- 底本
- Aristides. Vol. 2. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:182-183
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者假托向柏拉图发问,驳斥空洞的哲学思辨,极力捍卫地米斯托克利在危难之际切实拯救国家的功绩,并陈述了当时摆在全希腊面前的三种抉择。
εἰπεῖν ἐθέλειν μᾶλλον ἢ ταῦτα ἄπρακτα αὑτοῖς εἶναι.1 οὕτως οὐ μόνον τὰς ἐλπίδας ὅσοι γε καὶ τὰ μήκιστα ἤλπισαν αὐτῶν, ἀλλὰ καὶ τὰς εὐχὰς τῶν πλείστων ὑπερεβάλετο καὶ ἔγωγε ἡδέως ἂν, εἴ πως ἐνῆν, ἠρόμην Πλάτωνα, πρὸς θεῶν τῶν Ἑλληνίων, τί χρῆν ποιεῖν τὸν Θεμιστοκλέα κατʼ ἐκείνους τοὺς χρόνους, ἢ τί λέγειν κάλλιον ὧν εἶπεν; ἢ τί γράφειν βέλτιον ὧν ἔγραψεν; ἢ τίνα ὁδὸν τῶν πραγμάτων ἐλθεῖν; ἢ ποίαν ἡγήσασθαι τοῖς Ἀθηναίοις; ἢ τίσι κρείττοσι χρήσασθαι λογισμοῖς; εἰπὲ γὰρ ὦ πρὸς θεῶν, εἰ δὲ μὴ, ἄλλος τις κληρονομείτω τοῦ λόγου, λεγέτω, δεικνύτω τί χρῆν πράττειν τὸν Θεμιστοκλέα τότε καὶ πῶς χρήσασθαι τοῖς παροῦσι. πότερʼ εἰς τὴν πνύκα συλλέξαντʼ Ἀθηναίους περὶ τῶν ἰδεῶν αὐτοῖς διαλέγεσθαι2 καὶ διδάσκειν τί αὐτοδίκαιον καὶ τί αὐτοκαλὸν, καὶ τί τὸ ὂν μὲν ἀεὶ, γένεσιν δὲ οὐκ ἔχον; ταχέως μέντἂν αὐτοὺς καὶ γένεσις καὶ τὸ εἶναι καὶ πάντα ἐπέλιπεν. ἀλλʼ ὅθεν ἀνδρεία τὸ πρῶτον ἐκλήθη καὶ ὅθεν δειλία ζητεῖν, καὶ πότερον ῥεῖ τὰ πάντα ἢ οὔ; ἔγνωσαν μέντἂν κακῶς ῥέοντα τὰ πάντα αὐτοῖς. ἀλλὰ τί μὴν ὅλως ἔδει λέγειν ἢ ποιεῖν; τρίτον γὰρ ἤδη τὸ ἐρώτημα ὥσπερ σύνθημα περιήκει. πόθεν ἐξετάσομεν τὸν Θεμιστοκλέα πότερον τῷ ὄντι σύμβουλος καὶ προστάτης καὶ ἡγεμὼν ἦν, ἢ τί καὶ ἄλλο πρέπον ἀκοῦσαι; καὶ μὴν δεῖ γε δυοῖν θάτερον, ἢ τὰ πραχθέντα ὑπʼ αὐτοῦ μέμψασθαί τινα ἔχειν, ἢ δεῖξαι τί δέον πρᾶξαι παρέλιπε, τὸ ῥᾷον καὶ ἥδιον ἀντὶ τοῦ καλοῦ προελόμενος. καίτοι τήν γε ὕστερον τῶν πραγμάτων σοφίαν καὶ τοὺς ἐπὶ τῆς ἀδείας ἐλέγχους οὐδὲν ἔχειν φασὶ λαμπρὸν οὐδʼ ὑπερήφανον· ἐγὼ δʼ οὖν καὶ τοῦτο συγχωρῶ κἄν τις ἀμείνω τινὰ πρᾶξιν, ἢ λόγους βελτίους, ἢ προαίρεσιν δικαιοτέραν ἢ τοῖς πᾶσι βελτίω δείξῃ τότε ἐγχωροῦσαν παρʼ ἣν ἐκεῖνος ἐνεστήσατο, ἕτοιμος αὐτὸς τῆς αἰτίας κληρονομεῖν. εἰ δὲ μήθʼ ὧν ἐπολιτεύσατο μηδὲν ἔστι καταιτιάσασθαι μήθʼ ὧν ἄν τις φήσαι χρῆναι πεποιηκέναι μηδὲν ἔστʼ εἰπεῖν ὡς οὐκ ἐποίησεν, ἐπαινοῦσι μᾶλλον ἐκεῖνον ἡμῖν αὐτοῖς συνηδώμεθα ἢ ζητοῦσιν ὅπως εἴποιμεν κακῶς. οὑτωσὶ δὲ σκοπῶμεν, ἐπαναγαγόντες ἡμᾶς αὐτοὺς ἐπʼ αὐτὰ τὰ πράγματα. ἦσαν τῶν Ἑλλήνων μερίδες τρεῖς, ἡ μὲν ἔξω πραγμάτων, ὥσπερ Ἀργεῖοι καὶ Κερκυραῖοι καὶ Σικελιῶται καὶ Ἰταλιῶται μικροῦ πάντες, καὶ Κρῆτες δὴ καὶ ἕτεροι λέγονται· οἱ δὲ καὶ συνεπεστράτευον μετὰ τῶν βαρβάρων ἐπὶ τὴν Ἑλλάδα, ὥσπερ οἱ Θετταλοὶ καὶ πάντες οἱ μέχρι τῆς Ἀττικῆς, πλὴν Θεσπιέων καὶ Πλαταιέων ὁπόσων δή τινων ὄντων· τρίτον δʼ ἦν λοιπὸν Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι καὶ ὅσοι παρὰ τούτους κατέφυγον. ἀλλὰ μήπω τοῦτο ὅτι Ἀθηναῖοι, μηδʼ ὅτι καὶ τοὺς ἄλλους οὗτοι παρεσκεύασαν. ἀλλὰ διῄρητο μὲν εἰς τοσαῦτα μέρη τὸ Ἑλληνικὸν πᾶν καὶ προὔκειτο τριῶν τούτων αἵρεσις ἐν μέσῳ πᾶσιν, ἔδει δὲ καὶ πόλιν καὶ ἰδιώτην πρὸς ταῦτα βουλεύεσθαι, τὸ διάφορον δʼ οὐ μικρὸν ἦν, ἢ τῷ βαρβάρῳ προσθεμένους ἀκολουθεῖν ἐπὶ τοὺς ἀντιτείνοντας, ἢ τὴν ἡσυχίαν ἄγειν αὐτοῖς ἐξεῖναι δεηθέντας, μὴ τί τοῖς ἄλλοις συμβήσεται ζητεῖν, ἀλλʼ εἰ μηδὲν αὐτοὶ πείσονται κέρδος ἡγεῖσθαι· ἢ τρίτον γʼ ἤδη κατελείπετο, φάσκοντας τοῦ καλοῦ καὶ τοῦ δικαίου φροντίζειν, καὶ πυρὶ καὶ σιδήρῳ καὶ πᾶσι πράγμασιν ἀνταγωνίζεσθαι, καὶ μήτʼ ἀκούοντας ἀκούειν τὰ δεινὰ μήθʼ ὁρῶντας ὁρᾶν,3 ἀλλὰ πάντων ὡσπερεὶ φλυαρίαν καταγνόντας παρʼ αὐτὸν τὸν θάνατον ἐσκηνῶσθαι, ἔσχατα τοῦ βίου ταῦτʼ εἶναι προκρίναντας ἑαυτοῖς μᾶλλον ἢ παρʼ ἀξίαν τι συγχωρῆσαι. εἶεν. τί δὴ προσῆκεν ἑλέσθαι τότε τοὺς Ἀθηναίους, ἢ τί τὸν σύμβουλον παραινεῖν αὐτοῖς; ἐνταῦθά μοι σκέψαι τὰ τοῦ Θεμιστοκλέους δόγματα
——他们宁可说自己情愿去死,也不愿这些功绩未由他们成就。他就这样不仅超越了他们当中抱有最宏大期望者的企盼,甚至超越了大多数人的祈求。就我而言,倘若无论如何尚有可能,我真想指着全希腊的神明质问柏拉图:地米斯托克利在那个时代究竟应当做些什么,或者应当说出什么比他所言更为美好的话语?或者应当起草什么比他所草拟的更为优秀的法令?或者应当步入怎样的行事途径?或者应当为雅典人指引怎样的一条道路?或者应当运用怎样更为高超的谋虑?凭诸神的名义,告诉我吧!若非如此,就让其他人继承这一论辩,让他说吧,让他指出地米斯托克利在那时究竟应当做些什么,又应当如何处置眼前的危局。 难道他应当将雅典人召集到普纽克斯山,与他们探讨诸般相,向他们讲授何谓正义本身、何谓美本身,以及何谓永恒存在而无生成生灭之物吗?那样的话,生成与存在乃至一切恐怕转瞬间便会离他们而去!难道他应当去探究勇气最初因何得名、怯懦又由何而来,以及万物是否皆在流变吗?那样的话,他们定会痛感万事万物皆在向着厄运流变!然而,究竟总体而言他应当说些什么、做些什么呢?盖因这个疑问如今已如口令般第三次巡回而来。我们将从何处考量地米斯托克利,以断定他是否确乎是一位谋士、护国者与统帅,或者还配得上听闻其他怎样的称谓?诚然,二者必居其一:要么有人能够责难他所成就的事迹,要么指出他舍弃了崇高而选择简易与享乐,遗漏了什么当行之责。尽管人们常说事后聪明与在安全境地下的诘难绝无任何光彩与自豪可言,然而即便如此我也愿意让步:倘若有人能指出在当时可行的方案中,有任何比他所确立的更为优异的作为、更为卓越的言论、更为公正的决断,或是对所有人更为有利的主张,我甘愿亲自承担罪名。但倘若在他的政治作为中无一可供指摘,且在人们认为应当做的事中没有任何一件可以说他未能付诸实行,那么比起寻思如何贬抑他,我们何不更为赞赏他而同感欢欣呢? 让我们把自己带回到彼时的实际事态中,如此来审视吧。希腊人当时分为三派:一派置身于事外,正如阿尔戈斯人、科耳库拉人、西西里希腊人与几乎全部意大利希腊人,以及据说克里特人和其他人那般;另一派则甚至与蛮族一同进犯希腊,正如色萨利人以及直至阿提卡境内的所有人,除去为数甚微的塞斯庇埃人与普拉提亚人;第三个剩下的派别则是雅典人、拉栖代梦人以及投奔他们避难的人。但暂且不要提他们是雅典人,也不要提是雅典人鼓舞带动了其他人。然而整个希腊世界已被分割为这样几个部分,这三种抉择公然摆在所有人面前,无论城邦还是个人皆须就此审度权衡——其间的差异绝非细小:要么归顺蛮族,跟随他们攻打抗拒之人;要么乞求获得置身事外的安宁,不去过问他人将遭遇何事,而将自身免遭祸患视作收益;要么如今只剩下第三种选择,自称以崇高与正义为念,与烈火、利刃及一切危难奋起抗争,虽有所听闻如无所闻,虽有所目睹如无所见,反将一切险境视若儿戏,在死神身畔安营扎寨,宁可自择此为生命的终点,亦决不做出任何辱没尊严的妥协。好吧。那么雅典人在那时理当选择何者,或者谋士理当向他们劝告何者?在此,请审视地米斯托克利的决断。
- 182εἰπεῖν ἐθέλειν μᾶλλον ἢ ταῦτα ἄπρακτα αὑτοῖς εἶναι
承接上一语言块中 ὥστε... τεθνάναι πάντας ἂν 的带不定式结构。按语境,虚拟小词 ἂν 亦统辖 εἰπεῖν ἐθέλειν,构成结果从句中与事实相反的推论延续(“以至于他们宁可说情愿去死,也不愿这些事迹未由他们达成”)。
- 182πότερʼ εἰς τὴν πνύκα συλλέξαντʼ Ἀθηναίους περὶ τῶν ἰδεῶν αὐτοῖς διαλέγεσθαι
由 πότερα 引导的反问句。不定式 διαλέγεσθαι 的逻辑主语延续前句中的宾格 τὸν Θεμιστοκλέα,分词 συλλέξαντα(因省略写为 συλλέξαντʼ)与其保持同格。阿里斯提德斯在此讽刺性地借用了柏拉图的相论(理念论)。
- 183καὶ μήτʼ ἀκούοντας ἀκούειν τὰ δεινὰ μήθʼ ὁρῶντας ὁρᾶν
由同词根的分词与动词(此处为不定式)重叠构成的修辞同源格表达(polyptoton)。意为“虽听闻恐怖之事却如无所闻,虽亲见恐怖之事却如无所见”,生动描摹出置感官上的恐怖于度外、视死如归的坚定决绝。
