← 阿里斯·台德斯

致柏拉图:为四人辩护

§180-181

希腊的恐慌与地米斯托克利扭转危局

本节描绘了波斯大军压境的浩大声势以及全希腊陷入的极端恐慌与分裂,着重赞颂地米斯托克利一人在绝境中屹立不倒、彻底扭转危局的卓越功勋。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§180

πάντα ὥσπερ μετανισταμένης ἑτέρωσε τῆς οἰκουμένης· καὶ βασιλεὺς ἀπῄει δεδοικὼς μὴ οὐ δέξαιτο1 τὸ πλῆθος ἡ Ἑλλὰς, ὥσπερ ἀρχὴ γῆς πάσης, τοῦ στρατοπέδου γιγνόμενος καθʼ ὃ βούλοιτʼ ἀεί. χρυσὸς δὲ καὶ ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος, πάντα ὁμότιμα ἤγετο, ὁμοίως ἐγγείοις ὀχήμασι καὶ ναυτικοῖς. ὡς δʼ εἰς ταυτὸν ἀπήντησαν αἱ δυνάμεις, οἱ μὲν πεζοὶ τὴν παραλίαν, αἱ δὲ νῆες τὴν θάλατταν ἀπέκρυψαν· εἰς δὲ τοὺς Ἕλληνας ἠγγέλλετο ἄξιον μὲν τῶν ἐπιόντων κακῶν οὐδὲν, ὅμως δὲ πολλὰ καὶ παντοῖα καὶ οἷα οὔπω πρότερον· καὶ οὐ τοσοῦτόν γʼ ἂν αὐτοὺς ἡ τοῦ ἡλίου συμβᾶσα ἔκλειψις ἐξέπληττεν, ὅσον ἡ τῆς γῆς καὶ θαλάττης ἔκλειψις γιγνομένη, πρὸς τὴν τοῦ βασιλέως ἐμοὶ δοκεῖν ἐπιθυμίαν μᾶλλον ἢ χρείαν. ἐδόκει γὰρ μόνος ὡς ἀληθῶς γῆς καὶ θαλάττης εἶναι κύριος, καὶ ποιεῖν καὶ διαφθείρειν· ᾧ γε ὁ μὲν Ἄθως τὰς ναῦς, ὁ δὲ Ἑλλήσποντος τὸ πεζὸν ἐδέξατο. πρὸς δὲ τούτοις τείχη μὲν ᾠκοδομεῖτο ὅπως ἀριθμοίη κατὰ μυρίους. ὁ δὲ ἥλιος συνεκρύπτετο τοῖς τοξεύμασιν· ἦν δὲ πλήρης ἡ μὲν θάλαττα νεῶν, ἡ δὲ γῆ πεζῶν, ὁ δʼ ἀὴρ βελῶν. παρεῖναι δὲ καὶ μέλλειν ἴσον ἦν, ὥστʼ ἔχεσθαι πάντας· πάντα δʼ ὥσπερ τοῦ Ποσειδῶνος κατιόντος ἐσείετο. πολλὰ δὲ τῶν ἐθνῶν ἐξανηλίσκετο εἰς δεῖπνον τῷ βασιλεῖ. ἀπειλαὶ δὲ κηρύκων οὐ διέλιπον πάντοσε φοιτώντων, αἰτούντων γῆν καὶ ὕδωρ ὅστις βούλεται σῶς εἶναι. τὸ δὲ μαντεῖον φωνὰς ἠφίει δεινὰς καὶ χαλεπὰς ἅπασι τοῖς Ἕλλησιν. ἐδόκουν δὲ οὔτε τῶν νεῶν τὴν εἰρεσίαν ἀνέξεσθαι οὔτε τῶν ἵππων τὸν κτύπον. εἶχον δὲ οὔτε ἱεροῖς οὔτε συμμάχοις θαρρεῖν, οὐδʼ εὑρεῖν οἵτινες ἀνθρώπων γένωνται.2 πρὸς δὲ τούτοις Γέλων μὲν καλούμενος οὐχ ὑπήκουεν, Ἀργεῖοι δʼ ἐκποδὼν ἦσαν, Κερκυραῖοι δὲ σοφώτερα ἢ δικαιότερα ἐβουλεύοντο, Θετταλοὶ δὲ ὑπʼ ἀνάγκης μὲν, ὅμως δὲ ἐμήδιζον, Βοιωτοὶ δὲ οὐδὲν βέλτιον Θετταλῶν ἐπεπράγεσαν, Δελφοὶ δὲ οὐκ εἶχον ὅ τι χρήσονται, ὀλίγον δὲ ἦν τὸ ὑγιαῖνον τῆς Ἑλλάδος, καὶ τοῦτο εἰς δύο πόλεις ἀνήρτητο, μᾶλλον δὲ εἰς ἕνα ἄνδρα, ὅ τι φρονήσειεν ἢ συμβουλεύσειε Θεμιστοκλῆς. ἐν τοῖς τοιούτοις μέντοι καιροῖς καὶ τοιαύτῃ πραγμάτων ἀωρίᾳ καὶ συγχύσει τῶν πάντων ἀνὴρ ἐκεῖνος ἑστηκὼς οὐκ ἠπόρησεν, οὐδʼ ἐξεπλάγη, οὐδʼ ηὔξατο αὑτῷ χανεῖν τὴν γῆν, οὐδʼ εὐδαιμόνισε τοὺς πάλαι κειμένους, οὐδʼ ἔπαθε ταὐτὸ τοῖς πολλοῖς, ἀλλὰ κατέστη τοῖς Ἕλλησιν ἀντʼ ἀγαθοῦ δαίμονος. πάντα γὰρ εἰς αὑτὸν ἀναδεξάμενος καὶ τὴν αὑτοῦ γνώμην ὑποθεὶς ἀντʼ ἄλλου του φυλακτηρίου, καὶ μόνος ὀρθοῖς τοῖς ὀφθαλμοῖς ἀντισχὼν ἅπασι καὶ τοῖς παροῦσι καὶ τοῖς ἐπιοῦσι πράγμασι, καὶ οὐκ ἀποστραφεὶς ὥσπερ οἱ πρὸς τὸν ἥλιον βλέποντες, ὃ πᾶσι μικροῦ δεῖν συνέβη τοῖς τότε, οὐκ ἂν εἴποιμι ὡς οὐκ ἔψευσε3 τῆς ἐλπίδος τοὺς Ἕλληνας, ἀλλὰ καὶ πολὺ τὴν προσδοκίαν ἐνήλλαξεν αὐτοῖς. οὐδὲν γὰρ τῶν ἐσχάτων ὅ τι οὐ πείσεσθαι4 τῶν πολλῶν νομιζόντων, καὶ βλεπόντων εἰς αἰσχρὰς μηχανὰς καὶ ἀπόρους καταφυγὰς, τοσοῦτον μετέστησε τὰ πράγματα ὥστε εἴ τις ὕστερον αὐτοὺς ἀπελθόντων τῶν βαρβάρων ἤρετο εἰ ἐβούλοντʼ ἂν μήτʼ ἐκείνους ἐπιστρατεῦσαι μήτε σφίσι ταῦτα πεπρᾶχθαι μήτε τοὺς κινδύνους σφίσι μηδὲ τὰς πράξεις γεγενῆσθαι, τεθνάναι πάντας ἂν

——万方汇聚,恍若整个人类栖息的整个世界正迁徙往别处;波斯王启程进发,惟恐希腊容纳不下这庞大的军力,他仿佛成了整个大地的始发源泉,随时置身于军中任何他所意欲之处。黄金、白银、青铜与钢铁——一切皆被视同等价之物而运送,不论是借由陆上载具还是舟师航船。当这支庞大的军力汇合于一处时,步兵遮蔽了海岸,战舰掩盖了汪洋;传到希腊人那里的消息,虽无一能完全匹配那即将到来的祸患之浩大,却依然多达千万、光怪陆离,前所未闻。哪怕是那场实际发生的日食,亦不会比陆地与海洋这般遭到遮蔽更令他们震悚——在我看来,这与其说是出于波斯王的军备之需,不如说是为了满足他的虚妄之欲。盖因他看似真正是陆地与海洋独一无二的主宰,既能造化亦能毁弃;正因如此,阿索斯山为他接纳了舰队,赫勒斯滂海峡为他承载了步兵。更有甚者,修建了围墙以便他以万人为单位检阅计数。日光为箭雨所遮蔽;大海上挤满了战船,陆地上挤满了步卒,虚空之中布满了飞矢。大军的逼近与即刻降临无异,以致所有人都陷入绝望的惊惶;万物战栗,宛如海神波塞冬降临人世。许多邦族仅为供给波斯王一顿晚餐便被搜刮殆尽。往来各地的传令使者恫吓不断,向所有想要苟全性命之人索取水与土。而神谕所更向全希腊人发出了阴森残酷的辞句。希腊人似乎既承受不住敌舰摇橹划桨之声,亦经受不住战马奔踏轰鸣之响。他们既不能寄望于牺牲祭祀,亦无法指望盟友相助,更无从获知自己将落得何种境地。除此以外,革隆虽遭召请却未予理会;阿尔戈斯人置身事外;科耳库拉人的权衡算计多于公义;色萨利人虽迫于无奈,终究还是投降顺从了波斯;波奥提亚人的作为决不比色萨利人高尚;德尔斐人不知所措;希腊仅存的完好未损之躯微乎其微,而这微弱的力量亦仅悬于两座城邦之上——更确切地说,是系于一人之身,全凭地米斯托克利的一念决断与谋划。然而,在如此严峻的时局中,在这般人事崩坏、万象扰攘的绝境之下,那个男人屹立不倒,既未束手无策,亦未惊惶失措,更未祈求大地裂开将自己吞噬,亦未艳羡那些早已长眠于地下的亡者,未曾陷入与大众同样的境况,反倒化身为庇佑全希腊人的善神。他将一切重压独揽于自身,以一己的睿智取代任何防卫的堡垒,唯有他一人以不屈的目光正视眼前与即将到来的一切事态,未曾如直视烈日者那般仓皇避开目光——而当时几乎全希腊之人莫不如此避视——我不会只说他未曾辜负希腊人的期许,他更是大大扭转了他们的预期。盖因大众此前认定最极端的惨祸无一不会降临己身,皆在谋求可耻的手段与穷途末路的逃生之所,然而他却将局势彻底扭转,以至于若在蛮族退去之后有人探问他们,是否情愿蛮族从未进犯,这些伟业从未由他们成就,那些险境与丰功伟绩从未落于己身,所有人定会宁死也不愿如此……

语法注4 条
  1. 180δεδοικὼς μὴ οὐ δέξαιτο

    由表示恐惧的动词(δεδοικώς)所引导的从属从句,其中连接词 μή 与否定词 οὐ 连用(μὴ οὐ +祈愿语气 δέξαιτο),表示担心某事“不会”发生(即“惟恐希腊容纳不下……”)。因主句动词 ἀπῄει 为过去时态,故从句动词采用历史时态后的祈愿语气。

  2. 180οὐδʼ εὑρεῖν οἵτινες ἀνθρώπων γένωνται

    间接疑问从句中的虚拟语气 γένωνται 承袭了审问性虚拟语气(deliberative subjunctive),意为“寻思他们究竟将成为何种处境之人 / 命运将落得何种下场”,表现了在危局面前茫然失措、对前途命运一筹莫展的状态。

  3. 181οὐκ ἂν εἴποιμι ὡς οὐκ ἔψευσε

    由带有 potential 含义的祈愿语气(οὐκ ἂν εἴποιμι)与双重否定(οὐκ ... οὐκ)构成的委婉修辞法(litotes),并与下文的 ἀλλὰ καί 紧密呼应,意为“我不仅要说他未曾辜负……甚至还(彻底颠覆了预期)”。动词 ἔψευσε 支配夺格性属格(τῆς ἐλπίδος),意为“使……落空、辜负”。

  4. 181οὐδὲν γὰρ τῶν ἐσχάτων ὅ τι οὐ πείσεσθαι

    在属格绝对结构 τῶν πολλῶν νομιζόντων 所支配的带不定式结构中,习惯性的双重否定句式 οὐδὲν ὅ τι οὐ(“无一……不”,即“一切”)充当主语性成分,搭配将来时不定式 πείσεσθαι,意为“大众深信所有极端的灾祸无一不会降临己身”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0284.tlg046.humanitext-grc2:180-181