← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§197-198

后世战功的基石与对赞美苏格拉底的驳斥

作者论证了地米斯托克利的伟业为普拉提亚等后世战功奠定了基石,并斥责柏拉图因撤退表现而赞美苏格拉底、却贬低拯救了全希腊的地米斯托克利的双重标准。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§197

Ἕλλησι. μόνος δέ τοι καὶ τὸ πεζὸν καὶ τὸ ναυτικὸν ὀρθῷ λόγῳ νενικηκὼς φαίνεται. οὔτε γὰρ αἱ νῆες ἀντέσχον καὶ βασιλεὺς ἅμα τοῖς πλείστοις φεύγων ᾤχετο. καὶ ὅσῳπερ ἄν τις σεμνύνῃ τὴν ἐν Πλαταιαῖς ὕστερον νίκην, τοσούτῳ μειζόνως τὴν ἐκείνου τοῦ ἀνδρὸς σύνεσίν τε καὶ πρόνοιαν κοσμεῖ. εἰ γὰρ πολλοστημόριον τῆς κατὰ γῆν δυνάμεως ὑπολειφθὲν παρέσχεν ὅμως θόρυβον τοῖς Ἕλλησι, καὶ ταῦτʼ ἤδη παραδειγμάτων αὐτοῖς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἑστηκότων, ὅσῳ κρείττοσιν εἶναι προσήκει τῶν βαρβάρων, καὶ προσέτι ὑπάρχου βασιλέως, ἀλλʼ οὐκ αὐτοῦ βασιλέως ἐμμείναντος, ἦ που τὸν πυρφόρον οὐδʼ ἂν εἷς ἔγνω1 πρὸς ἅπαντας μὲν ἀγωνιζόμενον, ἀλλʼ οὐ μέρος, βασιλέως δʼ ἐφεστῶτος τοῖς πράγμασιν, οὐδενὸς δὲ ὥς γʼ ἐν τοῖς παροῦσιν ὅτῳ θαρρήσουσιν ὑπάρχοντος, κακῶν δʼ ἀπαθοῦς καὶ μετʼ ἐλπίδων ἀκραιφνῶν ἐπιόντος τοῦ στρατοῦ, καὶ τῷ περὶ τὰς Πύλας ἔργῳ προεπηρμένου, καὶ μόνον οὐκ ἐν τοῖς ὀφθαλμοῖς ἔχοντος ὅτι καὶ τούτους πάντας αὐτίκα δὴ κεῖσθαι δεήσει. ἀλλὰ ταῦτα πάντα ἡ Θεμιστοκλέους, ὥς φησι Πλάτων, διακονία καὶ κολακεία, ὡς δʼ ἡ κοινὴ ψῆφος τῶν Ἑλλήνων, σοφία καὶ πρόνοια διεκώλυσε καὶ τάξιν πᾶσι τοῖς ἔργοις ἐπέθηκεν. ὥστʼ οὐ μόνον ἐξ ὧν αὐτὸς ἡγούμενος κατώρθωσεν, ἀλλὰ καὶ ἐξ ὧν τοῖς ὕστερον αἴτιος τοῦ κατορθῶσαι τὰ ἐφʼ αὑτοὺς ἥκοντα ἐγένετο, οἷον τῷ Παυσανίᾳ, τῷ Κίμωνι, τοῖς ἄλλοις, δικαίως ἂν τῆς παρὰ πάντων εὐφημίας τυγχάνοι. ἢ κομιδῆ γʼ ἂν, ὦ Πλάτων, ἀδικοῖμεν, εἰ τὸν ἔργων φιλανθρώπων οὕτως εἰς τοὺς Ἕλληνας ὑπάρξαντα μηδὲ ῥήματος τῶν ἐπιεικῶν τολμήσομεν ἀξιῶσαι. ἐμοὶ μὲν οὖν οὐδὲν φαυλότερος οὐδʼ ἀτιμότερος δοκεῖ Θεμιστοκλῆς γενέσθαι στρατηγῶν Ἀθηναίων ἢ Σωκράτης συστρατευόμενος ἐπὶ Δηλίῳ καὶ ἐν Ἀμφιπόλει καὶ ἐν Ποτιδαίᾳ. καίτοι σύ γʼ ἐκεῖνον ἐπαινεῖς, ὅτι ἐν τῇ ἀπὸ Δηλίου φυγῇ θαρρούντως ἀπῄει, καὶ καταφανὴς ὢν ὅτι, εἴ τις ἅψοιτο αὐτοῦ, εὖ καὶ καλῶς ἀμυνεῖται. οὔκουν δεινὸν ὦ γῆ καὶ θεοὶ καὶ λόγων καὶ ἔργων ἡγεμόνες, ἐξάγομαι γὰρ εἰπεῖν, Σωκράτη μὲν καὶ τῆς φυγῆς ἐπαινεῖν καὶ φάσκειν ἐκεῖνον ἀναχωρεῖν κάλλιον Λάχητος, Θεμιστοκλέα δὲ, ὃς διώκων, οὐ φεύγων τοὺς πολεμίους τὴν ἀνδρείαν ἐπεδείκνυτο, καὶ οὗ τῆς ἀρετῆς ἅπασα ἀπέλαυσεν ἡ Ἑλλὰς, ἃ τῆς δειλίας καὶ τῆς ἀνανδρείας ἔστʼ ὀνόματα, τούτοις καλοῦντα μὴ φροντίζειν;2 ὃς καὶ ὅτʼ ἀπʼ Εὐβοίας ἀνεχώρει νενικηκὼς, τοιαῦτα τἀν μέσῳ διεπράττετο, οἷα ἂν οὐδείς πω τῶν ἐπειγομένων ὁπωσοῦν ἀπελθεῖν. εἶτα λέγεις ὡς οὐ πολλοῦ τινος ἄξιον ἡ σωτηρία. τί οὖν κωλύει καὶ τοῖς σωτῆρσι θεοῖς,3 οἳ καὶ καθʼ ἕνα ἡμᾶς σώζουσι, καὶ τότʼ ἐκεῖνα κατεργάσασθαι τοῖς Ἕλλησι παρέσχον—; ἀλλʼ ἐγὼ μὲν ἐάσω τὸ βλάσφημον, ὑπονοεῖν δʼ ἔστι τό γʼ ἐκ τοῦ λόγου συμβαῖνον. ἐγὼ δʼ ἐκεῖνον ἂν ᾤμην ἀμείνω καὶ δικαιότερον τὸν λόγον εἶναι, κἀκείνως λέγοντά τινʼ οὐκ ἂν ἁμαρτάνειν ὡς θεοὶ μὲν τῷ ὄντι σωτῆρες καὶ τὴν Ἑλλάδα οἱ τότε σώσαντές εἰσιν οὗτοι, διηκόνησαν δὲ Μιλτιάδης καὶ Θεμιστοκλῆς, ἥπερ μεγίστη καὶ καλλίστη

于希腊人。而且平心而论,显而易见唯有他一人兼胜了陆军与海军。因为敌舰既未能坚守,大王本人亦率大半兵力仓皇逃窜。人们对后来普拉提亚胜利的颂扬越甚,就越发增添了对那位男子智谋与先见的赞美。设若仅留存下来的极小一部分陆上兵力,尚且给希腊人造成如此骚乱——而且这还是在陆上海上皆已为他们确立了榜样、表明他们理应远胜蛮族之后,加之留守者仅为大王副将而非大王本人的情况下——那么,倘若是面对全体而非局部抗争,由大王亲自督军,按当时境况希腊人全无凭恃之资,而敌军毫发无损、满怀崭新希望压境而来,更因温泉关战事而士气大振、几乎亲眼断定所有人转瞬之间便必当横尸就戮,在此情境下,恐怕连传令的司火官也绝不会有一人得知其生还!然而,被柏拉图称为地米斯托克利之“仆从”与“谄媚”者,按希腊人的公投公断,实乃智慧与先见,正是此等品质阻遏了这一切,并为所有功业确立了秩序。因此,不仅因其亲自统领所建之功,亦因其成为后世之人(如包萨尼亚斯、客蒙及其他人)成功成就自身职责的成因,他理应获享来自所有人的赞颂。否则,柏拉图啊,对于向希腊人施予如此博爱厚泽之人,若我们竟不敢以一句温和公允之词相待,我们便全然陷于不义了。 依我之见,地米斯托克利统领雅典军队,绝不比苏格拉底在德利翁、安菲波利斯和波提狄亚从军更为卑劣或更无尊荣。然而你却称赞苏格拉底,因其在德利翁撤退时勇敢地离去,显露出若有人敢触碰他、他必痛加反击的姿态。天哪,大地与诸神、言行之主宰在上——我不得不直抒胸臆——对苏格拉底,甚至因其逃跑而加称赞,声称他退得比拉凯斯更为优雅;而对地米斯托克利,这位通过追击而非逃避敌人来展现勇气、其美德令全希腊蒙受福泽之人,用尽怯懦与不肖的贬称相加却毫不在意,这岂非荒谬透顶?他在优卑亚战胜撤退之际,尚在中途建立了任何急于逃遁之人绝做不出的丰功伟绩。随后你竟又说,保全生命无足轻重。那么,对于那些保全我们每个人、并在当时赐予希腊人成就那些功业的拯救之神,又有何妨碍——;但我暂且不提这亵渎之论,尽管人人皆可推知该论证所导向的后果。我本以为,更优良、更公允的论述当是如此,且如此表达者必不致失误:神明固然是真正的拯救者,亦是当时拯救希腊的主宰,而米太雅德与地米斯托克利则是其仆从——这一仆从职分,乃是最崇高、最美好的

语法注3 条
  1. 197ἦ που τὸν πυρφόρον οὐδʼ ἂν εἷς ἔγνω

    此句为基于希腊成语“连司火官都未能幸免”(οὐδὲ πυρφόρος ἐλείφθη,意指全军覆没、无一生还)的与过去事实相反的虚拟条件句归结节。承接前面的实事条件从句 εἰ γὰρ...(既然极小一部分留守兵力尚且造成骚乱)并搭配表虚拟假设的分词结构(βασιλέως δʼ ἐφεστῶτος...,设若大王亲自统领全部大军进逼),以直说语气过去时 ἔγνω 搭配 ἄν,表达在那种假设情境下断无一人能够幸存。

  2. 198οὔκουν δεινὸν ... Σωκράτη μὲν ... ἐπαινεῖν ... Θεμιστοκλέα δὲ ... μὴ φροντίζειν

    由反问句 οὔκουν δεινόν(“岂非荒谬透顶吗?”)所统辖的宾格不定式对比结构。通过 μὲν...δέ,将“因撤退而称赞苏格拉底”(Σωκράτη ... ἐπαινεῖν)与“用代表怯懦的词汇贬称地米斯托克利却毫无顾忌”(Θεμιστοκλέα ... καλοῦντα μὴ φροντίζειν)并置对比。宾格分词 καλοῦντα 指涉不定式 μὴ φροντίζειν 的逻辑主语(即批评者柏拉图本人或泛指批判者)。

  3. 198τί οὖν κωλύει καὶ τοῖς σωτῆρσι θεοῖς ...;

    此处为一个顿绝修辞(aposiopesis)。由于若将柏拉图“保全生命(σωτηρία)无足轻重”的论调推导至极致,便会得出“拯救之神(θεοὶ σωτῆρες)所赐恩泽亦微不足道”的渎神结论,作者遂在此中途截断问句,并以 ἀλλʼ ἐγὼ μὲν ἐάσω τὸ βλάσφημον(“但我暂且不提这亵渎之论”)转折收束。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:197-198