← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§199-200

援引父母医者之恩为救国者所作的辩护

辩者通过将米太雅德与地米斯托克利保全并升华希腊的伟绩类比于父母的生养之恩及医者的拯救之功,为二人辩护,并引用柏拉图自身的文字指斥其将二人贬为谄媚者的自相矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§199

δύναμις ἀνθρώπου, διακονῆσαι τοῖς κρείττοσι. τοῦτʼ οὖν, ὦ θεία κεφαλὴ, προσήκει λέγειν, κἀγὼ φαίην ἂν ἐκείνους γενέσθαι τοὺς ἄνδρας ὑπηρέτας καὶ διακόνους, οὐ τοῦ δήμου τῶν Ἀθηναίων, πόθεν; οὐδʼ ἀνθρώπων οὐδενὸς, εἰ μὴ τὸ προεστάναι καὶ τὸ κελεύειν διακονεῖν καὶ ὑπηρετεῖν εἶναι δεῖ λέγειν.1 ἔτι τοίνυν οὐδὲ τοῖς γονεῦσι χάριν ἄν τις ἔχειν ἐῴη τοῖς λόγοις τούτοις, οὐδʼ εἰς εὐεργεσίας τιθέναι μέρος, οἳ τοῦ ζῆν καὶ σώζεσθαι παρέσχον ἡμῖν τὰς ἀρχάς. εἰ δὲ δὴ καὶ τὸν Εὐριπίδην μάρτυρα ἐπάγοιτο λέγοντα ὅτι "ἔδει γὰρ ἡμᾶς σύλλογον ποιουμένους τὸν φύντα θρηνεῖν εἰς ὅσʼ ἔρχεται κακὰ," ἦ που σφόδρα ἄν τι δόξειε λέγειν. ἀλλʼ οἶμαι τῶν μὲν πραγμάτων οἷς ἐτυγχάνομεν καὶ τοῦ χεῖρον ἢ βέλτιον βιῶναι τὸν δαίμονα καὶ τὴν τύχην αἰτιώμεθα, καὶ νὴ Δίʼ, εἰ βούλει, προστίθει τὸ καὶ ἡμᾶς αὐτοὺς δεῖν, οὐδὲν γὰρ βλάβος τῷ λόγῳ, τοῖς δʼ ὑπηρετήσασιν εἰς τὴν γένεσιν καὶ διʼ ὧν πρῶτον ἤλθομεν εἰς φῶς, τούτοις τὴν πρώτην καὶ μεγίστην χάριν ἡγούμεθα δεῖν ἔχειν μετὰ τοὺς ἔτι τούτων προτέρους θεούς. εἰ τοίνυν τοῖς γονεῦσι διʼ αὐτὸ τὸ εἶναι μόνον τοσαύτην ἔχομεν χάριν καὶ ὁμολογοῦμεν ὀφείλειν χρέα πάντων χρεῶν πρεσβύτατα, πῶς οὐ Μιλτιάδῃ γε καὶ Θεμιστοκλεῖ πλέον τι πεπρᾶχθαι χρὴ δοκεῖν, οἵτινες οὐ τοῦ ζῆν μόνον οὐδὲ τῆς σωτηρίας αἴτιοι τοῖς Ἕλλησι κατέστησαν, ἀλλὰ καὶ βελτίους ἀντὶ χειρόνων ἐν αὐτοῖς οἷς ἔπραττον εἴθιζον εἶναι; ἄτοπον δέ μοι φαίνεται, εἰ μὲν συμμάχους τινὰς ἢ φρούριον προὔδοσαν, ἢ ναῦν μίαν ἢ δύο, ἢ φυγῆς αἴτιοί τισιν ἢ θανάτου κατέστησαν, πολλοῖς ἂν καὶ πυκνοῖς ἐλαύνειν αὐτοὺς τοῖς ῥήμασι καὶ μετʼ Εὐρυβάτου καὶ Φρυνώνδου καταλέγειν, ὥσπερ τὸν Ἀρχέλαον κακοδαίμονα δή που καὶ ἄθλιον προσείρηκεν, ἀποκτείναντα οὓς οὐ προσῆκεν, ἐπεὶ δʼ ἅπαντας μὲν ἠλευθέρωσαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν προκινδυνεύοντες, ἔσωσαν δὲ οὐ μόνον τὰ σώματα καὶ τὰς ψυχὰς τῶν ἑαυτοὺς παρακαταθεμένων, ἀλλὰ καὶ πόλεις καὶ χώραν καὶ πολιτείαν καὶ ἔθη καὶ νόμους καὶ τὴν ἐπωνυμίαν αὐτὴν τοῦ γένους, ἀνδρείας δὲ καὶ δικαιοσύνης οὐδʼ ὁτιοῦν ἀπέλιπον, μείζω δὲ ἢ παρέλαβον παρέδοσαν τὴν Ἑλλάδα, τοῖς δὲ θεοῖς πρέποντα χαριστήρια τούτων ἀπήγαγον, διεγένοντο δʼ ὡς εἰπεῖν πανηγυρίζοντες καὶ ταῖς πράξεσι καὶ τοῖς πολιτεύμασι καὶ φανερὰν ἅπασι τὴν ἑαυτῶν ἀρετὴν, ἣν εἴς τε θεοὺς καὶ ἀνθρώπους εἶχον, κατέστησαν, τῆς Μιθαίκου καὶ Θεαρίωνος μοίρας αὐτοὺς ἀξιοῦν εἶναι·2 καὶ τοὺς μὲν ἰατροὺς τῶν μαγείρων φάσκειν εἶναι βελτίους ὅτι σώζουσι, τοὺς δὲ τῆς σωτηρίας τῶν Ἑλλήνων προστάντας μὴ τοῖς ἰατροῖς ἀπεικάζειν, ἀλλὰ τοῖς ὀψοποιοῖς. καὶ μὴν εἰ μηδὲν βελτίους ἐποίουν, ἔσωζον δὲ, ἰατρῶν ἓν τοῦτό γʼ ἐποίουν, οὐκ ὀψοποιῶν. ὥστε τῶν ἰατρῶν οὐδὲν ἦσαν χείρους. πῶς οὖν οὐδενὸς ἦσαν ἄξιοι τοῖς Ἕλλησιν; οὐκ ἂν ταῦτα συγχωρήσειε Πλάτων αὐτὸς αὑτῷ. ἑτέρωθι γοῦν, οὗ μηδεμία ἐστὶ φιλονεικία, λέγει ταυτί· λέγει δὲ ὑπὲρ Σικελιωτῶν ἀνδρῶν, ἀρχήν τινα πράττων αὐτοῖς βασιλικὴν, ὡς ἂν δὴ Δίων αὐτὸς ὢν ὧν οἱ πρόγονοι φησὶ τό γε μέγιστον ἔσωσαν ἀπὸ βαρβάρων τοὺς Ἕλληνας, ὥστʼ ἐξεῖναι περὶ πολιτείας νῦν ποιεῖσθαι λόγους· ἔρρουσι δὲ τότε οὔτε λόγος οὔτʼ ἐλπὶς ἐλείπετο ἂν οὐδαμῆ οὐδαμῶς.3

人的能力,即侍奉于更高贵者。因此,神圣的首脑啊,理当如此言说,我也当断言,那些男子成为了仆从与侍役——决不是雅典民众的(怎么可能!),也不是任何凡人的,除非必须把居于首位和发号施令称作‘侍奉’与‘做仆役’。此外,照这些论调,人们甚至不会允许对父母存有感恩,亦不会将其列入施恩之属——而正是父母为我们提供了生存与保全的开端。若有人竟引欧里庇得斯为证,引其言道: ‘因我们理当聚首一堂,为初生者痛哭,因他将步入如此繁多的灾祸,’那他诚然似乎说得极有分量。但我认为,对于我们所遭逢的际遇以及生活得更劣或更优,我们归咎于神意与运气——凭宙斯起誓,若你愿意,还可以加上我们自身也必须承担责任,因这对论证毫无损害——然而对于那些在生育上施以劳苦、使我们初次得见光明之人,我们认为理当向其报以仅次于先于他们的诸神之后的第一且最大的感恩。既然仅仅因我们的‘存在’本身,我们便对父母怀有如此大的感恩,并承认欠下了所有债务中最古老尊贵的债务,那么岂能不认为米太雅德和地米斯托克利成就了更伟大的功业?他们对希腊人而言,不仅成为了生存与拯救的成因,而且在他们所实行的功业本身之中,使人们习于成为更优秀而非更恶劣之人。在我看来实在荒谬:一方面,倘若他们背叛了某些盟友或一座要塞,抑或一两艘战船,成为某些人流亡或死亡的祸首,人们便会用繁复严厉的言辞对其口诛笔伐,并将其与欧律巴托斯、弗律农达斯同列——正如〔柏拉图〕毫无疑问将杀害了不当杀之人的阿耳刻拉奥斯称为厄运缠身且悲惨之人那样——;而另一方面,由于他们率先在陆上与海上冒犯危险,解放了全体希腊人,不仅拯救了托付自身者的肉体与生命,更拯救了城邦、疆土、政制、习俗、法律以及这族类本身的名号,未尝亏缺丝毫的勇敢与正义,将一个比接收时更为广大的希腊交付下去,并为这些向诸神献上了相宜的感恩礼,可以说终其一生都在功业与施政中欢庆,且向所有人昭示了自身对神与对人所怀的美德,他却竟将他们判定为配享米泰库斯与塞阿利翁之流的命运!又声称医生优于厨师是因为他们拯救人,却不把希腊人拯救的领路人比作医生,反比作名厨!退一步说,即使他们未使人们变得更好,但只要拯救了他们,这至少是作为医生、而非作为名厨所行的一件事。因此他们绝不逊于医生。那么他们对希腊人怎么可能毫无价值?柏拉图自己也不会在这些观点上赞同他自己的论调。无论如何在另一处,在毫无争胜之心的语境下,他如是说道——那是代表西西里人进言、为他们谋求某种王道统治,仿佛他自己就是狄翁一般: ‘他们的先祖,’他说,‘最为重大地从蛮族手中拯救了希腊人,以致如今尚能就政制展开议论;但若他们当时覆灭了,便决不会在任何意义上留下任何议论或希望。’

语法注3 条
  1. 199εἰ μὴ τὸ προεστάναι καὶ τὸ κελεύειν διακονεῖν καὶ ὑπηρετεῖν εἶναι δεῖ λέγειν

    由 εἰ μή 引导的从句表示反讽性的例外条件。定冠词带不定词短语 τὸ προεστάναι καὶ τὸ κελεύειν(居首位与发号施令)作宾格主语,διακονεῖν καὶ ὑπηρετεῖν(侍奉与服役)作为表语不定词,均受 δεῖ λέγειν εἶναι 支配。全句意在指出:除非荒谬地将统治与发号施令等同于做仆从,否则绝不能说他们是民间的仆从。

  2. 199ἄτοπον δέ μοι φαίνεται ... ἀξιοῦν εἶναι

    由 ἄτοπον δέ μοι φαίνεται(在我看来甚是荒谬)统摄的复杂长句。结构上包含强烈的对比:前项由 εἰ μέν 从句(若他们曾经背叛……)搭配带 ἄν 的不定词 ἐλαύνειν ἄν... καὶ καταλέγειν(便会严辞斥责并排入恶人之列)构成假定让步;后项由 ἐπεὶ δέ 引导长篇史实从句(然而既然他们奋战拯救了全希腊……),最终落脚于受 ἄτοπον φαίνεται 支配的主干不定词句 τῆς Μιθαίκου καὶ Θεαρίωνος μοίρας αὐτοὺς ἀξιοῦν εἶναι(竟将他们视同于名厨与糕点师之流)。

  3. 200ἔρρουσι δὲ τότε οὔτε λόγος οὔτʼ ἐλπὶς ἐλείπετο ἂν οὐδαμῆ οὐδαμῶς

    ἔρρουσι 是动词 ἔρρω(灭亡、毁弃)的现在分词阳性与格复数,指代前述的“希腊人”,在此作具有过去与事实相反虚拟含义的条件性分词(相当于“倘若他们当时覆灭”)。主句 οὔτε λόγος οὔτʼ ἐλπὶς ἐλείπετο ἄν 由未完成过去时直陈式加 ἄν 构成反事实条件句的归结分句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:199-200