← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§184-185

捍卫自由的决断与地米斯托克利的调和结盟

作者援引荷马史诗的名句检验地米斯托克利在生死存亡之际的功绩,盛赞他引导雅典乃至全希腊抵抗强敌、断然处决波斯使者的翻译以示决绝,更平息希腊内部纷争并召回政敌流亡者,凝聚起空前的一致团结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§184

"ἔνθʼ ὅ τε δειλὸς ἀνὴρ ὅς τʼ ἄλκιμος ἐξεφαάνθη," οὐκ εἰς λόχον συγκαθημένων ἡμῶν, ἀλλʼ ἐπʼ αὐτοῦ τοῦ ξυροῦ τῆς ἀκμῆς ἑστηκότος εἶναι τὴν Ἑλλάδα ἢ μή.1 αὕτη πρώτη Θεμιστοκλέους ἐξέτασις καὶ κρίσις. ἐντεῦθεν ὅρα τὸν ἄνδρα ἀπὸ γραμμῆς ἀρξάμενος· καὶ μή μοι λόγῳ τὸν χρυσὸν, ἀλλὰ τὴν βάσανον προσάγων σκόπει. τῆς γὰρ εἰκόνος μέμνησο τῆς σαυτοῦ· ἔδει τῶν ὑπὲρ τῆς κοινῆς ἐλευθερίας ἀγωνιζομένων Ἀθηναίους εἶναι, ἢ δυοῖν τοῖν ὑπολοίποιν θάτερον ποιεῖν· ἔδει τῶν ἀγωνιζομένων εἶναι. τί οὖν; συνεβούλευε ταῦτα Θεμιστοκλῆς, ἢ διεκώλυεν; οὒκ, ἀλλʼ ἐκεῖνος ἦν ὁ ταῦτα συμβουλεύων. οὐκοῦν ταῦτα ἔδει πράττειν καὶ ταῦτα συμβουλεύειν; ταῦτα ἔπραττον μὲν Ἀθηναῖοι, συνεβούλευε δὲ Θεμιστοκλῆς. μέχρι μὲν δὴ τούτων τὰ μέγιστα συνεβούλευε καὶ οὐδὲν ἔχει Πλάτων αἰτιάσασθαι, οὐ μὲν οὖν, εἰ μὴ λαμπρῶς ἐπαινοίη, ὅπως οὐκ ἂν αἰσχύνοιτο οὐκ ἂν ἔχειν μοι δοκεῖ.2 οὐ γὰρ μόνους τοὺς Ἀθηναίους ἐπὶ ταῦτʼ ἀγαγὼν καὶ τάξας ἐνταυθοῖ γνώμης φαίνεται, ἀλλὰ καὶ τοὺς ἄλλους Ἕλληνας, ὅσον μετέσχον τῶν πραγμάτων, εἷς ἀνὴρ οὗτος μάλιστα ἐπιρρώσας καὶ παροξύνας, καὶ τοὺς μὲν ἑκόντας, τοὺς δὲ ἄκοντας αὐτῶν πείσας γενέσθαι χρηστοὺς καὶ λυσιτελοῦντας ἑαυτοῖς· ὅς γε καὶ τοῖς κήρυξι τοῖς παρὰ τοῦ βασιλέως ἐλθοῦσι περὶ τῆς γῆς καὶ τοῦ ὕδατος τοιαύτας ἔδωκε τὰς ἀποκρίσεις, ὥσθʼ ἅπασι τοῖς Ἕλλησιν ὑπάρχειν μαθεῖν ὁποῖʼ ἄττα ἀποκρίνασθαι χρὴ τοῖς ἐπὶ ταῦθʼ ἥκουσι τῶν βαρβάρων. καὶ οὐκ ἐνταῦθʼ ἔστη τῆς ἐλευθερίας, ἀλλὰ καὶ τὸν ἑρμηνεύσαντα ἀπέκτεινε, κατηγορῶν ὅτι τὴν φωνὴν ὥσπερ ἄλλο τι τῷ Πέρσῃ κατὰ τῶν Ἑλλήνων ἔχρησε. καίτοι τί τοῦτο δεινὸν ἦν τοῖς Ἀθηναίοις μαθεῖν ὅ τί ἐστι τὰ λεγόμενα, μαθόντας δὲ βουλεύσασθαι; οὐ γὰρ αὐτός γʼ εἰσηγεῖτο οὐδʼ ἐπηνάγκαζεν. ἀλλʼ ὅμως οὐδʼ ἄχρι τούτου διακονεῖν ἠξίου, οὐδὲ γὰρ προσήκειν ἀκούειν τὰ τοιαῦτα. ταχύ γʼ ἂν αὐτὸς διηκόνησεν ὁ τοῖς διακόνοις οὕτω χρώμενος,3 ἢ παρʼ ἃ βέλτιστα ἐνόμιζεν ἐδημηγόρησεν, ὁ μηδʼ ἑρμηνεύειν ἐῶν περὶ ὧν οὐ βέλτιον λέγειν. τὰ μὲν δὴ προοίμια τοιαῦτα τῆς Θεμιστοκλέους πολιτείας καὶ τοῦ περὶ τῆς ἐλευθερίας ἀγῶνος, οὐδὲν τοῖς Μέλητος ἐοικότα τοῦ κιθαρῳδοῦ,4 οὐδʼ οἷς ἐκεῖνον ᾁδειν φησὶ Πλάτων, ἀλλʼ ἀπεναντίον μᾶλλον. τό τε γὰρ βέλτιστον ἔνεστι καὶ τὸ ἥδιστον πρόσεστιν ἀκοῦσαι παντὶ γενναίῳ καὶ ἐλευθέρῳ. ὥστʼ ἔμοιγε δοκεῖ τῆς Τερπάνδρου μᾶλλον ἂν εἶναι μουσικῆς εἰκάσαι, πλήν γʼ ὅτι καὶ παρελήλυθεν. ὁ μέν γε μίαν πόλιν τὴν Λακεδαιμονίων εἰς ταυτὸν ἤγαγεν, ὁ δὲ τὴν Ἑλλάδα πᾶσαν ἥρμοσε καὶ συνέστησε· — λέγω γὰρ οὖν Ἑλλάδα τοὺς τῇ Ἑλλάδι πάσῃ βοηθῆσαι δυνηθέντας—τοσούτῳ μείζονος καὶ κοινοτέρας καὶ ἐπὶ πλέον φερούσης ὁμονοίας ἡγεμὼν ἐγένετο. πρῶτον μέν γε τοὺς πολέμους τοὺς συνεστῶτας τότε ἐν τῇ Ἑλλάδι καὶ τὰς πρὸς ἀλλήλους διαφορὰς καὶ στάσεις ἔπαυσεν ἁπάντων, καὶ ἕνα μὲν πόλεμον τὸν πρὸς τοὺς βαρβάρους, αὐτοὺς δὲ φίλους καὶ συγγενεῖς, ἔπεισεν ἡγήσασθαι. ἔπειθʼ ὅσοι τῶν πολιτῶν μεθειστήκεσαν, τούτους καταγαγεῖν συνεβούλευσεν Ἀθηναίοις, ἐν οἷς καὶ τῶν διαφόρων τινὲς ἦσαν αὐτῷ, τὴν αὐτὴν γνώμην ἔν τε τοῖς Ἑλληνικοῖς καὶ τοῖς κατὰ τὴν πόλιν σώζων· αὕτη δʼ ἦν τὸ κοινῇ βέλτιστον σκοπεῖν ἅπασαν μικροψυχίαν ἀνελόντας. παραλαβὼν τοίνυν τὰ πράγματα καὶ προστάτης τοῦ παντὸς κινδύνου γενόμενος ποῖόν τινα ἑαυτὸν παρέσχε καὶ συνεῖναι τὰ δέοντα καὶ πρᾶξαι διὰ τέλους; τοιοῦτον οἷον, εἴ τις ἔροιθʼ ὁντινοῦν τί τὸ σῶσαν τὰ πράγματα τῶν Ἑλλήνων ἐγένετο, μὴ λελοιπέναι ζήτησιν, ἀλλὰ πᾶσιν ὑπάρχειν εὐθὺς εἰπεῖν

“在那里,懦夫与勇士皆昭然若揭,”这不是在我们共同埋伏于伏击阵地之时,而是在希腊究竟是存是亡、正处在千钧一发的剃刀边缘之时。这便是对地米斯托克利的第一次检视与评判。 请从这里、从起跑线开始审视这个人;求你切勿只凭言辞向我评判黄金,而要用试金石去检验它。且记住你自己的譬喻:雅典人要么必须加入为共同自由而战的行列,要么在余下的两条道路中择其一;而他们理当成为抗争者之一。那么,结果如何呢?地米斯托克利是如此劝告的,还是从中阻挠呢?绝非阻挠,相反,他正是提出这番谏言之人。既然如此,这难道不正是应当去践行、应当去劝告的吗?雅典人践行了这一抉择,而地米斯托克利劝告了它。至少到此为止,他所劝告的是最伟大的事业,即便柏拉图也毫无可指摘之处;不仅如此,我认为柏拉图若不予以极力赞美,简直无地自容。因为地米斯托克利不仅将雅典人引向这一决断并使其立定于此种志向,而且在参与这一事态的限度内,正是他凭一人之力极大地鼓舞并激发了其余的希腊人,说服他们——有人出于自愿,有人则违背本愿——成为高尚且对自己有益之人。他甚至对波斯王前来索要泥土与饮水的使臣给出了如此坚定的回复,以至于全体希腊人都能从中知晓应当如何答复那些为此而来的蛮族。他的崇尚自由甚至不仅止步于此,他甚至处决了担任翻译之人,指控他竟将希腊语如同工具般出借给波斯人以危害希腊人。然而,雅典人知晓来使所言为何,并在知晓后加以权衡审议,这究竟有何可怕之处呢?毕竟那翻译本身既非动议者,亦未强迫雅典人。即便如此,地米斯托克利仍认为甚至协助到这般地步亦属不齿;因为听闻此类言辞本身便是不合体统的。一个如此对待仆役协助之人,难道自己反而会轻易趋炎附势、充当仆役吗?一个连不宜言说之事的翻译都不容许的人,难道会违背自己认为最善之道而去向民众谄媚演说吗? 地米斯托克利的政治作为以及为自由而抗争的前奏便是如此,它们丝毫不同于琴歌乐师墨勒斯的前奏,亦不同于柏拉图所言那人所唱的歌曲,反而截然相反。因为其中蕴涵着最卓越的事物,且对每一位高贵与自由之人而言,聆听它皆伴随着至高无上的愉悦。因此在我看来,将其比作忒耳潘得洛斯的乐曲更为恰当——只是他甚至超越了后者。忒耳潘得洛斯仅将拉栖代梦这一个城邦带入和睦,而地米斯托克利却调和并凝聚了整个希腊——我所谓的希腊,是指那些有能力援助全希腊的人——他在如此程度上成为了一场更为宏大、更为普适、影响更为深远之融洽的领路人。首先,他平息了当时在希腊境内蔓延的一切战争,以及所有人之间的分歧与内讧,并说服他们认定与蛮族的交战才是唯一的战争,而彼此之间皆为朋友与同胞。其次,他建议雅典人召回所有流亡在外的公民,其中甚至包括他自己的一些政敌;无论在全希腊的事务中还是在城邦内部的事务中,他都坚守着同一信念——那便是在摒弃一切狭隘与私心之后,唯以公共利益为念。既然他执掌了国政,并成为整个危难当头的护国领袖,那么在明察大势与贯彻始终方面,他展现出了怎样的自我呢?他所展现出的形象是:倘若有人向任何人询问究竟是什么拯救了希腊的事业,人们绝无困惑迟疑之余地,而是所有人皆能脱口而出

语法注4 条
  1. 184ἐπʼ αὐτοῦ τοῦ ξυροῦ τῆς ἀκμῆς ἑστηκότος εἶναι τὴν Ἑλλάδα ἢ μή

    非人称属格独立结构。分词 ἑστηκότος 的逻辑主语是整个不定式从句 εἶναι τὴν Ἑλλάδα ἢ μή(“希腊究竟是存是亡”),表示“当希腊是存是亡的局势正处于千钧一发的剃刀边缘之时”。

  2. 184ὅπως οὐκ ἂν αἰσχύνοιτο οὐκ ἂν ἔχειν μοι δοκεῖ

    间接疑问从句 ὅπως οὐκ ἂν αἰσχύνοιτο(“如何能不感到羞愧”)充当 οὐκ ἂν ἔχειν(“他将毫无办法”)的宾语,并带有双重 ἄν 的潜在语气。整体表达强烈的反诘性断定:“在我看来,他绝无可能免于蒙羞”。

  3. 185ταχύ γʼ ἂν αὐτὸς διηκόνησεν ὁ τοῖς διακόνοις οὕτω χρώμενος

    带有强烈讽刺意味的反事实过去构式,由反语副词 ταχύ(“难道真的会……吗,绝不”)与直陈式过去时加 ἄν 构成。主语是带冠词分词短语 ὁ τοῖς διακόνοις οὕτω χρώμενος(“如此对待仆役协助之人”),意为“一个如此严厉惩处服役之人的人,难道自己竟会轻易充当仆役迎合他人吗(绝无可能)”。

  4. 185οὐδὲν τοῖς Μέλητος ἐοικότα τοῦ κιθαρῳδοῦ

    冠词省略中心词用法。复数与格冠词 τοῖς 承接前文 τὰ προοίμια 而省略 προοιμίοις,支配单数属格 Μέλητος ... τοῦ κιθαρῳδοῦ(琴歌乐师墨勒斯 Μέλης 的属格形式),意为“丝毫不像琴歌乐师墨勒斯的前奏”(暗指柏拉图《高尔吉亚篇》502a 中既不求最善亦不悦耳、反而令观众厌烦的墨勒斯)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:184-185