← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§193-194

断然撤离雅典与萨拉米斯海战的机谋

作者论证地米斯托克利的法令并非迎合民众而是源于坚韧的心智,描绘了雅典撤离时的惨烈景象、他在萨拉米斯的统帅作为,以及为阻止希腊诸邦溃逃而断然引来波斯军的决断。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§193

ταῦτα συγγράψασθαι δοκεῖ; φέρε μοι δὴ παρὰ τοῦτο τὸ ψήφισμα τὰ τῶν σοφιστῶν, εἰ βούλει, συγγράμματα καὶ τοὺς νόμους, ὀνομαστὶ γὰρ οὐδὲν δέομαι λέγειν. οἶμαι δὲ οὐ πολλῶν ἂν αὐτὸ ἀτιμότερον φανῆναι.1 καίτοι διακόνου μὲν ἦν καὶ τὴν ἐν τῷ παραχρῆμα χάριν διώκοντος, μάλιστα μὲν ἃ προσέταττον οἱ πολλοὶ, ταῦθʼ ὑπηρετεῖν· εἰ δὲ μὴ, στοχαζόμενον τῆς ἐκείνων διανοίας ἃ νομίζει καθʼ ἡδονὴν αὐτοῖς ἔσεσθαι, ταῦτα καὶ λέγειν καὶ πράττειν, ἢ μικρὸν γοῦν τι παραλλάξαι τῆς ἐπιθυμίας. Θεμιστοκλῆς δὲ τοσοῦτον ἀφειστήκει τοῦ πρὸς τὴν τῶν πολλῶν ἐπιθυμίαν τε καὶ ἡδονὴν ταῦτα πράττειν καὶ πολιτεύεσθαι, ὥστε ὁρῶν μὲν αὐτοὺς δακρύοντας, ἀκούων δὲ παίδων καὶ γυναικῶν ποτνιωμένων, ἔτι δὲ ὑπολειπομένων τινῶν ἀναγκαίως, παραπλησίου δὲ μάλιστά πως ὄντος ὥσπερ ἂν εἰ ἑαλωκυίας τῆς πόλεως κατὰ κράτος, εἰκότως· τὸ μὲν γὰρ μέλλον ἅπασιν ἦν ἐν ἀφανεῖ, λεπτὴν καὶ ἄπιστον ἔχον τὴν ἐλπίδα, τὰ δὲ παρόντα στέρησις πόλεως καὶ κτημάτων καὶ διαίτης ἁπάσης τῆς πρότερον καὶ μηδὲ τὴν αὐτὴν πορεύεσθαι, μηδʼ ἐν ταυτῷ μετοικεῖν, ἀλλʼ ἀπεζεῦχθαι γονέας καὶ παῖδας καὶ γυναῖκας καὶ ἄνδρας, καὶ πάντα ἦν τὰ φρικωδέστατα ἀκοῦσαι, μὴ ὅτι ὑπομεῖναι·2 οὗ γε καὶ τῶν κυνῶν φασι τῶν χειροήθων ὠρυομένων πρὸς τὴν ἀπόλειψιν καὶ τῶν ἄλλων θρεμμάτων ἐφεπομένων ἄχρι τῆς θαλάττης πολλὴν τὴν σύγχυσιν εἶναι. ταῦτα πάντα ὁρῶν καὶ ἀκούων ὁ πάντα καρτερώτατος ἠνείχετο—ἃ ποῖος Ὀδυσσεὺς ἀδακρυτὶ τὴν γυναῖκα ὁρῶν ῥᾳδίως ἂν ἤνεγκε; —καὶ παραλαβὼν αὐτοὺς ὥσπερ παῖδας ἐξῆγεν ἀτρεμιζούσῃ τῇ ψυχῇ καὶ τοῖς λογισμοῖς ἑστῶσιν, οὐ μόνον τοῖς ὀφθαλμοῖς, ὥσπερ εἰς πομπήν τινα αὐτοὺς ἐξάγων, ἢ κληρούχους, ἀλλʼ οὐκ ἄγων εἰς Σαλαμῖνα. οἱ δʼ ἐπείθοντο, καὶ καταλιπόντες ἱερὰ καὶ τάφους καὶ γῆν εἰς ἕνα ἑώρων Θεμιστοκλέα, παίδων καὶ γονέων καὶ τῶν τῆς φύσεως ἀναγκαίων ἐκεῖνον προκρίναντες, καὶ ὥσπερ τῆς ἱερᾶς ἀγκύρας τῆς ἐκείνου φωνῆς ἐχόμενοι. οὐκ ἂν τότε γʼ αὐτοὺς οὐδʼ Ὀρφεὺς ὡς ἑαυτὸν μετέστησεν. ἀλλὰ μὴν ἅ γʼ ἐν τῇ Σαλαμῖνι καὶ λέγων καὶ πράττων διετέλεσεν ἐν ἅπασιν ἤδη τοῖς Ἕλλησι πολιτευόμενος, καὶ ὅσας καὶ οἵας ἀφῆκε φωνὰς ὑπὲρ τοῦ καλοῦ καὶ τοῦ δικαίου καὶ ὁπόσους τινὰς ἄθλους διήνεγκε καὶ πράγμασιν οἵοις συνέσχετο, ὁπότε καὶ πείσειεν, ἐξ ἀρχῆς αὖθις αὖ περὶ τῶν αὐτῶν ἀγωνιζόμενος, καὶ τὴν συνουσίαν ἣν συνεγένετο Ἀριστείδῃ τῷ κατʼ ἐπωνυμίαν ἀρίστῳ τῶν Ἑλλήνων καὶ δικαιοτάτῳ, καὶ ὡς ἐφάμιλλα ὡμίλησαν, καὶ οὐ πολὺ δʼ ὕστερος ἦν τοῖς ἀμοιβαίοις, καὶ τὸ πάταξον μὲν, ἄκουσον δὲ ὑπὲρ πάντα Σωκράτη εἰρημένον πρὸς Εὐρυβιάδην καὶ μυρίʼ ἕτερα ἀπέραντον ἂν εἴη λέγειν. ὡς δʼ ἀντέλεγε μὲν οὐδεὶς αὐτῷ, παραμένειν δὲ οὐκ ἐτόλμων, ἀλλʼ ἐξεχέοντο ὑπὸ τοῦ δέους οἱ λόγοι καὶ ὁ δρασμὸς ἐνίκα καὶ πράγματα αἴσχιστα ἔμελλε συμβήσεσθαι, καὶ οὐχ ὅσον τὸ τῆς δουλείας, ἀλλʼ ἀποδρᾶναι πρῶτον, εἶτα δουλεύειν, καὶ πρότερον δούλους κακοὺς δόξαι τοῖς βαρβάροις ἢ δούλους γενέσθαι, τότε δὴ, τότε ὑπὲρ πάντας ἰατροὺς πρὸς ἀνάγκην καὶ πρὸς ἀηδίαν σώζοντας3 ἐπάγει τοὺς βαρβάρους

难道会显得是他们起草了这些吗?若你愿意,且将智者们的著作和法律拿来与这项法令并列——因为我完全无需指名道姓;而且我认为,这项法令绝不会显得逊色于其中的多数。然而,作为一个仆从和追求眼前奉迎之人的本分,首要的乃是顺从大众所吩咐之事;即便不然,亦当揣摩他们的心思,言其所欲听,行其所欲见,或者至多稍稍偏离其愿望而已。但地米斯托克利在行事与参政上,与迎合大众的欲望和快感相去如此悬殊,以致尽管目睹他们流泪,听见妇孺哀号,且有人不得已被遗留下来,局势在极大程度上宛如城邦已被强行攻陷一般——这亦合乎常理,因为未来对所有人而言皆不可测,所怀希望微弱而不可靠,眼前则是失去城邦、财产与以往的一切生活方式,众人既不能同走一条道路,亦无法迁往同一地点,父母、子女、妻子与丈夫彼此骨肉分离,凡此种种,甚至单是听闻便令人毛骨悚然,更不用说亲身承受了;据说当时甚至连驯熟的犬只也因遭遗弃而哀吠,其他牲畜一路尾随至海边,场面极度凄凉混乱——目睹并听闻这一切,最坚韧不拔的他却忍受了下来(有哪一位奥德修斯能在目视妻子时毫无泪水、轻易承受这般情景呢?);他如同引领孩童一般接引他们,不仅神色自若,心灵亦平静无波,理智坚如磐石,将他们引出城外,宛如引领一支节庆仪仗队或引渡殖民者一般,而非将他们引向萨拉米斯。众人唯命是从,舍弃了圣所、陵墓与故土,唯独仰望着地米斯托克利一人,将他置于子女、父母与骨肉至亲之上,如依傍神圣之锚一般执着于他的呼声。在当时,纵使是俄耳甫斯也无法将他们吸引到自己身边。至于他在萨拉米斯的始终所言所行——此时他已是在全希腊人当中执掌政局——以及他为了崇高与正义发出了何等众多而响亮的声音,历经了何等艰辛的磨难,陷入了何等险恶的境地(哪怕说服了众人,转瞬间又不得不就同一问题从头抗争),还有他与被全希腊冠以最优与最公正之名的阿里斯泰得的会晤,两人如何势均力敌地交谈,他在对答中并不逊色多少,以及他对欧律比亚德所说的那句超越一切苏格拉底的名言‘打吧,但请听我说’,凡此万千事迹,实难以尽述。然而,当众人虽无人反驳他,却无一人敢于坚守,议决在恐惧中瓦解,逃跑之势占了上风,最可耻的事态即将发生之际——这不仅关乎沦为奴隶,更是先逃跑而后沦为奴隶,且在沦为奴隶之前先被蛮族视作卑劣的逃奴——就在那时,就在那时,他超越了一切以强力与苦涩疗救病人的医者,引来了蛮族。

语法注3 条
  1. 193οἶμαι δὲ οὐ πολλῶν ἂν αὐτὸ ἀτιμότερον φανῆναι

    带有双重否定的低调陈述(缓叙法):意为“绝不会显得比其中多数低劣”。在语境中以克制的句式表达强烈的赞赏,意指该法令丝毫不逊色于、甚至超越了智者们的大多数传世名篇与法典。

  2. 193μὴ ὅτι ὑπομεῖναι

    惯用习语“μὴ ὅτι...”(“且不说……”、“更不用说……”)结构。承接前文的“甚至单是听闻便令人毛骨悚然”,构成对比性强调,指出“更不用说亲身承受了”。

  3. 194ὑπὲρ πάντας ἰατροὺς πρὸς ἀνάγκην καὶ πρὸς ἀηδίαν σώζοντας

    介词短语“πρὸς ἀνάγκην καὶ πρὸς ἀηδίαν”(“伴随强迫与痛苦/苦涩”)在句中作状语修饰分词“σώζοντας”(“救治/救命者”)。此乃医学隐喻,指医生即便病人抗拒、过程苦楚亦强行施救,形象地说明了地米斯托克利不顾希腊诸邦的退缩与厌恶、为了挽救全局而断然引敌合围的决绝手段。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:193-194