- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:190-192
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
地米斯托克利经由收买欧律比亚德稳住了阵脚;而在温泉关沦陷、伯罗奔尼撒诸邦退守地峡筑墙之际,他起草法令撤离雅典民众并决意全凭战舰迎击波斯以捍卫自由。
παθόντος καὶ πρὸς τὴν Πελοπόννησον βλέποντος,1 αὐτὸς ὥσπερ θεός τις τῶν ἀπὸ μηχανῆς χεῖρα ὑπερέσχε καὶ διεκώλυσε διαφθαρῆναι τὰ πράγματα ἀπʼ αἰσχρᾶς οὕτω τῆς ἀρχῆς ἀρξάμενα· καὶ τὸν Εὐρυβιάδην ὡς οὐκ ἔπειθε λέγων, ἐπρίατο, οὐχ ὡς ἄν τις διάκονος ἀξιῶν τινὸς εἶναι, ἀλλʼ ἐκείνῳ μᾶλλον ὡς διακόνῳ χρησάμενος· καὶ τήν τε Εὔβοιαν περιεποίησε καὶ τὰ πράγματα τῶν Ἑλλήνων ἔστησε μὴ παντελῶς ἄπορα εἶναι, παρασχὼν πειραθεῖσι πιστεῦσαι. ἀγγελθέντος δὲ τοῦ περὶ τὰς Πύλας πάθους καὶ τῆς κοινῆς, εἰ θέμις εἰπεῖν, τοῦ τε Ἀπόλλωνος τοῦ Πυθίου καὶ Θεμιστοκλέους μαντείας δεύτερον ἤδη φανερᾶς γεγονυίας, ὅτι πάντα ἐν ταῖς ναυσὶν ἄρʼ ἦν—οἵ τε γὰρ εἰς τὴν Θετταλίαν εἰσελθόντες ὡς τὰ Τέμπη φυλάξοντες προδοθέντες ὑφʼ ὅτων δή ποτε ἀνεχώρησαν, οἵ τε εἰς Πύλας ἀπαντήσαντες κατεχώσθησαν ὑπὸ τῶν βαρβάρων· καὶ οὐ τοσοῦτόν γʼ ἔστι μόνον εἰπεῖν περὶ αὐτῶν, ἀλλʼ ὅτι καὶ Λακεδαιμόνιοι δοκοῦσί μοι ταῦτα γνόντες ἐξ ἀρχῆς ὥσπερ ἀφοσιούμενοι πρὸς τοὺς Ἕλληνας ἀποστεῖλαι τοσούτους ὁπόσων ἠδύναντο ἐνεγκεῖν στερηθέντες,2 ὡς τοῦ γε ἀποτυχεῖν ὑπάρχοντος—οὕτω δὴ τούτων κεχωρηκότων καὶ τῶν ἐν ταῖς ναυσὶ κατὰ κράτος ἤδη φευγόντων εἰς τὸ εἴσω τῆς Ἑλλάδος, καὶ τὴν Πελοπόννησον σχεδὸν Ἑλλάδα ποιουμένων, τὰ δʼ ἄλλα παρεικότων, ἔσχατος μὲν ἀνεχώρει μετὰ ἐσχάτων Ἀθηναίων, οὐ τὴν αὐτὴν τάξιν φυλάττων ἥνπερ ὅτε ἐκπλεῖν ἔδει· τότε μὲν γὰρ πρῶτος ἦν ἐν πρώτοις. εἰ δʼ αὖ βούλει κἀνταῦθα τὸ τῆς ὁδοῦ πάρεργον, ὃ πρὸς τοὺς Ἴωνας ἐπολιτεύσατο, οὐκ ἀπὸ τοῦ βήματος, οὐδʼ ὁρώμενος αὐτοῖς, ἀλλʼ ἀπὸ τῶν πετρῶν καὶ τῶν τόπων τῶν ναυλόχων, οἷς ἤλπιζεν αὐτοὺς προσμίξειν, ποῖος Μίνως Ὁμηρικὸς ταῦτα μέμψαιτʼ ἂν, ἢ τίς Αἰακὸς ἄρας τὰς χεῖρας ὑπὲρ τῶν Ἑλλήνων τῷ Διί; ἐνταῦθα δὴ πολὺ μείζων καὶ καλλίων ἡ τρίτη πεῖρα ἐπεγένετο ὡς αἱ τριήρεις τὸ πᾶν ἔφερον, τὰ δʼ ἄλλα μάταιον καὶ προσδοκᾶν ἦν. ἀναχωρησάντων γὰρ ἀπʼ Ἀρτεμισίου τῶν Ἑλλήνων Ἀθηναῖοι μὲν καὶ οὕτως αὐτοί τε παρεσκευάζοντο καὶ τοὺς ἄλλους ἐκέλευον ἀπαντᾶν εἰς τὴν Βοιωτίαν καὶ προκινδυνεύειν τῆς λοιπῆς Ἑλλάδος· οἱ δʼ εἰς τοῦτο κατέστησαν τῆς ἀπορίας, οὐ γὰρ ἄξιον λέγειν προδοσίαν, ὥστʼ ἐξιέναι μὲν οὐκ ἐθάρρουν, διαλαβόντες δὲ τὸν Ἰσθμὸν ἐτείχιζον, ἐκ θαλάττης εἰς θάλατταν, παραπλήσιον δρῶντες ὥσπερ ἂν εἰ συγκαλυψάμενοι σφᾶς αὐτοὺς παρεδίδοσαν.3 ὅπου γὰρ ἐξῆν τοῖς βαρβάροις περιπλεύσασι κατὰ πόλεις ἑλεῖν αὐτοὺς, τί πλέον τοῦ τείχους ἦν, εἰ καὶ σεμνότερον τοῦ τῶν Βαβυλωνίων ἐστάθη καὶ πάσης κρεῖττον μηχανῆς; οὐκοῦν τῶν μὲν Ἀθηναίων μονωθέντων, τῶν δʼ Ἑλλήνων ἀνόνητα πονούντων, λοιπὸν ἦν ἅπαντα ἔχεσθαι σιωπῇ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. ἃ Θεμιστοκλῆς πόρρωθεν προορώμενος οὐκ ἐξεπλάγη τότε, ἀλλʼ εἰσχεομένων ἀμφοτέρωθεν ἤδη τῶν βαρβάρων, καὶ τῶν τε νεῶν κοινῷ στόλῳ προσαγουσῶν καὶ τοῦ πεζοῦ κατὰ τὴν Βοιωτίαν εἰσβαλόντος, καὶ τοῦ πυρὸς πάντα ἐπιφλέγοντος καὶ δηλοῦντος ἀντὶ φρυκτῶν προσάγειν βασιλέα, γράφει τὸ ψήφισμα τοῦτο, τὴν μὲν πόλιν παρακαταθέσθαι Ἀθηνᾷ,4 Ἀθηνῶν μεδεούσῃ παῖδας δὲ καὶ γυναῖκας εἰς Τροιζῆνα ὑπεκθέσθαι, τοὺς δὲ πρεσβύτας εἰς Σαλαμῖνα, τοὺς δʼ ἄλλους ἐμβάντας εἰς τὰς τριήρεις ὑπὲρ τῆς ἐλευθερίας ἀγωνίζεσθαι. ὦ μεγάλης μὲν τῆς ἐπινοίας καὶ ὑπερφυοῦς,5 θαυμαστῆς δὲ τῆς ῥώμης, ὅστις ταῦτα πρῶτος πείσειν ἤλπισε καὶ οὐκ ἀπέγνω πρᾶγμα τοσοῦτον· θαυμαστῆς δὲ καὶ τῆς τῶν πεισθέντων ἀρετῆς τε καὶ παιδείας, ἣν ἐπεπαίδευντο ὑπʼ ἐκείνῳ πάντα ἀνέχεσθαι καὶ καρτερεῖν, ὅσʼ ἂν διδῷ μὲν ὁ δαίμων, συμβουλεύῃ δὲ Θεμιστοκλῆς. τοῦτο τὸ ψήφισμα τῶν ὑφʼ ἡλίῳ μαρτύριον κάλλιστον καὶ λαμπρότατον καὶ τελεώτατον εἰς ἀρετῆς λόγον, πάντων ἀπόδειξιν τῶν ἀρίστων ἑξῆς ἔχον, τοῦ θαρρεῖν τοῖς θεοῖς, τοῦ φρονεῖν ἐφʼ ἑαυτοῖς, τοῦ παθεῖν ὁτιοῦν ἐθέλειν, πρίν τινος αἰσχροῦ πεῖραν λαβεῖν, ἔτι πρὸς τούτοις τοῦ φυλάττειν τὰ δόξαντα ἐξ ἀρχῆς, τοῦ μὴ μνησικακεῖν τοῖς ὁμοίοις, μηδʼ ἂν ἀνομοίων ἔργα δοκῶσι προῃρῆσθαι. τοῦτο τὸ ψήφισμα οὐ κόλαξ ἐμοὶ δοκεῖν ἄνθρωπος οὐδὲ κάτω βλέπων, οὐδʼ ὑποπεπτωκὼς τοῖς ἀκούουσιν, ἀλλὰ θεῶν τις διὰ τῆς Θεμιστοκλέους γλώττης ἐφθέγξατο. ἦ πού σοι Μίθαικος ὁ τὴν Σικελικὴν ὀψοποιίαν συγγεγραφὼς, ἢ Σάραμβος ὁ κάπηλος—νῦν γὰρ ἀνεμνήσθην τοὔνομα—
当欧律比亚德陷入这般惶惑、将目光投向伯罗奔尼撒时,地米斯托克利亲自有如天降神兵一般伸出援手,阻止了全局因如此可耻的开端而毁于一旦。既然他在言辞上劝不动欧律比亚德,便出资将其收买——这绝非自甘居于人下受其驱使,反倒是将对方当作自己的仆从加以役使;他不仅保全了优卑亚,而且使希腊的大局得以稳固而不致彻底陷入绝境,让亲历其事者建立起信心。 及至温泉关的惨败传来,若允许这样说的话,皮托之阿波罗与地米斯托克利共同的预言已是第二次被证实:原来一切当真系于战舰之上——因为那些开入色萨利企图守卫坦佩谷的人,因不知受何人出卖而撤退;而在温泉关迎敌的人,则被蛮族全数掩埋。(关于他们,人们所能说的不仅于此;在我看来,拉刻代蒙人从一开始就预料到了这一点,为了向希腊诸邦敷衍塞责,他们派遣的兵力仅仅以自身承受得起其丧失为限,仿佛早已将失败视作既定事实。)——当这些事态如此发展,舟师中的众人早已竭力向希腊腹地逃窜,几乎将伯罗奔尼撒独视为希腊而抛弃了其余领土之时,他率领着殿后的雅典人最后撤退,并未保持与当初必须出航时相同的位置:因为那时他本是在前驱之中名列前茅的。 如果你愿意,亦可在此审视他途中的附带举措,即他针对爱奥尼亚人所施展的政治策略:他并非从讲坛之上,亦非当着他们的面,而是从他预料他们会停靠的岩石与泊船处施展的。试问荷马史诗中的哪一位米诺斯能对此有所指摘,或者哪一位为希腊人向宙斯举手祈求的埃阿科斯能够挑剔? 就在此时,产生了一个远为重大而辉煌的第三次验证:三列桨战舰承担了一切,而期待其他任何手段都是徒劳的。因为当希腊人从阿耳忒弥西昂撤退后,雅典人即便在那种局势下,自身积极备战的同时,仍号召其余邦国在维奥蒂亚迎战,为希腊其余地区抵御危险;然而其他人却陷入了如此绝望的困境——实不宜将其斥为背叛——以致他们不敢出战,反倒封锁地峡,筑起一道横跨两海的长墙,其所作所为无异于蒙上头颅束手就擒。因为既然蛮族完全可以通过绕航逐一攻取各城邦,那么即便这座城墙建得比巴比伦城墙还要巍峨、能抵御一切攻城器械,又能带来什么益处呢?因此,当雅典人陷于孤立,希腊诸邦徒劳奔忙之时,陆上与海上的一切本该陷入死寂的屈服之中。 地米斯托克利早就远远预见到了这些,当时他并未惊惶失措;反倒是在蛮族已从两面蜂拥而入,舰队以联合阵势逼近,陆军侵入维奥蒂亚,大火焚尽一切、代替烽火宣告波斯王推进之际,他起草了这项法令:将城邦托付给雅典的守护神雅典娜;将妇孺转移至特罗曾,将老人送往萨拉米斯;其余众人则登上三列桨战舰,为自由而战。 啊,这是何等宏伟绝伦的构想,何等令人惊叹的气魄,竟有人敢于率先寄望于劝服众人接受此事,且面对如此惊天巨变未曾绝望!而那些被劝服之人的德行与教养同样令人惊叹,他们在他麾下受过教导,学会了承受并坚忍面对命运所赐予的、以及地米斯托克利所建议的一切。这项法令是普天之下关于美德之论说中最俊美、最璀璨、最完满的明证,按顺序展现了一切最崇高品质的证据:信赖神明,保有自尊,宁愿承受任何苦难亦不愿经历任何耻辱;此外,更有恪守最初决议之操守,以及绝不对同袍心怀怨尤,即便对方看似选用了配不上同袍的作为。依我之见,这项法令绝非出于一个逢迎谄媚、垂头丧气或向听众奴颜婢膝之人之口,而是某位神明借由地米斯托克利的唇舌发出的声音。想必在你看来,撰写西西里食谱的米泰科斯,抑或酒馆掌柜萨兰博斯——我此刻恰好想起了这名字——……
- 190παθόντος καὶ πρὸς τὴν Πελοπόννησον βλέποντος
承接上一组块末尾(ἐκπλαγέντος γὰρ τοῦ Εὐρυβιάδου ... καὶ διανοουμένου ... τοιοῦτον πάθος)的属格独立结构分词短语。动词 παθόντος 承接紧邻的前置同根名词 πάθος(同源呼应),为后文主句主语 αὐτός(地米斯托克利)的举动提供了背景情境。
- 190ὁπόσων ἠδύναντο ἐνεγκεῖν στερηθέντες
关系代词 ὁπόσων 因受分词 στερηθέντες(表剥夺的属格)支配而作属格。主格分词 στερηθέντες 与主语(拉刻代蒙人)一致,并与不定式 ἐνεγκεῖν(承受、忍受)连用,构成紧凑的句式结构:“按自身承受得起失去的数目”。
- 191ὥσπερ ἂν εἰ συγκαλυψάμενοι σφᾶς αὐτοὺς παρεδίδοσαν
连词 ὥσπερ ἂν εἰ 后接未完成过去直陈式(παρεδίδοσαν),构成假想比较从句(“宛如蒙面自缚请降一般”)。分词 συγκαλυψάμενοι 指人在绝望或投降时蒙住头部的动作习俗。
- 192τὴν μὲν πόλιν παρακαταθέσθαι Ἀθηνᾷ
说明性/同格不定式结构(παρακαταθέσθαι、ὑπεκθέσθαι、ἀγωνίζεσθαι),阐述前置动词短语 γράφει τὸ ψήφισμα τοῦτο(“起草此法令”)的具体内容,在间接引语中重现了正式法令的程式文体。
- 192ὦ μεγάλης μὲν τῆς ἐπινοίας καὶ ὑπερφυοῦς
感叹词 ὦ 支配感叹属格(μεγάλης ... τῆς ἐπινοίας)。形容词 μεγάλης 处于谓语位置,表达“其构想何其宏大!”的强烈感叹;后附的 ὅστις ... ἤλπισε 则是说明感叹缘由的关系从句。
