- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:186-187
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐述了地米斯托克利的远见卓识是拯救希腊的关键,详细论述了他如何将德尔斐“木墙”神谕正确解读为依托战船进行海战,以及他早在战前便倡导利用银矿收益建造舰队、将马拉松战役视为大战序曲的高瞻远瞩。
ὅτι θεοὶ μὲν πρῶτον,1 ἔπειθʼ, ὅσον εἰς ἀνθρώπους ἧκε, μία μὲν πόλις ἡ τῶν Ἀθηναίων, γνώμη δὲ ἑνὸς ἀνδρὸς ἡ Θεμιστοκλέους. ὁρῶν γὰρ ὡς εἰ μή τις τῷ ναυτικῷ κρατήσει τῶν βαρβάρων, οἰχήσεται κατὰ πόλεις ἡ Ἑλλὰς, προσβαλλόντων ἐν μέρει πᾶσι καὶ πορθούντων, καὶ πρὸς τούτῳ κἀκεῖνο εἰδὼς ὅτι τἀν τῇ γῇ πολὺ πλείους καὶ δεινοτέρας ἔχει τὰς ἀπορίας καὶ πολὺ πλείοσιν ἢ κατὰ θάλατταν μαχοῦνται καὶ ἀπορωτέροις προσφέρεσθαι, εἵλετο πρῶτον μὲν τὴν ἐλάττονα ὑπερβολὴν ἀντὶ τῆς μείζονος· ἔπειτα οὗ πρὸς καιρὸν τῇ τόλμῃ χρήσεται.2 καὶ ταῦτα ἐπεψήφιζεν ὁ θεὸς ὁ ἐν Δελφοῖς. ὅμως δὲ καὶ τῆς μαντείας ἐλθούσης ἦν ἀπορία τοῖς πολλοῖς τί ποτʼ εἴη τὸ ξύλινον τεῖχος τοῦτο. ὡς οἱ μὲν πρεσβῦται τῆς ἀκροπόλεως ἔχεσθαι παρῄνουν, οὕτω παρελήρουν, πεφράχθαι γὰρ αὐτὴν ῥάχῳ τὸ ἀρχαῖον καὶ τὸν χρησμὸν εἰς τοῦτο φέρειν. χρησμολόγοι δὲ πάντʼ ᾖδον, πλὴν ἓν τῶν πάντων οὐκ ᾖδον, ὡς δεῖ ναυμαχεῖν. ἀλλὰ καὶ φυλάττεσθαι παρῄνουν τὴν Σαλαμῖνα παντὸς μᾶλλον—οἱ δέ γε αὐτοί ποτε οὗτοι τὸν εἰς Σικελίαν πλοῦν ἐπέσπευδον· τοὺς γὰρ αὐτοὺς ταυτὸν ἔθνος λέγω, πλήν γε δὴ οἱ μὲν Ἀλκιβιάδῃ συναγορεύοντες, οἱ ὕστερον, οἱ δὲ τότε ἀντέλεγον τῷ Θεμιστοκλεῖ3—τό τε σύμπαν ἠξίουν ἄλλο τι ζητεῖν, καὶ φυγόντας ἔξω τῆς Ἑλλάδος ἄλλην χώραν οἰκίζειν. τέλος δʼ ἔδοξεν Ἀθηναίοις τοὺς μὲν δὴ χρησμῳδοὺς χαίρειν ἐᾶν, Θεμιστοκλεῖ δὲ μᾶλλον πιστεῦσαι, ξύλινον μὲν εἶναι τεῖχος τὰς τριήρεις ἐξηγουμένῳ, ἀποκεῖσθαι δέ τι χρηστὸν ἐν τῇ Σαλαμῖνι, διὸ δὴ καὶ θείαν αὐτὴν ὑπὸ τοῦ θεοῦ προσειρῆσθαι· ἐπεὶ κακοῦ γέ του μέλλοντος καταλήψεσθαι τοὺς Ἕλληνας ἐν αὐτῇ, σχετλίαν καὶ οὐ θείαν τὸ πρόσρημα ἂν αὐτῆς εἶναι. ἀλλὰ γὰρ εἰς τοὺς βαρβάρους εἰρῆσθαι τὸ πολλοὺς ἀπολεῖσθαι. δεῖν οὖν ναυμαχεῖν. καὶ ταῦτʼ εἰκότως οἱ μὲν ἄλλοι χαλεπῶς εἶχον συμβαλεῖν, Θεμιστοκλῆς δὲ ῥᾳδίως ἐξευρεῖν. οὐ γὰρ ὅτε ἦλθον τὰ λόγια, οὐ τότε πρῶτον ταύτην ἔσχε τὴν γνώμην, οὐδʼ αὐτοσχεδιάζων, οὐδʼ ἐπὶ τοῦ καιροῦ σοφὸς ταύτην τὴν σοφίαν, ὥσπερ οἱ θεομάντεις, γενόμενος, ἀλλὰ καὶ πρὶν πέμπειν Ἀθηναίους εἰς Δελφοὺς καὶ πρὶν τὸν βάρβαρον κινηθῆναι, πάλαι καὶ πόρρωθεν ἐκεῖνος ταῦτʼ ἐσκέψατο καὶ συνεῖδε, καὶ ὅπως ἐπὶ τοῦ καιροῦ καὶ τῆς χρείας μὴ ἀπορήσῃ προὐνοήθη. περιγενομένων γὰρ τῇ πόλει χρημάτων συχνῶν ἀπὸ τῶν ἔργων τῶν ἀργυρείων, καὶ ταῦτα μελλόντων εἰκῆ νέμεσθαι, μόνος τῶν πάντων ἐτόλμησεν ἀντειπεῖν, οὐ διακόνου πρᾶγμα πράττων, οὐδʼ ὑπηρετοῦντος ταῖς ἐπιθυμίαις, οὐδʼ ἀποπιμπλάντος τὰς ἡδονὰς, ἀλλὰ μᾶλλον, ὥς γέ μοι φαίνεται, συμβούλου καὶ διδασκάλου, καὶ τὸ μὲν ἥδιστον ἑκόντος ὑπερβαίνοντος, τὸ δὲ βέλτιστον προορωμένου καὶ πράττοντος, κἂν δέῃ λυπῆσαι, καὶ τὸν ἰατρὸν, ἀλλʼ οὐ τὸν ὀψοποιὸν μιμουμένου, μᾶλλον δὲ καὶ τὸν γυμναστὴν, ὡς ἂν σὺ φαίης, εἴπερ πρὸ τοῦ κινδύνου καὶ τῶν δυσχερῶν ἔπραττε τὸ συμφέρον καὶ ὅπως μὴ ὑποδώσει τοῖς Ἕλλησι τὰ πράγματα. ἐκέλευε τοίνυν Ἀθηναίους τῆς μὲν διαδόσεως ὑπεριδεῖν, ναῦς δὲ ποιήσασθαι ἐκ τῶν χρημάτων, πρόφασιν μὲν ὡς ἐπὶ τὸν πόλεμον τὸν πρὸς Αἰγινήτας, οὗτος γὰρ ἐνειστήκει τότε, τῇ δʼ ἀληθείᾳ τὰ μέλλοντα ἔσεσθαι προορῶν καὶ νομίζων τὴν Μαραθῶνι μάχην ὡσπερεὶ προοίμιον γεγενῆσθαι τοῖς Ἀθηναίοις, εἶναι δʼ οὐ πέρας τοῦ πολέμου τοῦ παντὸς οὐδὲ τελευτὴν, ἀλλʼ ἀρχὴν μᾶλλον καὶ παρασκευὴν ἑτέρων ἀγώνων μειζόνων. καὶ ταῦτα κατʼ ἀρχάς τε λέγων ἔπειθε καὶ αἱ τριήρεις ἐποιήθησαν, καὶ τότʼ ἔπεισεν ὡς δεῖ ταῖς τριήρεσι χρήσασθαι καὶ τῇ θαλάττῃ προσέχειν, ὡς οὐκ ὂν αὐτοῖς κάλλιον ὁρμητήριον4 τοῦ πρὸς τοὺς βαρβάρους πολέμου. καὶ πρῶτον μὲν ἐπʼ
第一是诸神,其次在归于人事的限度内,是雅典这一座城邦,以及地米斯托克利这一人的谋略。因为他洞察到,若无人以海军制服蛮族,希腊诸邦将在蛮族轮番的进攻与劫掠下相继沦亡;加之他深知陆战所面临的困顿远多且更为凶险,希腊人将在陆上对抗远众于海上且更难应对的敌军,是以他首先选择了较小的悬殊而非较大的悬殊,其次选择了能够适时施展其胆魄之所。德尔斐的神祇亦印证了这些设想。然而即便神谕传来,众人对这“木墙”究竟为何物仍茫然不解。例如老人们劝告固守卫城,如此胡言乱语,声称卫城自古便以荆棘筑篱,神谕指的便是此物。而解谕者们唱遍了所有可能,唯独在万千论调中不曾唱出应当进行海战。不仅如此,他们甚至劝告万万要提防避开萨拉米斯——顺便提一句,正是这同一拨人后来力主远征西西里;我所说的同一拨人是指同一类族群,只是后来的那些人附和阿尔基比亚德,而当年的这些人则反对地米斯托克利——总而言之,他们主张另寻出路,逃离希腊本土而殖民别邦。但最终,雅典人决定对那些唱谕者置之不理,转而信赖地米斯托克利。他阐明木墙即是三层桨战船,且有某种吉兆寄托于萨拉米斯,正因如此神祇才称其为“神圣的萨拉米斯”;因为倘若希腊人将在那里遭遇厄运,神祇对它的称谓便当是“残酷的”而非“神圣的”;事实上,所谓“许多人将毁灭”是指蛮族而言。因此,必须进行海战。理所当然地,其他人难以参透这些关窍,而地米斯托克利却轻易洞悉。因为他绝非在神谕降临时才初次生出此种定见,亦非临时起意,更非如通神术士那般临渴掘井而偶得此般智谋;而是在雅典人遣使前往德尔斐之前、在蛮族动身兴兵之前,他早已深谋远虑,洞悉了一切,并预作筹划,使自己在危难与急需之时不致束手无策。因为当时城邦自银矿开采中获利颇丰,众人正欲将这笔资财随意瓜分,唯有他在众人之中敢于出面谏止;他的行径绝非仆役之举,亦非顺应贪欲、满足享乐,而是在我看来更如一位谋士与导师,甘愿弃置最令人愉悦之事,预见并践行最卓越之道,纵使必须令人痛苦亦在所不惜;他效法的是良医而非厨子,更如你所言,倘若他在危难与困厄来临之前便施行有益之事、力保希腊人的基业不致倾颓,那么他效法的毋宁是体操教练。于是他告诫雅典人勿顾蝇头小利的分红,而以这笔资财建造战舰,表面上借口是针对同埃癸纳人的战事——因为当时这场战争正方兴未艾——实则洞烛幽微,预见到将要发生的大势,认定马拉松之战对雅典人而言不过是序曲,绝非整场战争的终局与落幕,反而是其他更宏大征战的开端与整备。他起初以此说辞劝服众人,三层桨战船遂得以建造;而在那时他又劝服众人必须善用这些三层桨战船并投身海上,因为对于抗击蛮族的战争而言,他们绝无更为优越的进取基地。首先,在对……
- 186ὅτι θεοὶ μὲν πρῶτον
接续上一段落末尾 πᾶσιν ὑπάρχειν εὐθὺς εἰπεῖν(所有人皆能脱口而出)的间接引语名词性 ὅτι 从句,直接回答了前文所提究竟何物拯救了希腊这一问题。
- 186εἵλετο πρῶτον μὲν τὴν ἐλάττονα ὑπερβολὴν ἀντὶ τῆς μείζονος· ἔπειτα οὗ πρὸς καιρὸν τῇ τόλμῃ χρήσεται.
主动词 εἵλετο 支配两个由 πρῶτον μέν 和 ἔπειτα 引导的并列宾语成分:前者为名词短语 τὴν ἐλάττονα ὑπερβολὴν,后者为省略先行词的关系副词从句 οὗ πρὸς καιρὸν τῇ τόλμῃ χρήσεται(意指“能够适时施展勇气的场所/境况”)。ὑπερβολή 指陆战中敌军数量与凶险程度的极大悬殊与超出。
- 186πλήν γε δὴ οἱ μὲν Ἀλκιβιάδῃ συναγορεύοντες, οἱ ὕστερον, οἱ δὲ τότε ἀντέλεγον τῷ Θεμιστοκλεῖ
破折号插入句内出现的破格对比结构(anacoluthon)。前半句 οἱ μὲν ... συναγορεύοντες 采用分词结构(或省略动词),而后半句 οἱ δὲ τότε ἀντέλεγον 则转换为限定动词,以此形成后代迎合阿尔基比亚德与当年反对地米斯托克利的鲜明对照。
- 187ὡς οὐκ ὂν αὐτοῖς κάλλιον ὁρμητήριον
由表示主观理由或认定的连词 ὡς 加上中性单数分词 ὄν 构成的独立对格(accusative absolute)句式,表无人称的客观情况,意为“认定/声称他们绝无更为优越的出发据点”。
