← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§188-189

阿耳忒弥西昂海战与地米斯托克利让权

文章记述了地米斯托克利在阿耳忒弥西昂海战立功后,如何劝说雅典为了全希腊的团结而将名义指挥权让予斯巴达,自己则作为幕后真正的领袖引导欧律比亚德应对危机。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§188

Ἀρτεμίσιον πλεύσας δυοῖν ναυμαχίαιν δύο ἵστησι τρόπαια, οὔτε λόγους ἀσχήμονας εἰπὼν οἶμαι πρὸς τοὺς ἐμπλέοντας Ἀθηναίων ἢ τῶν Ἑλλήνων οὔτʼ ἔργα φαῦλα ἀποδειξάμενος, ἀλλʼ, ὥς φησι Πίνδαρος, κρηπῖδα τῆς ἐλευθερίας τοῖς Ἕλλησι βαλόμενος. ἔπειτα γράφει τὸ ψήφισμα τοῦτο, οὗ θαυμαστότερον οὐδʼ ἐλευθεριώτερον οὐδείς πω μέμνηται γραφέν. ἔοικα δʼ ὑπερβαίνειν πολλὰ τῶν ἐν μέσῳ· βέλτιον οὖν ἴσως ἐπανελθεῖν. οὕτω γὰρ ὡς ἀληθῶς ἐκεῖνος θείᾳ τινὶ μοίρᾳ καὶ ὑπὲρ τῆς Ἑλλάδος πάσης ἔφυ καὶ οὐδὲν βέλτιον ἑώρα πλέον τοῦ κοινῇ συμφέροντος, ὥστʼ ἐπειδὴ συνελέγησαν εἰς ταυτὸν οἱ Ἕλληνες, ὑπερέβαλον μὲν Ἀθηναῖοι τῷ πλήθει τῶν νεῶν σχεδὸν πάντας, ὡρμημένων δὲ τῶν Ἑλλήνων μᾶλλον πρὸς τοὺς Λακεδαιμονίους κἀκείνους ἐθελόντων προΐστασθαι, συνιδὼν ὁ πάντα ἄριστος ἐκεῖνος ὡς, εἰ τὸ δίκαιον ἀκριβῶς ἐξετάζοι καὶ στάσις ἐγγένοιτο ὑπὲρ τῆς ἡγεμονίας, ἅπαντʼ ἀπολεῖται κακῶς, καὶ οὐχ ἕξουσιν ὅ τι χρήσονται, πείθει τοὺς Ἀθηναίους ὑφίεσθαι καὶ συγχωρῆσαι τοῖς Λακεδαιμονίοις ἐν τῷ τότε τὴν ἡγεμονίαν ὑποσχόμενος παρʼ ἑκόντων αὐτοῖς τῶν Ἑλλήνων αὐτὴν ἀνακτήσεσθαι. καὶ οὐκ ἐψεύσατο, σχεδὸν δέ τι καὶ τοὔνομα τῆς ἡγεμονίας, ἀλλʼ οὐκ αὐτὴν ἔπεισε παρεῖναι, ἐπεὶ τό γʼ ἀληθὲς εἰπεῖν αὑτοῖς μὲν τὴν ἡγεμονίαν, ἐκείνοις δὲ τὴν ἐπωνυμίαν ἀνέθεσαν,1 καὶ περιεγένετο αὐτοῖς ἄνευ τῆς σωτηρίας τῆς κοινῆς καὶ τὸ τῶν μὲν πολεμίων ἀνδρείᾳ, τῶν δὲ συμμάχων πρᾳότητι κρατῆσαι, καὶ τὸ σχῆμα τῷ παντὶ κάλλιον καὶ σεμνότερον· ἡγεμόνων γὰρ ἡγεμόνες κατέστησαν. καὶ εἰ φῂς, ὦ Πλάτων, ὅτι οὐ τριήρων οὐδὲ νεωρίων αἱ πόλεις δέονται, ἀλλʼ εὐβουλίας καὶ σωφροσύνης, ὁ Θεμιστοκλῆς οὐ μόνον τὰς τριήρεις τοῖς Ἀθηναίοις ἐξεῦρεν οὐδʼ, ὃ τούτου μεῖζόν ἐστιν, ὑπὲρ τῶν κοινῶν δικαίων καὶ εἰς τὸ δέον πᾶσι τοῖς Ἕλλησιν ἐχρήσατο αὐταῖς, ἀλλὰ καὶ τὴν ὁμόνοιαν τὴν ἀγαθὴν αὐτὸς ταῖς πόλεσι προσεισηνέγκατο καὶ κατέπραξεν, ὃ τῶν νεῶν αὐτῶν οὐχ ἧττον ἔσωσε τὴν Ἑλλάδα· μᾶλλον δὲ καὶ ταῖς ναυσὶν αὐταῖς ἐποίησε χρήσασθαι. καὶ ὃ μικρῷ πρόσθεν ἔφην, ἐνταῦθα καλῶς ἀναφαίνεται, ὅσῳ τοῦ Τερπάνδρου κρείττων ἁνὴρ τὴν μουσικήν.2 ὁ μὲν γὰρ ἐφʼ ἑαυτῶν τοὺς Λακεδαιμονίους ὁμονοεῖν ἐποίησεν, ὁ δʼ Ἀθηναίους καὶ Λακεδαιμονίους τότε ταυτὸν ἔπεισε φρονῆσαι, μᾶλλον δʼ ἅπαντας τοὺς Ἕλληνας μιᾶς γενέσθαι γνώμης· οὕτως εὖ καὶ καλῶς τὴν Ἑλλάδα ἡρμόσατο, καὶ αὐτός τε ἀπέστη τῆς ναυαρχίας καὶ ἐκείνους ἔπεισε τῆς ἡγεμονίας,3 οὕτω πολὺ νικῶντας καὶ μόνους ὄντας εἰς ἐλπίδα τοῖς πράγμασι. καίτοι τοσοῦτον δεῖγμα σωφροσύνης καὶ καρτερίας τίς πώποτε ἐξήνεγκε τῶν ἐν τοῖς τρίβωσι κατασαπέντων; οὐ τοίνυν ὥσπερ τοῦ σχήματος, οὕτω καὶ τῆς προνοίας τῆς περὶ τῶν πραγμάτων ὅπερ εἶπον ἐξέστη, οὐδʼ ὑπεχώρησεν οὔτε πόλει οὔτʼ ἀνθρώπων οὐδενὶ, ἀλλʼ αὐτός τε ἅπαντα συνεβούλευσεν, ὥσπερ ἂν εἰ μόνος ἦν τῶν πάντων ἡγεμὼν, καὶ τὸν τῶν Λακεδαιμονίων ναύαρχον τὸν Εὐρυβιάδην ὥσπερ παῖδα κοσμῶν καὶ περιστέλλων καὶ προδιδάσκων διεγένετο, ὥσπερ οἱ τοὺς νεῖν ἀδυνάτους ἀνέχοντες ταῖς ἑαυτῶν χερσὶν, οὐκ ἐξελέγχων, ἀλλʼ οἷον ὑποκοριζόμενος τῷ τῆς ναυαρχίας ὀνόματι, ἐπεὶ ὅτι γε αὐτός τε ναύαρχος καὶ κύριος ἦν τῶν ἁπάντων, πρώτου δʼ αὐτοῦ τοῦ ναυάρχου στρέφειν ὅποι βούλοιτο,4 παρὰ πᾶσαν ἔδειξε τὴν ἀρχὴν, καὶ δὴ καὶ τότε εὐθύς. ἐκπλαγέντος γὰρ τοῦ Εὐρυβιάδου πρὸς τὸ πλῆθος τῶν τριήρων τῶν βαρβαρικῶν, ὧν τὰς μὲν ἑώρα καταντικρὺ προσφερομένας, τὰς δʼ ἤκουε περιπλεῖν, καὶ διανοουμένου τὸν ἀγῶνα καταλιπεῖν οὐκ ἐπʼ ἐλπίδι βελτίονι, ἀλλʼ ὅπερ ἐν τοῖς τοιούτοις συμβαίνει τὸ παρὸν διακρούσασθαι κέρδος ἡγεῖσθαι, τοιοῦτον πάθος

驶向阿耳忒弥西昂,在两场海战中树立了两座胜利纪念碑;我想,他对同舟共济的雅典人或希腊人未曾说过不体面的言语,亦未显露出卑劣的行径,反倒正如品达所言,为希腊人奠定了“自由的基石”。随后他起草了这项法令,迄今尚无人记得曾有过比这更令人赞叹、更彰显自由气度之法令的起草。 然而我似乎略过了其间的许多事情,因此或许还是溯源回述为好。因为此人真正是秉承某种神圣命运、为了全希腊而生,且从未把任何事情看得比共同利益更为美好重要,以致当希腊人集结在一处时,尽管雅典人在战船数量上几乎凌驾于所有人之上,但见希腊诸邦更倾向于拉刻代蒙人并愿推戴他们居首,这位在万事上最为卓越之人洞察到:倘若苛刻细究公理而引发围绕统率权的纷争,一切都将惨遭覆灭,众人亦将手足无措;于是他劝说雅典人退让,暂且向拉刻代蒙人让出统率权,并许诺将从心甘情愿的希腊诸邦那里为他们重新赢回统率权。而他并未食言;他劝说他们放弃的几乎不过是统率权的名义而非实质,因为实则雅典人将真正的统率权留给了自己,而将称谓赋予了对方;由此他们所获致的,除了共同的拯救之外,还有以英勇制胜仇敌、以温厚感化盟友的美德,以及在各个方面都远为俊美崇高的气度:因为他们成了领袖之领袖。柏拉图啊,即便你声称城邦所需的不是三列桨战舰和造船厂,而是明智的筹划与节制,那么地米斯托克利不仅为雅典人觅得了三列桨战舰,而且——更重大的是——他为了共同的公理与希腊全邦的急需而使用了战舰,不仅如此,他更亲自为诸城邦带来并促成了这种良善的齐心合力,其拯救希腊的功绩绝不下于那些战舰本身;甚至可以说,正是这种协和才使他们得以善用战船。而我刚才所说的那句话,在此处便得以昭然若揭:此人在音律之艺上究竟比泰尔潘德卓越多少!因为后者不过是使拉刻代蒙人内部消除龃龉,而他却在当时促使雅典人与拉刻代蒙人同心同德,更使全体希腊人融为一志。他便是如此精妙绝伦地调和了希腊;他自身退出了海军统帅的职位,亦劝服本邦退让统率权,尽管他们在力量上占据绝对优势且是全局唯一的希望。试问,在那些于粗陋旧袍中腐朽终生的人当中,何曾有人展现出如此崇高的节制与坚忍之范例?因此,正如我所说,他并未像舍弃形式地位那样也舍弃对全局的经纶筹谋,他亦未曾向任何城邦或任何人退让半步;相反,他运筹谋划一切,恰如唯独他才是万民的统帅;他引导、照拂并指教拉刻代蒙的海军统帅欧律比亚德,便如同照顾孩童一般,正如用双手托举起溺水不能游者的人一样,他不去驳斥他,而是以海军统帅的虚名安抚笼络之;因为他自始至终,乃至在当时就立刻表明了,他自己才是统领全局的主帅与主宰,且从统帅本人开始便能随心所欲地加以驱使。事实上,当欧律比亚德对蛮族铺天盖地的三列桨战舰大惊失色——他亲眼目睹部分敌舰正迎面扑来,又听闻其余敌舰正迂回包抄——并打算弃战而逃,并非出于更好的指望,而是如在绝境中常有的那样,将避开眼前的危险视为幸事时,这种动摇的情绪……

语法注4 条
  1. 188ἐπεὶ τό γʼ ἀληθὲς εἰπεῖν αὑτοῖς μὲν τὴν ἡγεμονίαν, ἐκείνοις δὲ τὴν ἐπωνυμίαν ἀνέθεσαν

    短语 τό γʼ ἀληθὲς εἰπεῖν 为独立不定词结构(“说实话”)。主要动词 ἀνέθεσαν(不定过去时主动直陈式三人称复数)支配宾格短语 τὴν ἡγεμονίαν 与 τὴν ἐπωνυμίαν,分别对应与格代词 αὑτοῖς 和 ἐκείνοις,构成对称的 μὲν...δέ 对比结构。

  2. 189ὅσῳ τοῦ Τερπάνδρου κρείττων ἁνὴρ τὴν μουσικήν

    ἁνὴρ 是 ὁ ἀνήρ 的混成形(crasis)。ὅσῳ 为表示程度差别的与格(“比……卓越多少”)。宾格 τὴν μουσικήν 作限定/关涉宾格,意为“在音乐之艺方面”。

  3. 189καὶ αὐτός τε ἀπέστη τῆς ναυαρχίας καὶ ἐκείνους ἔπεισε τῆς ἡγεμονίας

    动词 ἔπεισε 搭配属格 τῆς ἡγεμονίας。此处承接前半分句 αὐτός τε ἀπέστη τῆς ναυαρχίας 中的分离属格结构,省略了不定词 ἀποστῆναι,意即“劝服他们[放弃]统率权”。

  4. 189πρώτου δʼ αὐτοῦ τοῦ ναυάρχου στρέφειν ὅποι βούλοιτο

    承接前文的名词/形容词 κύριος(主宰者)。属格短语 πρώτου δʼ αὐτοῦ τοῦ ναυάρχου 表示支配对象,不定词 στρέφειν 表明权限范围,意为“能够随心所欲地驱使统帅本人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:188-189