯者又绝不比他们更优秀,而且一旦被征服,危险便关乎万劫不复的极端境地,那么此时此刻,如果真有任何时机的话,岂不正是昭示他们畏惧奴役甚于畏惧死亡的时机吗?——因为我将在此借用柏拉图本人的原话。假若此事对所有人而言都是昭然若揭的,且在众人眼中这些功业是最好、最崇高、且说实话唯一达到了更高之理性与公民德性顶峰的事迹,那么对于将自身奉献于这些事、并随拯救一道为所有人巩固了自由的人,又怎能认为他们对公民或对希腊人而言仅有微不足道的价值? 不仅如此,他们也并未给民众带来放任无度的自由。他们对待蛮族态度坚决,甚至不愿听其声音;而对待希腊人则如此大度友善,以至于尽管自身在极大的程度上远超对方,却甘愿将领导权让予拉刻代蒙人。正是因此,他们后来又从心悦诚服的希腊人手中收回了这领导权。因此,柏拉图啊,他们绝非像你所说的那样,毫无正义与节制地使城邦充斥着盟友、贡税与废话,而是始于节制、正义与令人赞叹的开端,最完好地维护了自由的界限,引导公民走在傲慢与卑屈的中道上,引入的既非放纵的自由,亦非任何人随口便称之为自由的那种东西,而是伴随着正义与节制的自由。

语法注5 条
  1. 201τῆς δʼ αὐτῆς ὁδοῦ

    副词性属格,意为“在同一途径中”或“顺便、一并”。与前文的 τοῖς μὲν τοὺς ἐν Σικελίᾳ σεσωκόσι 相对,在 τοῖς δʼ 之后承前补充省略的 σεσωκόσι,指他们不仅拯救了本土,亦在同一种城邦政制的实践进程中一并拯救了西西里与意大利的同胞。

  2. 201ἀκούειν ἑτέρων

    ἀκούω 接属格,意为“听命于、服从他人”。语境中与 ἐλευθέροις εἶναι(做自由人)形成鲜明对照,并引出紧接着的 ἄμεινον ἦν ἀκοῦσαι 及 ὑπακοῦσαι。

  3. 202εἰς ἐλευθερίαν ἀφαιρούμενοι

    法律与惯用习语(相当于拉丁语的 vindicare in libertatem),中动相 ἀφαιρούμενοι 意为“从束缚中解救到自由之境”。指雅典从欧律斯透斯的逼迫下解救赫拉克勒斯后裔的神话典故。

  4. 202πλεῖστον ὁπόσον

    关系词 ὁπόσον 与最高级副词 πλεῖστον 构成的惯用搭配(相当于拉丁语的 immane quantum 或 quantum maxime),意为“极其”、“大幅度地”,用于加强 προέχοντες(超越、优于)。

  5. 202μέσην αὐθαδείας καὶ ταπεινότητος ἄγοντες

    以 τοὺς πολίτας 作为 ἄγοντες 的宾语,μέσην 作为表示方向与路径的补足语(实质上蕴含了内面宾格 ὁδόν 的省略),意为“引导公民走在傲慢与卑微的中道上”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:201-202