- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:195-196
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者论证了地米斯托克利以智谋挫败并驱逐薛西斯,兼备四种枢德,并阐明其功业超越了米太雅德、客蒙乃至包萨尼亚斯。
αὐτοῖς,1 ἀμφοτέρους ἐξαπατήσας, τοὺς μὲν ὡς κατʼ εὔνοιαν καλῶν, τοὺς δʼ ὡς οὐδὲν εἰδὼς τοῦ πράγματος· ὥσθʼ ὅ γʼ Ἀριστείδης χρηστὸς ἦν προσαγγέλλων αὐτῷ,2 καὶ λαβὼν αὐτοὺς καὶ τὸ τρίτον καταβαλὼν μέγιστον ἁπάντων, οἶμαι, πτωμάτων καὶ τελεώτατον, φυγάδα ἐκβάλλει Ξέρξην ἐξ ἐσχάτων ὅρων τῆς Ἀττικῆς, καὶ προσέτι γε φεύγειν εἰπών. ὁ δʼ ὥσπερ δεσπότῃ διακονῶν ἐχρῆτο ταῖς ἐντολαῖς, καὶ διώκειν τε κελεύοντι τοὺς Ἕλληνας ὑπήκουε καὶ φεύγειν προστάττοντος ἐπείθετο, καὶ πρὸς ᾔδει χάριν· καὶ πρότερον διδοὺς αὐτὸς τοῖς ἄλλοις κατὰ τῶν Ἑλλήνων ἐντολὰς, τότʼ ἀκούειν ἠναγκάζετο τῶν Ἑλλήνων ἑνὸς, καὶ ταῦτα τοῦ πάντων ἐχθίστου καὶ πολεμιωτάτου. τοσοῦτον, ὡς ἔοικε, Θεμιστοκλεῖ περιῆν τοῦ διακονεῖν.3 οὐκοῦν ἐν μὲν οἷς ἀντὶ τῆς ἡσυχίας τὸν πόλεμον προῃρεῖτο, ἀνδρείας δεῖγμα ἐξέφερεν, ἐν οἷς δὲ ὑπὲρ τῶν Ἑλλήνων πρὸς τοὺς βαρβάρους πολεμεῖν ᾑρεῖτο, ἀλλὰ μὴ πρὸς τοὺς Ἕλληνας μετὰ τῶν βαρβάρων, ἅμα ἀνδρείας καὶ δικαιοσύνης, τοὺς μὲν ἐλάττους ἀντὶ τῶν πλειόνων καὶ μειζόνων, τοὺς δʼ οἰκείους ἀντὶ τῶν ἀλλοφύλων αἱρούμενος. καὶ μὴν τῷ μὲν εὑρίσκειν τὰ δέοντα καὶ προορᾶν καὶ μηδαμοῦ τῶν πραγμάτων ψευσθῆναι, ἀλλʼ ἄμεινον τῶν μάντεων τὸ μέλλον προλέγειν, σοφίας εἰκότως δόξαν ἠνέγκατο· τῷ δὲ μηδὲν ὧν γνοίη διαφθείρειν ὑπὸ τῶν τοῦ σώματος ἡδονῶν, ἀλλʼ ἀεὶ σχολάζοντα τοῖς βελτίστοις ἑαυτὸν παρέχειν καὶ προσέχειν τοῖς λογισμοῖς τοῖς περὶ τῆς ἡγεμονίας, καὶ τῷ γε κατασχεῖν τοὺς Ἀθηναίους περὶ τῆς ἡγεμονίας, καὶ πᾶσι τούτοις οὐκ ἔνι δή που σωφρονεῖν, ὅστις μὴ τὰ πρῶτα ἐκείνῳ σωφροσύνης νέμει.4 ἆρά τις ὑμῶν τῶν ἀκινδύνως φιλοσοφούντων τοσαύτην πίστιν δεδωκὼς ἀρετῆς, ἢ διὰ τοσούτων ἐλέγχων ἀφιγμένος εἰπεῖν ἔχει; ἡγοῦμαι δὲ καὶ πρὸς ἀμφοτέρους καὶ παρʼ ἀμφοτέρους ἂν εἶναι5 Θεμιστοκλέα, τόν τε Μιλτιάδην καὶ τὸν Κίμωνα. πρῶτός τε γὰρ φαίνεται νικήσας τοὺς βαρβάρους κατὰ θάλατταν, ὥσπερ Μιλτιάδης κατʼ ἤπειρον. ὥστʼ εἰκότως ἂν ἄρξαι ταύτῃ τῆς ἐλευθερίας δοκοίη καὶ τοῖς ὑπάρχουσιν αὖ προσθεὶς φαίνεται. τῇ γὰρ πεζομαχίᾳ τὰς ναυμαχίας προσέθηκε, καὶ τρία ἀνθʼ ἑνὸς ἔστησε τρόπαια, ὥσπερ Κίμων ἐπεξῆλθε τὰ δεύτερα. καὶ μὴν οὔτʼ ἐπὶ τῆς αὐτῆς ἀδείας ἐφʼ ἧσπερ Κίμων ὄντας ἤδη τοὺς Ἕλληνας παρέλαβεν οὔτʼ ἐπὶ τῶν ἴσων φόβων ὥσπερ Μιλτιάδης, ἀλλʼ ἔσχατα ἐσχάτων πράττοντας, καὶ πρῶτα καὶ τελευταῖα κινδυνεύοντας, συνελόντι δὲ εἰπεῖν, βασιλέα γʼ αὐτὸν πανοικησίᾳ καὶ πρῶτος νικήσας καὶ μόνος, οὐχ ὥσπερ τοὺς ὑπάρχους Μιλτιάδης πρῶτον Μαραθῶνι καὶ Παυσανίας ὕστερον Πλαταιᾶσι. μάχης παράδειγμά τις ἂν λέγοι τὴν Μαραθῶνι καὶ τῷ χρόνῳ πρεσβεύοι, τὰς δὲ Θεμιστοκλέους πράξεις αὐτὰς ἐφʼ αὑτῶν λογίζοιτο, ὡς τοῖς μὲν χρόνοις ὕστερον πραχθείσας τῆς μάχης τῆς Μαραθῶνι, τὴν δʼ ἀρχὴν οἴκοθεν ἐσχηκυίας ἀπὸ τῆς ἐκείνου συνέσεως καὶ πολιτείας. οὐδὲν γὰρ πρότερον παραπλήσιον τοῖς Ἕλλησι μὴ ὅτι ἐπέπρακτο, ἀλλʼ οὐδὲ ἤλπιστο. οὕτω καὶ τὸν Μιλτιάδην καὶ τὸν Παυσανίαν καὶ τὸν Κίμωνα παρέρχεται· καὶ γίγνεται τριῶν ἀντάξιος, οὐκ ἀρτοποιοῦ καὶ μαγείρου καὶ καπήλου,6 ἀλλʼ ἀνδρῶν γενομένων τι τοῖς
他将蛮族引到了他们面前,蒙骗了双方:召唤一方时宛如出于好意,对待另一方时则宛如对此事一无所知。以至于那位良善的阿里斯泰得竟亲自前来向他通报敌情;他捕捉住他们,给予了第三次、在我看来也是所有倾覆中最巨大、最彻底的击溃,将薛西斯作为逃亡者逐出了阿提卡的极境之外,而且是在命其逃跑之后才将他驱逐的。薛西斯遵奉其训示,俨然如同一仆人在服侍主人:当他吩咐追击希腊人时,薛西斯听从了;当他命令逃跑时,薛西斯屈服了,并且还心存感激;这位先前亲自向他人发号施令以图征服希腊人者,此时却不得不听命于一个希腊人,而且是所有人中最可恨、最具敌意的希腊人。 可见,地米斯托克利距离所谓“仆从”是何等悬殊。因此,在他选择战争而非安逸之事上,他展现了勇气的证据;而在他选择为希腊人对抗蛮族、而非与蛮族联合反对希腊人之事上,他同时展现了勇气与正义,因为他选择了少数弱小者而非多数强盛者,选择了同胞骨肉而非异族。再者,因其能够洞悉当为之事、具先见之明、在局势中绝不误判、且比占卜者更能预知未来,他理所当然地赢得了智慧的声誉;而因其绝不让理智的认知被肉体的享乐所败坏,反倒始终全神贯注于最崇高之事,专注于关乎霸权的筹划,并且在霸权问题上节制约束雅典人——在所有这一切上,若有人不将节制的第一等桂冠归于他,便绝不可能称得上通达节制。你们这些在无危之境空谈哲学者之中,难道有谁曾给出过如此重大的美德明证,或历经这许多考验,以致有资格在此置喙吗?我认为,地米斯托克利无论与他们二人并立还是相比,皆不逊于米太雅德与客蒙。因为显而易见,他是第一个在海上战胜蛮族的人,宛如米太雅德在陆地上一样。因此,人们有理由认为自由由此奠基,且显见他是在既有基础上更进一步。因为他在步战之上增添了海战,立起了三座凯旋碑而非一座,正像客蒙随后完成第二阶段的战功一样。况且,他接管希腊人时,既非如客蒙之时那般已享安全,亦非处于米太雅德之时那般相等的恐惧之中,而是当众人陷于极度绝境、冒着空前绝后之危险之时;简而言之,他是第一个也是唯一一个击溃了携全室而来的大王本人之人,而非像米太雅德最初在马拉松、以及包萨尼亚斯后来在普拉提亚那样仅击溃了大王的副将。人们或许可将马拉松战役视作战斗的典范并在时间上予以尊崇,但对地米斯托克利的伟业当就其自身来评判:这些事业在时间上虽晚于马拉松战役,其开端却来自他自身的智谋与政略。因为在此之前,希腊人不仅未曾做成过任何类似的事,甚至连奢望都不曾有过。如此,他便超越了米太雅德、包萨尼亚斯以及客蒙;他一己足以匹敌三人——不是匹敌面包师、厨子或酒馆老板,而是匹敌三位对
- 195αὐτοῖς
接续上一段落中的主要动词 ἐπάγει,作为与格补足语,指代在萨拉米斯怯于坚守的希腊联军,并与紧随其后的 ἀμφοτέρους(指蛮族与希腊人双方)相呼应。
- 195ὥσθʼ ὅ γʼ Ἀριστείδης χρηστὸς ἦν προσαγγέλλων αὐτῷ
由 ὥστε 引导的结果从句。形容词 χρηστός 与分词 προσαγγέλλων 连用,意为“以至于良善的阿里斯泰得竟亲自前来向他报信”。此处典指政敌阿里斯泰得得知敌军包围后亲自向地米斯托克利通报的历史事件。
- 195τοσοῦτον, ὡς ἔοικε, Θεμιστοκλεῖ περιῆν τοῦ διακονεῖν
动词 περιῆν 与表示分离的属格 τοῦ διακονεῖν 连用,意为“地米斯托克利距离充当仆从相去如此悬殊”。这是对柏拉图《高尔吉亚篇》中将政治家斥为迎合民众欲望的“仆人(διάκονος)”这一论点的尖锐反驳。
- 195καὶ πᾶσι τούτοις οὐκ ἔνι δή που σωφρονεῖν, ὅστις μὴ τὰ πρῶτα ἐκείνῳ σωφροσύνης νέμει
非人称结构 οὐκ ἔνι(即 οὐκ ἔνεστι,意为“不可能/绝不容许”)支配不定式 σωφρονεῖν,其逻辑主语由关系从句 ὅστις μὴ...(凡是不将节制的第一等归于他的人)承担。意即:任何人若不承认他在节制上的首屈一指,自身就绝无节制可言。
- 196καὶ πρὸς ἀμφοτέρους καὶ παρʼ ἀμφοτέρους ἂν εἶναι
介词短语 πρός(针对/对抗)与 παρά(比照/并列)的对仗用法。表明地米斯托克利既能与米太雅德和客蒙二人相匹敌,亦能与他们并驾齐驱。
- 196οὐκ ἀρτοποιοῦ καὶ μαγείρου καὶ καπήλου
修饰前文 τριῶν(三个人)的属格短语。直接化用了柏拉图《高尔吉亚篇》(518b)中苏格拉底用来贬低政治家的典故(指责他们宛如面包师西阿里翁、厨师米塞库斯和酒店老板萨朗博斯,只知满足肉欲而未改善公民德性)。
